Humanitext Reader

ホメロス · イリアス §13.768-13.837

パリスとヘクトルの対話とアイアスとの舌戦

121 / 226 箇所 · ギリシア語

要旨

ヘクトルはアレクサンドロスに他の将領たちの安否を厳しく問う。アレクサンドロスは彼らの生死を告げつつ自身の闘志を示し、両軍は凄まじい勢いで激突する。アイアスとヘクトルの間で激しい舌戦が交わされ、双方の軍勢が時の声を上げる。

§13.768ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
近くに立ち、ヘクトルは侮蔑的な言葉で語りかけた。
§13.769Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ §13.770ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος §13.771Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
「悪しきパリスよ、姿ばかりは優れ、女に狂い、人を欺く者よ、デイポボスや、ヘレノス王の武勇はどこにいるのか、アジアスの子アダマス、そしてヒュルタコスの子アシオスは?
§13.772ποῦ δέ τοι Ὀθρυονεύς;
オトリュオネウスはどこにいるのか。
νῦν ὤλετο πᾶσα κατʼ ἄκρης §13.773Ἴλιος αἰπεινή·
今や、険しきイリオスのすべてが頂から滅び去った。
νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
今やそなたには、険しき破滅が確実なものとなった。
§13.774τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
」神のようなアレクサンドロスが、彼に答えて言った。
§13.775Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, §13.776ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
「ヘクトルよ、そなたの心は罪なき者を咎めることを好むが、私は他の時ならばともかく、今戦いから身を引くようなことはないはずだ。
§13.777μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
母も私を全くの意気地なしとして産んだのではないからだ。
§13.778ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, §13.779ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι §13.780νωλεμέως·
そなたが船の傍らで、戦友たちを率いて戦いを呼び起こして以来、私たちはここに踏みとどまり、ダナオス人たちと絶え間なく交戦している。
ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
そなたが尋ねる戦友たちは皆、討ち死にしたのだ。
§13.781οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος §13.782οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν §13.783ἀμφοτέρω κατὰ χεῖρα·
ただデイポボスと、ヘレノス王の武勇の二人だけが、長い槍で腕を突かれて退いていった。
φόνον δʼ ἤμυνε Κρονίων.
クロノスの子が彼らの死を阻んでくださったのだ。
§13.784νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
さあ、今はそなたの心と胸が命ずるままに、どこへでも率いていくがよい。
§13.785ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
私たちは熱意を抱いてともに従おう。
§13.786ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
力の及ぶ限り、私たちが闘志を欠くようなことはない。
§13.787πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
力以上の戦いは、いかに戦おうと望んでもできぬのだから。
§13.788ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
」英雄はこう語って、兄弟の心を変えさせた。
§13.789βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν §13.790ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα §13.791Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην §13.792Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
二人は、戦いと戦闘の叫びが最も激しい場所へと進んでいった、ケブリオネスや、非の打ちどころなきプーリュダマスの周囲、パルケスや、オルタイオス、神のようなポリュペテス、パルミュス、アスカニオス、そしてヒッポティオンの息子モリュスらのところへ。
§13.793οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ §13.794ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
彼らは交代の戦士として、肥沃なアスカニアから昨日の朝に到着したばかりであったが、そのときゼウスが彼らを戦いへと駆り立てられた。
§13.795οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
彼らは荒れ狂う風の突風のごとく進んだ。
§13.796ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, §13.797θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ §13.798κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης §13.799κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
それは父なるゼウスの雷鳴の下で地上へと吹き降り、ものすごい轟音とともに海に混ざり合い、その中では多くの沸き立つ波が、鳴り響く海原において、白く泡立ち、盛り上がり、次から次へと押し寄せる。
§13.800ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, §13.801χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
そのように、トロイア人もまた、ある者は前に固まり、またある者はその後に続き、青銅をきらめかせながら、将領たちとともに従った。
§13.802Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ §13.803Πριαμίδης·
先頭を進むのは、人間を破滅させるアレスのごときヘクトル、プリアモスの息子であった。
πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην §13.804ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός· §13.805ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
前面には、あらゆる方向に均等な、幾重もの牛皮で厚く作られ、多くの青銅が打ち付けられた盾を構え、こめかみの周りでは、光り輝く兜が揺れていた。
§13.806πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, §13.807εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
彼は前進しながら、いたるところで敵の隊列を試した、盾の陰から進み出る彼に、敵が道を譲るかどうかを。
§13.808ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
しかし、アカイア人の胸の中の闘志を挫くことはできなかった。
§13.809Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
アイアスが、大股に歩み出ながら、最初に挑戦の声を上げた。
§13.810δαιμόνιε σχεδὸν ἐλθέ·
「奇妙な男よ、近くへ来い。
τί ἢ δειδίσσεαι αὔτως §13.811Ἀργείους;
なぜそなたは、むやみにアルゴス人を脅そうとするのか。
οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
私たちは戦いを知らぬわけではない。
§13.812ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
ただ、ゼウスの悪しき鞭によって、私たちアカイア人は打ちひしがれているのだ。
§13.813ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν §13.814νῆας·
まことに、そなたの心はわが船を略奪することを望んでいるのだろう。
ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
だが、私たちにも防ぐための手がすぐにあるのだ。
§13.815ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ §13.816χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
むしろ、人々が住まうそなたたちの都市が、私たちの手によって陥落し、略奪される方がはるかに早かろう。
§13.817σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων §13.818ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι §13.819θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
そなた自身についても、逃亡の途中で、父なるゼウスや他の不死なる神々に、自分の美しい鬣の馬たちが鷹よりも速くあるようにと祈ることになると私は言う。
§13.820οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
その馬たちが、平原に塵を舞い上げながら、そなたを都市へと連れ帰るのだ。
§13.821ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
」彼がこのように語ったとき、右手に鳥が飛び立った。
§13.822αἰετὸς ὑψιπέτης·
高く飛ぶ鷲である。
ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν §13.823θάρσυνος οἰωνῷ·
アカイア人の人々は、その吉兆に勇気づけられて歓声を上げた。
ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
これに対し、輝かしいヘクトルが答えた。
§13.824Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
「言葉を過る大言壮語のアイアスよ、何ということを言うのだ。
§13.825εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο §13.826εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, §13.827τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, §13.828ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
私が、アイギスを持つゼウスの子として永久にあり続け、尊きヘラが私を産み、アテナやアポロンのように崇められる存在になれるならよいが、今日という日は、すべてのアルゴス人に災厄をもたらす。
§13.829πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς §13.830μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
そなたもその中で討ち取られるだろう、もしそなたに私の長い槍を待ち受ける勇気があるなら。
§13.831δάψει·
その槍がそなたの百合のような肌を引き裂くだろう。
ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς §13.832δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
そうしてそなたは、アカイア人の船の傍らに倒れ、その脂身と肉でトロイアの犬や鳥たちを飽かせることになるのだ。
§13.833ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο §13.834ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
」彼はこう叫んで先頭に立ち、彼らはものすごい歓声を上げながらともに従い、後方の軍勢も大声で叫んだ。
§13.835Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο §13.836ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
一方、アルゴス人も反対側から大声を上げ、闘志を忘れることなく、トロイアの襲いかかる勇士たちを待ち受けた。
§13.837ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
双方の叫び声はアイテルに達し、ゼウスの光輝へと届いた。

