Humanitext Reader

ホメロス · イリアス §9.143-9.215

使節団の派遣とアキレウスによる歓迎

75 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはアキレウスに送る莫大な贈り物と自らの娘との婚姻の提案を語り終え、それを伝える使節団の派遣が合意される。ネストルに選ばれたポイニクス、アイアス、オデュッセウスらはアキレウスの幕舎を訪れ、彼らから熱烈な歓迎と肉料理のもてなしを受ける。

§9.143ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
その子は私のために、豊かな恵みの中で、愛され育っている。
§9.144τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
また、頑丈に建てられた私の館には3人の娘がいる。
§9.145Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
クリュソテミス、ラオディケ、イピアナッサである。
§9.146τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω §9.147πρὸς οἶκον Πηλῆος·
彼女たちのうち、彼が望む誰でも、結納金なしで愛する妻として連れて行くがよい、ペレウスの家へと。
ἐγὼ δʼ ἐπὶ μείλια δώσω §9.148πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
私はさらに、持持金を与えるつもりだ、きわめて多くの、これまでに誰も自分の娘に与えたことがないほどのものを。
§9.149ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα §9.150Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν §9.151Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον §9.152καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
さらに私は彼に、人々が豊かに暮らす7つの街を与えよう、カルダミュレ、エノペ、そして草深いヒレ、神聖なペライ、深い草地のアンテイア、美しいアイペイア、ブドウの茂るペダソスを。
§9.153πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
それらはすべて海の近くにあり、砂多きピュロスの端に位置している。
§9.154ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, §9.155οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι §9.156καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
そこには多くの羊や牛を持つ男たちが住んでおり、彼らは贈り物をもって彼を神のように敬い、彼の笏の下で、豊かな貢ぎ物を納めるだろう。
§9.157ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
もし彼が怒りを収めるなら、私はこれらのことを彼のために果たすだろう。
§9.158δμηθήτω·
彼は屈服するがよい。
Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
ハデスこそは無慈悲で屈服しない。
§9.159τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
それゆえに彼は、神々の中で凡百の死すべき人間にとって最も忌むべき存在なのだ。
§9.160καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι §9.161ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
そして彼は、私がどれほど王として勝っているか、また、どれほど年齢において年長であると自負しているかに従って、私に屈服するがよい。
§9.162τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §9.163Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
」これに対して、ゲレニアの騎手ネストルが答えた。
§9.164δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
「最も名誉あるアトレウスの子、人々の王アガメムノンよ、アキレウス王にあなたが与えようとする贈り物は、もはや非難されるべきものではない。
§9.165ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα §9.166ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
さあ、我々は選ばれた使者たちを送り出そう、彼らが一刻も早くペレウスの子アキレウスの幕舎へと赴くように。
§9.167εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
さあ、私が選ぶ者たちを、皆も認めて従うがよい。
§9.168Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, §9.169αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
まず、ゼウスに愛されしポイニクスが先頭に立ち、その後に、大アイアスと気高きオデュッセウスが続くがよい。
§9.170κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
伝令官としては、オディオスとエウリュバテスが同行するがよい。
§9.171φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, §9.172ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
手に水を持ってこさせ、静粛にするよう命じなさい、クロノスの子ゼウスに祈りを捧げ、我々を憐れんでくださるように。
§9.173ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
」彼はこう語り、全員の心に適う言葉を述べた。
§9.174αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, §9.175κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, §9.176νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
ただちに伝令官たちが彼らの手に水を注ぎ、若者たちは大釜に酒を並々と満たし、最初の滴を杯に注いでから、全員に配って回った。
§9.177αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, §9.178ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
彼らが献酒を終え、心ゆくまで飲んだ後、アトレウスの子アガメムノンの幕舎から出発した。
§9.179τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ §9.180δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, §9.181πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
ゲレニアの騎手ネストルは彼らに多くの指示を与え、一人一人に目配せをし、とりわけオデュッセウスに対して、非の打ちどころのないペレウスの子を何とかして説得するよう努めよと命じた。
§9.182τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης §9.183πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ §9.184ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
二人は、激しく鳴り響く海の波打ち際を進み、大地を抱き揺るがす神に、何としても容易にアイアコスの子の大いなる心を説得できるよう、熱心に祈りながら進んだ。
§9.185Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, §9.186τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
彼らはミュルミドン人たちの幕舎と船に到着し、彼が澄んだ音色の竪琴で心を慰めているのを見つけた。
§9.187καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν, §9.188τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
それは美しく、精巧な細工が施され、銀の横木が付いており、エエティオンの都市を滅ぼした際に、戦利品から彼が得たものであった。
§9.189τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
彼はそれによって心を慰め、英雄たちの栄光を歌っていた。
§9.190Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, §9.191δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
パトロクロスだけが彼の向かいに静かに座り、アイアコスの子が歌い終えるのを待っていた。
§9.192τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
二人は前方へと進み、気高きオデュッセウスが先導した。
§9.193στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς §9.194αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
彼らが彼の前に立つと、アキレウスは驚いて立ち上がった、座っていた席を離れ、竪琴を持ったままで。
§9.195ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
同様にパトロクロスも、彼らを目にすると立ち上がった。
§9.196τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
足の速いアキレウスは、彼らを歓迎して語りかけた。
§9.197χαίρετον·
「歓迎します。
ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
親しい人々が来られた。
§9.198οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
何とも重大な急用があるのでしょう、怒っている私にとって、あなた方はアカイア人の中で最も親しいのだから。
§9.199ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, §9.200εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
」気高きアキレウスはこう言って彼らをさらに奥へと案内し、紫色の敷物がある椅子に彼らを座らせた。
§9.201αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
そしてすぐに、近くにいたパトロクロスに語りかけた。
§9.202μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, §9.203ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
「メノイティオスの子よ、もっと大きな大釜を用意し、もっと強い酒を混ぜ、それぞれに杯を用意せよ。
§9.204οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
私の屋根の下に、最も愛する男たちが来ているのだから。
§9.205ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
」彼はこう語り、パトロクロスは愛する友の言葉に従った。
§9.206αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, §9.207ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός, §9.208ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
一方、彼は火の光の中に大きな肉切り台を置き、その上に羊の背肉と肥えた山羊の背肉を載せ、さらに、脂ののった肥えた豚の背肉を載せた。
§9.209τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
アウトメドンがこれらを押さえ、気高きアキレウスが肉を切り分けた。
§9.210καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
彼はそれらを上手に細かく切り、串に刺した。
§9.211πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
神のような男、メノイティオスの子が大火を燃え立たせた。
§9.212αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, §9.213ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
火が燃え尽き、炎が衰えると、彼は熾火を平らにならし、その上に串を渡した。
§9.214πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
そして串を架台から持ち上げ、神聖な塩を振りかけた。
§9.215αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
彼は肉を焼き上げると、大皿の上に盛り付けた。

