Humanitext Reader

ホメロス風讃歌 · 第2歌 デメテル讃歌 §284-358

デメテルの怒りと大地の飢饉とヘルメスの派遣

5 / 7 箇所 · ギリシア語

要旨

デモポーンは人間の乳母たちの手で育てられることになり、デメテルはエレウシスに籠もって大地に飢饉をもたらす。人類の滅亡を危惧したゼウスはハデスの元へヘルメスを遣わし、ペルセポネを光の世界へ戻すよう求める。

§284τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, §285κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον·
彼(デモポーン)の姉妹たちが彼の哀れな泣き声を聞き、よく整えられた寝床から飛び降りた。
ἣ μὲν ἔπειτα §286παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· §287ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι §288μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
そのうちの一人は、子供を手で抱き上げ、自分の胸に抱き、別の一人は火をかき立て、また別の一人は柔らかな足で、香ばしい寝室から母親を立ち上がらせようと急いだ。
§289ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα §290ἀμφαγαπαζόμεναι·
彼女たちは彼の周りに集まり、もがく彼を洗い、愛おしそうに抱きしめた。
τοῦ δʼ οὐ μειλίσσετο θυμός·
しかし彼の心はなだめられなかった。
§291χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
というのも、はるかに劣る乳母たちや養育係たちが彼を抱いていたからである。
§292αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
彼女たちは、夜通し、恐ろしさに震えながら、気高き女神をなだめた。
§293δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν §294εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, §295ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
そして夜明けが明けるとともに、広く力を持つケレオスに、真実をすべて告げた、美しい冠を戴いたデメテル女神が命じた通りに。
§296αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν §297ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν §298ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
一方、彼は広場に数多くの民衆を呼び集め、髪の美しいデメテルのために、豊かな神殿を建て、突き出た丘の上に祭壇を築くように命じた。
§299οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, §300τεῦχον δʼ, ὡς ἐπέτελλʼ.
彼らは非常に素早く従い、語りかける彼の言葉を聞き、命じられた通りに建てた。
ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
そして彼(デモポーン)は神のように成長した。
§301αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, §302βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος·
しかし、彼らが造り終え、労役から手を引くと、それぞれ家路についた。
ἀτὰρ ξανθὴ Δημήτηρ §303ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων §304μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
しかし金髪のデメテルは、そこに座り、すべての祝福された神々から離れて、美しい帯をした娘への思慕に身を焦がしながら留まった。
§305αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν §306ποίησʼ ἀνθρώποις καὶ κύντατον·
彼女は、多くの人を養う大地の上に、人間たちにとって最も恐ろしく、最も過酷な一年をもたらした。
οὐδέ τι γαῖα §307σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
大地は種を全く芽生えさせなかった。 美しい冠を戴いたデメテルがそれを隠していたからである。
§308πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· §309πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
牛たちは畑で、多くの曲がった鋤を虚しく引き、多くの白い大麦が、無駄に地に落ちた。
§310καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων §311λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν §312καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, §313εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
そして、もしゼウスが心にとめ、己の胸の内で苦しい飢えによって、声ある人間たちの種族を完全に滅ぼし、オリンポスに住まう神々から、供物という輝かしい名誉と生贄を奪うところであった、考えを巡らせなかったならば。
§314Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι §315Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
彼はまず、黄金の翼を持つイリスを送り、髪が美しく、この上なく愛らしい姿をしたデメテルを呼ぶように命じた。
§316ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι §317πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
このようにゼウスは語り、彼女は黒雲たなびくクロノスの子ゼウスに従い、その間の空間を足早に駆け抜けた。
§318ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, §319εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον §320καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
そして、香ばしいエレウシスの町に到着し、神殿の中に、黒い衣を着たデメテルを見出すと、声をかけて、翼ある言葉で語りかけた。
§321<milestone type="startquote"/>Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς §322ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
<milestone type="startquote"/>「デメテルよ、不朽の知恵を持つ父ゼウスが、あなたを呼んでいます、永遠に生きる神々の種族のもとへと来るようにと。
§323ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
