Humanitext Reader

ホメロス · イリアス §15.542-15.608

ゼウスの加護と船陣へ迫るヘクトルの猛攻

137 / 226 箇所 · ギリシア語

要旨

メネラオスに殺されたドロプスの武具を剥ぎ取ろうとするアカイア勢に対し、ヘクトルはメラニッポスを叱咤して防戦させ、大アイアスはアカイア勢に恥の心を持って戦い抜くよう促す。ゼウスはテティスの願いを成就させつつアカイア勢の逆転へと繋げるため、ヘクトルを異常なまでの狂気に駆り立てて船へと突撃させる。

§15.542αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα §15.543πρόσσω ἱεμένη·
槍の穂先が、激しい勢いで胸を突き抜け、前へと突き進もうとした。
ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
そして彼はうつ伏せに倒れた。
§15.544τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων §15.545συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε §15.546πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν §15.547ἴφθιμον Μελάνιππον.
二人は、彼の肩から青銅の武具を剥ぎ取ろうと殺到したが、ヘクトルは自らの兄弟たち全員に厳しく命じ、とりわけ、まずヒケタオンの息子、強健なメラニッポスを激しく叱責した。
ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς §15.548βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
彼はそれまで、敵が遠く離れていた間、ペルコテで歩みののろい牛の群れを放牧していた。
§15.549αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, §15.550ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
しかし、両側が反り返ったダナオス人の船がやって来ると、彼はイリオスへと引き返し、トロイア人の中で際立った存在となった。
§15.551ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
彼はプリアモスのそばに住み、プリアモスは彼を自分の子供らと同等に尊んだ。
§15.552τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
ヘクトルは彼を厳しく叱り、言葉を発してその名を呼んだ。
§15.553οὕτω δὴ Μελάνιππε μεθήσομεν;
「メラニッポスよ、我々はこのように怠けていてよいのか。
οὐδέ νυ σοί περ §15.554ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
お前には殺された従兄弟のために、愛する心が痛まないのか。
§15.555οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
ドロプスの武具の周りで彼らがどのように立ち働いているかが見えないのか。
§15.556ἀλλʼ ἕπευ·
さあ、ついて来い。
οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
アルゴス人たちと遠く離れて戦っているわけにはいかないのだ。
§15.557μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης §15.558Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
彼らを皆殺しにするか、あるいは彼らが険しいイリオスを完全に陥落させ、市民らを皆殺しにするまでは。
§15.559ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
」こう語ってヘクトルが先導し、神のような男が後に続いた。
§15.560Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
一方、テラモンの子、大アイアスはアルゴス人たちを鼓舞した。
§15.561ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
「友らよ、雄々しき男であれ。 そして心の中に恥を抱け。
§15.562ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
激しい戦闘においてお互いを恥じるのだ。
§15.563αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
お互いを恥じる人々の中では、殺される者よりも生き残る者の方が多い。
§15.564φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
だが、逃げ去る者たちには、名誉も力も決して生まれはしない。
§15.565ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, §15.566ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας §15.567ἕρκεϊ χαλκείῳ·
」こう彼が語ると、彼ら自身も敵を退けようと熱望し、その言葉を心に留め、船を青銅の障壁で囲んだ。
ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
そしてゼウスはトロイア人を奮起させた。
§15.568Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
一方、戦言に優れたメネラオスはアンティロコスを促した。
§15.569Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, §15.570οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
「アンティロコスよ、アカイア人の中で、お前より若い者は他におらず、足がより速い者も、お前のように戦うに勇敢な者もいない。
§15.571εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
お前が飛び出して、トロイア人のうちの誰かを討ち取ってくれればよいのだが。
§15.572ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
」こう語ってメネラオスは再び立ち去り、アンティロコスを鼓舞した。
§15.573ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ §15.574ἀμφὶ ἓ παπτήνας·
アンティロコスは先陣から飛び出し、輝く槍を投げた、辺りを見回しながら。
ὑπὸ δὲ Τρῶες κεκάδοντο §15.575ἀνδρὸς ἀκοντίσσαντος·
するとトロイア人たちは身を引いた、男が槍を投げたので。
ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
そして彼は無駄な矢を放ったのではなかった。
§15.576ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον §15.577νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