語釈・文法注

  1. 13.776ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω — 不定詞 ἐρωῆσαι を伴う μέλλω はここでは「〜しがちである、〜する可能性が高い」の意。これに比較の副詞 μᾶλλον「むしろ、よりいっそう」と「他のいかなる時」を意味する ἄλλοτε δή ποτε が加わることで、「他の時であれば今よりもいっそう戦いから身を引きがちであったろうが、(今は全くそのつもりはない)」という含意を表す。
  2. 13.815ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ ... ἁλοῦσά τε περθομένη τε — 助動詞 κε(ἄν)を伴う3人称単数希求法 φθαίη と、それに係る分詞 ἁλοῦσά τε περθομένη τε からなる構文。動詞 φθάνω は分詞を伴って「他の何よりも先んじて〜する」という意味を表し、ここでは「(そなたたちが船を略奪するよりも)はるかに先立って、そなたたちの都市が陥落し略奪されることになるだろう」という潜在希求(可能性)を表している。
  3. 13.825εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς ... εἴην ..., ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει ... — 願望を表す接続詞 εἰ γάρ に導かれる希求法(εἴην, τιοίμην)による願望文。これに対し、接続詞 ὡς に導かれる直説法現在(φέρει)の節が対比として置かれている。これは誓言や強い確信の表現で用いられる定型的な比較構文であり、「今日という日がアカイア人に破滅をもたらすのが確実であるのと同様に確実に、私が神の子になれればよいのだが」という、実現不可能な願望と厳然たる事実を対比させることで、後者の確実性を強調している。

この箇所を引用する

ホメロス, イリアス §13.768-13.837. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.768-13.837

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。