§1οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν εἰργασμένον ἢ τῶν ἄλλων τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ πλουτεῖτε, λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ δόσιν ἀλλʼ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ τεχνικώτερον αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν·
ニコクレスよ、あなた方王たちに衣服や、加工された青銅や黄金、あるいはそれ以外のその種の手持ちの財産で、自分たちには欠けているがあなた方は豊かに持っているものをもたらすことを習慣としている者たちは、私には、贈り物をしているのではなく商売をしており、小売り商いをしていると公言している者たちよりもはるかに巧妙にそれらを売っていることが、あまりにも明らかであるように思われた。
§2ἡγησάμην δʼ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ τίνων ἀπεχόμενος ἄριστʼ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν διοικοίης.
しかし、どのような営みを目指し、どのような営みを避けることによって、あなたが国家と王国の双方を最も良く治めることができるかを、もし私が規定できるならば、これこそが最も美しく、最も有益であり、私があたえ、あなたが受け取るのに最もふさわしい贈り物になるであろうと考えました。
τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλʼ ἀναγκάζεσθαι περὶ τοῦ βίου καθʼ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι,
というのも、一般の市民たちを教育するものは多くあり、とりわけ、贅沢をせず、日々の生活のために毎日思い悩むことを強制されることがそれである。
§3ἔπειθʼ οἱ νόμοι καθʼ οὓς ἕκαστοι πολιτευόμενοι τυγχάνουσιν, ἔτι δʼ ἡ παρρησία καὶ τὸ φανερῶς ἐξεῖναι τοῖς τε φίλοις ἐπιπλῆξαι καὶ τοῖς ἐχθροῖς ἐπιθέσθαι ταῖς ἀλλήλων ἁμαρτίαις·
次に、それぞれの人がそれに従って市民生活を送っている法律、さらには、言論の自由や、友人を公然と非難したり、敵に対してお互いの過ちを攻撃したりすることが許されていること。
πρὸς δὲ τούτοις καὶ τῶν ποιητῶν τινες τῶν προγεγενημένων ὑποθήκας ὡς χρὴ ζῆν καταλελοίπασιν·
これらに加えて、先代の詩人たちの中には、どのように生きるべきかについての訓戒を残している者もいる。
ὥστʼ ἐξ ἁπάντων τούτων εἰκὸς αὐτοὺς βελτίους γίγνεσθαι.
したがって、これらすべてのことから、彼らがより善くなるのは自然なことである。
§4τοῖς δὲ τυράννοις οὐδὲν ὑπάρχει τοιοῦτον, ἀλλʼ οὓς ἔδει παιδεύεσθαι μᾶλλον τῶν ἄλλων, ἐπειδὰν εἰς τὴν ἀρχὴν καταστῶσιν, ἀνουθέτητοι διατελοῦσιν·
しかし僣主たちにはそのようなものは何一つ存在せず、他者よりもいっそう教育されるべきである彼らが、支配の座に就くと、忠告を受けることのないまま過ごすことになる。
οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀνθρώπων αὐτοῖς οὐ πλησιάζουσιν, οἱ δὲ συνόντες πρὸς χάριν ὁμιλοῦσι.
なぜなら、人々の大半は彼らに近づかず、共にいる者たちも気に入られようと付き合うからである。
καὶ γὰρ τοι κύριοι γιγνόμενοι καὶ χρημάτων πλείστων καὶ πραγμάτων μεγίστων, διὰ τὸ μὴ καλῶς χρῆσθαι ταύταις ταῖς ἀφορμαῖς πεποιήκασιν ὥστε πολλοὺς ἀμφισβητεῖν, πότερόν ἐστιν ἄξιον ἑλέσθαι τὸν βίον τὸν τῶν ἰδιωτευόντων μὲν ἐπιεικῶς δὲ πραττόντων, ἢ τὸν τῶν τυραννευόντων.
そして、実に彼らは、最大の富と最大の権力を手中に収めながらも、これらの手だてを適切に用いないがために、多くの人々をして、人並みの暮らしをしている一般市民の生活と、僣主として支配する者の生活のどちらを選ぶ価値があるのかと議論させるに至っているのである。
§5ὅταν μὲν γὰρ ἀποβλέψωσιν εἰς τὰς τιμὰς καὶ τοὺς πλούτους καὶ τὰς δυναστείας, ἰσοθέους ἅπαντες νομίζουσι τοὺς ἐν ταῖς μοναρχίαις ὄντας· ἐπειδὰν δʼ ἐνθυμηθῶσι τοὺς φόβους καὶ τοὺς κινδύνους, καὶ διεξιόντες ὁρῶσι τοὺς μὲν ὑφʼ ὧν ἥκιστα χρῆν διεφθαρμένους, τοὺς δʼ εἰς τοὺς οἰκειοτάτους ἐξαμαρτεῖν ἠναγκασμένους, τοῖς δʼ ἀμφότερα ταῦτα συμβεβηκότα, πάλιν ὁπωσοῦν ζῆν ἡγοῦνται λυσιτελεῖν μᾶλλον ἢ μετὰ τοιούτων συμφορῶν ἁπάσης τῆς Ἀσίας βασιλεύειν.
