Humanitext Reader

ホメロス · イリアス §4.272-4.339

アガメムノンによるアイアスらとネストルの巡閲

33 / 226 箇所 · ギリシア語

要旨

アガメムノンはアイアース兄弟の勇猛な陣形を讃えた後、老将ネストルの的確な陣頭指揮と知恵を称賛しつつ、彼の老いを惜しむ。その後、まだ戦闘開始の報が届かず静観していたメネステウスとオデュッセウスに巡り会う。

§4.272ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· §4.273ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· §4.274τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. §4.275ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ §4.276ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· §4.277τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα §4.278φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, §4.279ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· §4.280τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν §4.281δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες §4.282κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. §4.283καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, §4.284καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· §4.285Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, §4.286σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· §4.287αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. §4.288αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον §4.289τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· §4.290τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος §4.291χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. §4.292ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· §4.293ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν §4.294οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι §4.295ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε §4.296Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· §4.297ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, §4.298πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς §4.299ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, §4.300ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. §4.301ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει §4.302σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· §4.303μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς §4.304οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, §4.305μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. §4.306ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται §4.307ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. §4.308ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον §4.309τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. §4.310ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· §4.311καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, §4.312καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §4.313ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν §4.314ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· §4.315ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις §4.316ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. §4.317τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §4.318Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς §4.319ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. §4.320ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· §4.321εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. §4.322ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω §4.323βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. §4.324αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο §4.325ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. §4.326ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. §4.327εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον §4.328ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· §4.329αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, §4.330πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ §4.331ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, §4.332ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες §4.333Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες §4.334ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν §4.335Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. §4.336τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §4.337καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· §4.338ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, §4.339καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
こう語ると、アトレウスの子は心に喜びを抱いて通り過ぎて行った。そして彼は戦士たちの群れを通り抜け、二人のアイアスのところへやって来た。二人は武装しているところであり、彼らとともに歩兵の雲のような群れが従っていた。それは、山羊飼いの男が物見台から雲を見る時のようであった、西風の突風に煽られて、海の上を渡ってくる雲を。遠くにいる彼には、それが瀝青よりも黒く見え、海の上を進みながら、激しい嵐を連れてくるように見え、それを見て身震いし、羊の群れを洞窟へと追い入れる。そのように、二人のアイアスとともに、ゼウスに育まれた若者たちの密集した方陣が、凄惨な戦場へと動いていた、黒々と、盾と槍でびっしりと身を固めて。彼らを見て、支配者アガメムノンは喜び、彼らに向かって声をかけ、翼ある言葉を語りかけた。「二人のアイアスよ、青銅の鎧をまとったアルゴス勢の指導者たちよ、おまえたち二人には――励ますに及ばぬゆえ――何ら命じることはない。おまえたち自身が、兵たちに力強く戦うよう大いに促しているからだ。ああ、父なるゼウスよ、アテネよ、アポロンよ、願わくはこのような気概が、すべての者の胸に宿らんことを。そうすれば、プリアモス王の都はたちまち傾き、我らの手によって攻め落とされ、略奪し尽くされるであろうに。」こう語ると、彼は彼らをその場に残し、他の者たちの方へと歩み去った。そこで彼は、ピュロス勢の、声の澄んだ雄弁家ネストルに出会った。彼は戦友たちを整列させ、戦いに赴くよう励ましているところであった、偉大なペラゴン、アラストル、クロミオス、そして高貴なハイモンと、民の牧者ビアスの周りで。彼はまず、馬と戦車を備えた戦車兵たちを最前線に配置し、数多くて勇敢な歩兵たちを後方に立たせ、戦いの防壁とした。そして臆病者どもは真ん中へと追い込んだ、戦うことを望まぬ者であっても、余儀なく戦わざるを得ないように。彼はまず戦車兵たちに命令を下した。彼は彼らに、各自の馬をしっかり抑え、混雑の中で混乱せぬよう命じたのである。「また、自らの馬術と勇猛を頼みとして、他者より先に、一人でトローイア勢と戦うことを望んではならぬ。また、後退してもならぬ。おまえたちはより弱くなり、攻められやすくなるからだ。また、自らの戦車から敵の別の戦車に届く者は、槍を伸ばして突き刺すのだ。そのようにする方がはるかに勝るからだ。いにしえの先祖たちも、このようにして多くの都市や城壁を滅ぼした、胸の中にこのような考えと気概を抱いていたからこそ。」このように、古くから戦いに通じた老将は彼らを励ました。彼を見て、支配者アガメムノンは喜び、彼に向かって声をかけ、翼ある言葉を語りかけた。「老将よ、願わくは、おまえの親しい胸にあるその気概のように、おまえの膝が従い、その力が衰えずにあればよいものを。しかし、容赦なき老いが、おまえを苦しめている。願わくは、他の誰か他の男がこの老いを引き受け、おまえは若者たちの列に加わっていられればよいものを。」すると、ゲレニアの騎士ネストルが彼に答えた。「アトレウスの子よ、私自身も、気高いエレウタリオンを討ち取ったあの時のようでありたいと、切に願う。しかし、神々は人間にすべてのものを同時にはお与えにならぬ。あの時、私が若者であったなら、今は老いが私に付きまとっている。だが、それでも私は戦車兵たちの中に身を置き、助言と言葉をもって指図を与えよう。それこそが老人の特権なのだから。槍を振るうのは、私よりも若く、自らの力を頼みとする、より若い者たちであろう。」こう語ると、アトレウスの子は心に喜びを抱いて通り過ぎて行った。彼は、ペテオスの子で馬を駆るメネステウスが立っているのを見出した。彼の周りには、戦呼の考案者であるアテナイ人たちがいた。また、その近くには、知略に長けたオデュッセウスが立っており、彼の傍らには、決して弱くないケファレニア人たちの隊列が取り囲んで立っていた。彼らにはまだ戦いの叫びが聞こえていなかった。ただ、今まさに動き始めたばかりの、馬を馴らすトローイア勢とアカイア勢の密集部隊があった。それゆえ彼らはとどまり、アカイア勢の別の部隊が進み出て、トローイア勢を攻撃し、戦いの端緒を開いてくれるのを待って立っていた。彼らを見て、人間の王アガメムノンは激しく非難し、彼らに向かって声をかけ、翼ある言葉を語りかけた。「おお、ゼウスに育まれた王ペテオスの子よ、そして、悪辣な企みに長け、私利私欲に目のない者よ、」