さあ、おいでください。 ゼウスから託された私の言葉を無駄にしないでください。
<milestone type="endquote"/> §324ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
」 <milestone type="endquote"/> 彼女は懇願しながらそのように語ったが、彼女(デメテル)の心は説得されなかった。
§325αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας §326πάντας ἐπιπροΐαλλεν·
その後、再び父ゼウスは、永遠に存在する幸福な神々をことごとく送り出した。
ἀμοιβηδὶς δὲ κιόντες §327κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα §328τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
神々は代わる代わる訪れては、彼女を呼び、数多くのこの上なく美しい贈り物を差し出し、不死の神々の間で自ら望んで受け取るであろう数々の名誉を約束した。
§329ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα §330θυμῷ χωομένης·
しかし、誰も彼女の心や思いを説得することはできなかった、心の中で怒っている彼女を。
στερεῶς δʼ ἠναίνετο μύθους.
彼女は頑なに言葉を拒絶した。
§331οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο §332πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, §333πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
というのも、彼女は、香ばしいオリンポスに足を踏み入れることはなく、大地の果実を芽生えさせることもないと語ったからである、自分の目で、美しい顔立ちの娘を見るまでは。
§334αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, §335εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, §336ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν §337ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος §338ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ §339ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
一方、重い響きを立てる、広く鳴り響くゼウスがこれを聞くと、エレボスへと黄金の杖を持つアルゲイポンテスを派遣した、ハデスを優しい言葉で説得し、清らかなペルセポネを、霧立ち込める暗闇から神々のいる光のもとへと連れ出させ、彼女の母親が目で彼女を見て、怒りを収めるように。
§340Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης §341ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
ヘルメスは従わぬことなく、すぐに大地の奥底へと、オリンポスの居所を去って、勢いよく駆け下りた。
§342τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, §343ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
そして彼は、神殿の内側にいるその王を見出した、敬うべき妻とともに寝床に座っているところを。
§344πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ·
妻は母親への思慕のゆえに激しく嫌がっていた。
ἣ δʼ ἀποτηλοῦ §345ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
一方、その母親は遠く離れて、幸福な神々の所業に対抗して、恐ろしい計画を企てていた。
§346ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
強力なアルゲイポンテスは近くに立ち、彼に語りかけた。
§347<milestone type="startquote"/>Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, §348Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν §349ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
<milestone type="startquote"/>「黒い髪のハデスよ、滅びた者たちを支配する王よ、父ゼウスが私に命じました、高貴なペルセポネをエレボスから彼らのもとへと連れ出すようにと。
§350ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς §351ἀθανάτοις λήξειεν·
それは、彼女の母親が目で彼女を見て、不死の神々に対する怒りと恐ろしい恨みを収めるように。
ἐπεὶ μέγα μήδεται ἔργον, §352φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, §353σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς §354ἀθανάτων·
なぜなら彼女は途方もない業を企てており、地に生まれる人間たちの力なき種族を滅ぼそうとしています、種を地の下に隠し、不死の神々の名誉を衰退させて。
ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι §355μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ §356ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
彼女は恐ろしい怒りを抱き、神々と交わることなく、香ばしい神殿の内側で、離れて険しいエレウシスの町を占めて座っています。
<milestone type="endquote"/> §357ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς §358ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
」 <milestone type="endquote"/> このように彼が語ると、冥界の王アイドネウスは眉を動かして微笑み、王たるゼウスの命令に背くことはなかった。

語釈・文法注

  1. §291χειρότεραι — デメテル女神と比較して「はるかに劣る」という比較級のニュアンスを含んでおり、比較の対象が文脈上省略されている。
  2. §310καί νύ κε πάμπαν ὄλεσσε... εἰ μὴ Ζεὺς ἐνόησεν — 過去における事実と反対の想定を表す反実仮想文(条件文)。主節に助辞 κε (ἄν) と直説法過去(アオリスト)の ὄλεσσε を用い、従属節が εἰ μὴ +直説法過去の ἐνόησεν となる典型的な構成。
  3. §344μητρὸς πόθῳ — 属格の名詞修飾の用法。μητρὸς は名詞 πόθῳ(思慕、憧れ)に対する目的格的属格(客観的属格)であり、「母親に対する思慕」を意味する。

この箇所を引用する

ホメロス風讃歌, 第2歌 デメテル讃歌 §284-358. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:284-358

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。