語釈・文法注

  1. 9.146τάων ἥν κʼ ἐθέλῃσι — 関係代名詞 `τάων`(彼女たちのうち)に導かれる関係節の中で、接続法 `ἐθέλῃσι` と不変化小辞 `κʼ`(= κε)が用いられ、一般的・仮定的な選択(「彼が望む誰であれ」)を表す。また `ἀνάεδνον`(結納金なしの)はホメロス社会の婚姻慣行における例外的な優遇を示す。
  2. 9.157μεταλήξαντι χόλοιο — 与格分詞 `μεταλήξαντι` は、前文の与格人称代名詞 `οἱ`(アキレウス)に一致し、条件(「もし彼が怒りを収めるなら」)を表す。動詞 `μεταλήγω`(〜をやめる)は属格(`χόλοιο`)を支配する。
  3. 9.176ἐπαρξάμενοι δεπάεσσιν — 儀式的な意味を持つ分詞 `ἐπαρξάμενοι` は、献酒のために最初の数滴を杯に注ぐ行為を指す。与格 `δεπάεσσιν` はこの動詞の表す儀式的な行為(杯において最初の一滴を注ぐ)の対象を示す。
  4. 9.182τὼ δὲ βάτην — 指示代名詞 `τὼ` および三人称未完了過去動詞 `βάτην` はともに双数(dual)形式である。使節団にはポイニクスや伝令たちも同行しているが、文法上は主要な二人の交渉者であるオデュッセウスとアイアスに焦点が当てられている。

この箇所を引用する

ホメロス, イリアス §9.143-9.215. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.143-9.215

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。