語釈・文法注

  1. §4.286σφῶϊ μέν — 双数対格(または与格)である `σφῶϊ` は、後続の `οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν`(励ますことはそぐわないゆえ)あるいは `οὔ τι κελεύω`(何も命じはしない)と結びつく目的語であり、ここでは「お前たち二人に対しては(命令したり励ましたりしない)」という形で、語勢を強めるために動詞が省略されている。
  2. §4.290τώ κε — 指示代名詞の与格(または具格)に由来する接続詞的副詞 `τώ` は「そうであれば」を意味し、前行(§4.288-289)の `αἲ γὰρ ... γένοιτο`(願望)の内容を仮定条件として受ける。小辞 `κε` と希求法 `ἠμύσειε` の組み合わせにより、その仮想的条件の下での潜在的な帰結を表している。
  3. §4.306ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται — 接続法 `ἵκηται` を用いた一般条件の関係節。`ἀπὸ ὧν ὀχέων`(自らの戦車から)と `ἕτερʼ ἅρμαθʼ`(別の戦車へ)の解釈には「戦車から降りて敵の戦車に乗り移る」とする説と「自身の戦車に乗ったまま敵の戦車に接近する」とする説がある。前後の文脈が戦車隊の隊列維持と一体的な戦闘を命じていること(§4.297-302)から、後者の「自身の戦車に乗った状態で敵の戦車に到達した者」と解釈するのが合理的である。
  4. §4.315ὡς ὄφελέν τις — 実現不可能であった、または実現不可能な過去・現在の願望を表す構文。動詞 `ὀφείλω`(義務がある)の過去形 `ὄφελεν` は、不定詞(ここでは `ἔχειν` と `μετεῖναι`)を伴って「〜であればよかったのに(実際にはそうではない)」という強い不満や悔恨を伴う願望を表現する。

この箇所を引用する

ホメロス, イリアス §4.272-4.339. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:4.272-4.339

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。