なぜなら、名誉や富や権力に目を向けるときには、誰もが君主制のもとにある者たちを神に等しいとみなすが、その恐れや危険に思いを馳せ、また歴史をたどって、ある者は最も予期せぬ人々によって滅ぼされ、ある者は最も親しい身内に対して過ちを犯すよう強制され、またある者にはこれら両方のことが起こっているのを目にするときには、今度は、そのような不運を伴って全アジアを支配するよりも、どのようにであれ生きている方がはるかに有益であると考えるからである。
§6ταύτης δὲ τῆς ἀνωμαλίας καὶ τῆς ταραχῆς αἴτιόν ἐστιν, ὅτι τὴν βασιλείαν ὥσπερ ἱερωσύνην παντὸς ἀνδρὸς εἶναι νομίζουσιν, ὃ τῶν ἀνθρωπίνων πραγμάτων μέγιστόν ἐστι καὶ πλείστης προνοίας δεόμενον.
この不均衡と混乱の原因は、人間事の中で最大であり、最も多くの配慮を必要とするものである王位を、まるで神職であるかのように、誰にでもできるものと見なしていることにある。
καθʼ ἑκάστην μὲν οὖν τὴν πρᾶξιν, ἐξ ὧν ἄν τις μάλιστα δύναιτο κατὰ τρόπον διοικεῖν καὶ τὰ μὲν ἀγαθὰ διαφυλάττειν τὰς δὲ συμφορὰς διαφεύγειν, τῶν ἀεὶ παρόντων ἔργον ἐστὶ συμβουλεύειν·
したがって、それぞれの具体的な行為において、それによって人が最も適切に統治し、善いものを守り、不幸を避けることができるような個別の判断については、常にその場に仕えている者たちの役目として助言することである。
καθʼ ὅλων δὲ τῶν ἐπιτηδευμάτων, ὧν χρὴ στοχάζεσθαι καὶ περὶ ἃ δεῖ διατρίβειν, ἐγὼ πειράσομαι διελθεῖν.
しかし、目指すべきすべての営み、また時間を費やすべきことについて、その全般的な方針を、私は説明することを試みる。
§7εἰ μὲν οὖν ἔσται τὸ δῶρον ἐξεργασθὲν ἄξιον τῆς ὑποθέσεως, χαλεπὸν ἀπὸ τῆς ἀρχῆς συνιδεῖν·
したがって、この贈り物が完成したときにその主題にふさわしいものになるかどうかは、最初から見極めるのは困難である。
πολλὰ γὰρ καὶ τῶν μετὰ μέτρου ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων ἔτι μὲν ἐν ταῖς διανοίαις ὄντα τῶν συντιθέντων μεγάλας τὰς προσδοκίας παρέσχεν, ἐπιτελεσθέντα δὲ καὶ τοῖς ἄλλοις ἐπιδειχθέντα πολὺ καταδεεστέραν τὴν δόξαν τῆς ἐλπίδος ἔλαβεν.
なぜなら、韻律を持つ詩作品も、散文の著作も、その多くがまだそれらを創る者の頭の中にあるときには大きな期待を抱かせるが、完成されて他人に示されると、期待よりもはるかに劣る評価しか得られないからである。
§8οὐ μὴν ἀλλὰ τό γʼ ἐπιχείρημα καλῶς ἔχει, τὸ ζητεῖν τὰ παραλελειμμένα καὶ νομοθετεῖν ταῖς μοναρχίαις·
とはいえ、見落とされてきたものを探求し、君主たちのために規範を定めるという試みそれ自体は素晴らしいものである。
οἱ μὲν γὰρ τοὺς ἰδιώτας παιδεύοντες ἐκείνους μόνον ὠφελοῦσιν· εἰ δέ τις τοὺς κρατοῦντας τοῦ πλήθους ἐπʼ ἀρετὴν προτρέψειεν, ἀμφοτέρους ἂν ὀνήσειε, καὶ τοὺς τὰς δυναστείας ἔχοντας καὶ τοὺς ὑπʼ αὐτοῖς ὄντας·
というのも、一般の個人を教育する者たちはその人々だけを益するが、もし誰かが大衆を支配する者を徳へと促すならば、権力を持つ者と彼らの支配下にある者の双方を益することになるからである。
τοῖς μὲν γὰρ ἂν τὰς ἀρχὰς ἀσφαλεστέρας, τοῖς δὲ τὰς πολιτείας πραοτέρας ποιήσειεν.
すなわち、支配者にとっては支配をより安全にし、民衆にとっては国制をより穏やかなものにするであろうからだ。