§13.628νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι §13.629πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
「だが、今やまたお前たちは、海を行く船において」「滅びをもたらす火を放ち、英雄たるアカイア人どもを皆殺しにしようと望んでいる。
§13.630ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
」「しかし、いかに戦闘を急ごうとも、お前たちは必ずやどこかで引き止められるであろう。
§13.631Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
」「父なるゼウスよ、まこと人々はあなたこそ他の人間や神々を超えて思慮に秀でておられると言う。
§13.632ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
」「それなのに、これらすべてのことは、あなたから発しているのではないか。
§13.633οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
」「なんとあなたは、あの不実極まりないトロイア人どもを優遇されることか!
§13.634Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται §13.635φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
」「彼らの怒気は常に不当であり、誰もが」「等しく皆に災いをもたらす戦争の闘争に飽くことを知らぬのだ。
§13.636πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος §13.637μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, §13.638τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι §13.639ἢ πολέμου·
」「すべてのものには、眠りにも愛欲にも、」「甘美な歌や素晴らしい舞踏にも飽き足ることがあり、」「人は戦争よりもむしろ、それらにおいて欲望を満たすことを願うものだ。
Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
」「しかし、トロイア人どもは戦いに飽くことを知らない。
§13.640ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα §13.641συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, §13.642αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
」卓越したメネラオスはそう語ると、死体から血に染まった武具を剥ぎ取って味方に与え、自らは再び前線へ戻り、戦う者たちの中に身を投じた。
§13.643ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
そこへ、ピュライメネス王の息子ハルパリオンが躍りかかってきた。
§13.644Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων §13.645ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
彼は、愛する父に従って戦うためにトロイアへとやって来たが、再び祖国の地に帰ることはなかった。
§13.646ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ §13.647ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
彼は間近からアトレウスの子の盾の中央を槍で突いたが、青銅の槍を突き通すことはできなかった。
§13.648ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων §13.649πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
彼は死を避けて味方の群れの中へと退き、誰かが自分の体に青銅の槍を突き刺さぬかと、四方を油断なく見回した。
しかし、立ち去ろうとする彼に、メリオネスが青銅の矢を放ち、右の臀部を射抜いた。
αὐτὰρ ὀϊστὸς §13.652ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
矢は骨の下を通って、膀胱をまっすぐに貫通した。
§13.653ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
彼はその場で、愛する友らの腕に抱かれながら、息を引き取った。
ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
黒い血が流れ出て、大地を濡らした。
§13.656τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, §13.657ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
気高きパフラゴニア人たちが彼の周りに集まり、戦車に乗せて、悲しみつつ聖なるイリオスへと運んでいった。
§13.658ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, §13.659ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
彼らのうち、父親も涙を流しながら共に行ったが、死んだ息子に対する償いは何もなされなかった。
§13.660τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
パリスは彼が殺されたことにひどく憤慨した。
§13.661ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
なぜなら、多くのパフラゴニア人の間で、彼はパリスの客人であったからだ。
§13.662τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
彼のためにパリスは怒り、青銅の矢を放った。
§13.663ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
予言者ポリュイドスの息子に、エウケノルという者がいた。
§13.664ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, §13.665ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
彼は富裕で、かつ優れた男であり、コリントスに居を構えていたが、恐ろしい死の運命をよく知りながら、船に乗り込んだのだ。
§13.666πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
というのも、老いたる優れたポリュイドスが、彼に度々こう告げていたからだ。
§13.667νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, §13.668ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
自らの邸宅で、苦痛に満ちた病によって死ぬか、あるいはアカイア人たちの船に従って、トロイア人たちに打ち負かされるかであると。
§13.669τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν §13.670νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
それゆえ、彼はアカイア人たちからの重い罰金をも、忌まわしい病をも避け、心に苦痛を受けぬようにしたのだ。
§13.671τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος·
パリスは彼の顎と耳の下を射た。
ὦκα δὲ θυμὸς §13.672ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
速やかに命は体から去り、忌まわしい暗闇が彼を包んだ。
§13.673ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
そのように彼らは、燃え盛る火のようになって戦っていた。
§13.674Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη §13.675ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο §13.676λαοὶ ὑπʼ Ἀργείων.
しかし、ゼウスに愛されたるヘクトルは何も知らされず、気づいてもいなかった、船の左翼において、自分の部下たちがアルゴス人たちによって切り倒されていることを。
τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν §13.677ἔπλετο·
やがて、アカイア人の側に栄光がもたらされたかもしれない。
τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος §13.678ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
それほどに、大地を抱き、大地を揺るがす神が、アルゴス人を励まし、自らも力をもって彼らを助けていたからだ。
§13.679ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο §13.680ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
しかし、ヘクトルは最初に門と壁を飛び越え、ダナオス人の盾を持つ堅固な隊列を打ち破った場所に、留まっていた。
そこにはアイアスとプロテシラオスの船が、白波立つ海の岸辺に引き揚げられていた。
αὐτὰρ ὕπερθε §13.683τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα §13.684ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
その上方には、最も低い壁が築かれており、そこではとりわけ、戦士たちも馬たちも、激しい戦闘に巻き込まれていた。
§13.685ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες §13.686Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ §13.687σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο §13.688ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
そこではボイオティア人と、裾の長い衣を着たイオニア人、ロクリス人、プティア人、そして輝かしいエペイオス人たちが、必死に立ち向かって船を守り、火のような輝きを放つ高貴なヘクトルを、自分たちから押し戻すことはできなかった。
§13.689οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν §13.690ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο §13.691Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς·
アテナイ人の精鋭たちもいたが、彼らの間では、ペテオスの子メネステウスが指揮を執り、彼に付き従ってペイダス、スティキオス、そして優れたビアスがいた。
αὐτὰρ Ἐπειῶν §13.692Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, §13.693πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
エペイオス人の中では、プレウスの子メゲス、アンピオン、ドラキオスが指揮を執り、プティア人の先頭には、メドンと、戦いに不屈のポダルケスが立っていた。
まことに、このメドンは、神のごときオイレウスの庶子であり、アイアスの兄弟であった。
αὐτὰρ ἔναιεν
しかし彼は、