むしろ、ヒケタオンの息子、気高きメラニッポスが戦場に向かって進んで来るところを、胸の乳房の脇に当てた。
§15.578δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
彼はドサリと倒れ、暗闇がその両目を覆った。
§15.579Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ §15.580βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
アンティロコスは犬のように襲いかかった、撃たれた小鹿に向かって飛びかかる犬のように。
§15.581θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
その小鹿がねぐらから飛び出したところを、猟師が幸運にも撃ち当てて、その手足を脱力させたのだ。
§15.582ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης §15.583τεύχεα συλήσων·
そのように、メラニッポスよ、戦いを好むアンティロコスはお前に飛びかかった、武具を剥ぎ取ろうとして。
ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον, §15.584ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
しかし高貴なヘクトルはそれを見逃さず、激しい戦闘の中を走って、彼の前に立ちふさがった。
§15.585Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
アンティロコスは、俊敏な戦士であったが踏みとどまらなかった。
§15.586ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
むしろ彼は、悪事を働いた猛獣に似て、逃げ出した。
§15.587ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι §15.588φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
犬を殺すか、牛の群れのそばで牛飼いを殺した猛獣が、男たちの集団が集まる前に逃げ去るように。
§15.589ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ §15.590ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
そのようにネストルの息子は逃げ去り、トロイア人たちとヘクトルは神がかり的な大声を上げて、嘆きをもたらす武器を浴びせかけた。
§15.591στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
しかし彼は向き直って踏みとどまった、戦友たちの群れに到達したときに。
§15.592Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι §15.593νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
トロイア人たちは、生肉を食らう獅子に似て、船へと殺到し、ゼウスの命令を遂行していた。
§15.594ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν §15.595Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
ゼウスは常に彼らの大いなる力を呼び起こし、アルゴス人の心を萎えさせてその栄光を奪い去り、彼らを鼓舞した。
§15.596Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
というのも、ゼウスの心は、プリアモスの息子ヘクトルに栄光を授けることを望んでいたからである。
§15.597Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ §15.598ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν §15.599πᾶσαν ἐπικρήνειε·
それは、ヘクトルが反り返った船に激しく燃え盛る絶え間ない火を投げ入れ、テティスの度を越した祈りをすべて成就させるためであった。
τὸ γὰρ μένε μητίετα Ζεὺς §15.600νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
思慮深いゼウスは、燃え盛る船の光を自らの目で見るのを待っていたのである。
§15.601ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν §15.602θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
なぜなら、まさにその時点から、彼はトロイア人を船から押し戻し、ダナオス人に栄光を授けるつもりであったからである。
§15.603τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν §15.604Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
このようなことを考えつつ、彼はうつろな船に向かってプリアモスの息子ヘクトルを奮起させた、彼自身がすでに極めて熱望していたというのに。
§15.605μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ §15.606οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
彼は猛り狂った、まるで槍を振るうアレスか、あるいは破滅的な火が山々で、深い森の茂みの中で猛り狂うかのように。
§15.607ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε §15.608λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
彼の口の周りには泡が立ち、彼の両目は険しい眉の下で輝き、頭には兜が…

語釈・文法注

  1. 15.544ἐεισάσθην — 動詞 `ἐείσατο`(突進した、急いだ)の三人称双数・直説法アオリスト中動態。ここでは文脈上、直前でドロプスを討ち倒したメゲスとメネラオスの二人を指し、彼らが剥ぎ取りのために駆け寄ったことを示す。
  2. 15.571βάλοισθα — 二人称単数の接尾辞 `-σθα` を伴う希求法(optative)能動態。独立節で用いられ、接続詞 `εἴ` とともに「〜してくれたらよいのだが」という強い願望や促しを表現する。
  3. 15.599μένε — 動詞 `μίμνω`(あるいは `μένω`)の未完了過去三人称単数。名詞 `μένος`(怒り、力)と同形に見えるが、ここでは「待っていた」という動詞であり、次の行の不定詞 `ἰδέσθαι`(見ることを)を目的語的に従えている。

この箇所を引用する

ホメロス, イリアス §15.542-15.608. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:15.542-15.608

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。