← ステパノス(『弁論術』注解者)

アリストテレス『弁論術』注解

§306.16-308.17

神話的トポスと修辞学の三分法

第2巻第23章の神話的トポス(テーセウスやディオスクロイによる略奪、レウコテアー伝承)を解説し、続く第24章の結合・分割の虚偽および見かけの蓋然性を論じた後、第3巻第1章冒頭における修辞学の三分(思考・語法・配置)の区分を概説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.23

23. [1397 b 20] Καὶ ὅτι εἰ μὴ Θησεὺς ἠδίκησεν. ὄπισθεν εἴρηται τοῦτο εἰς τὸν τέταρτον τόπον. ἡρπάγη γὰρ πρὸ τοῦ Ἀλεξάνδρου ἡ Ἑλένη ὑπὸ Θησέως, Ἕλληνος σώφρονος καὶ μεγάλου, υἱοῦ Αἰγέως τῷ φαινομένῳ, τῇ δ’ ἀληθείᾳ Ποσειδῶνος, οὔπω μὲν ἀκμάζουσα, εἴδει δὲ τῶν ἄλλων ἀκμάζουσα.1 εἰς Ἄφιδναν δὲ πόλιν τῆς Ἀττικῆς ταύτην ἐκόμισε παραθέμενος τὴν κόρην Αἴθρᾳ, τῇ Πιτθέως μὲν θυγατρί, μητρὶ δὲ ἑαυτοῦ· ὅτε καὶ οἱ Διόσκουροι λαφυραγωγοῦσι τὰς Ἀθήνας μὴ τυχόντες Θησέως, αἰχμαλωτίζουσι δὲ καὶ Αἴθραν τὴν αὐτοῦ μητέρα. [1397 b 21] Καὶ εἰ μὴ Τυνδαρίδαι, οὐδ’ Ἀλέξανδρος. Τυνδάρεως καὶ Ἀφαρεὺς καὶ Λεύκιππος ἀδελφοί. ὁ δὲ Λεύκιππος εἶχε θυγατέρας δύο, Φοίβην καὶ Ἱλάειραν, ἃς οἱ Διόσκουροι ἔτι παρθένους οὔσας ἐξήρπασαν. εἰ γοῦν μὴ οἱ Τυνδαρίδαι πρῶτοι περὶ τὰς ἐξαδέλφας αὐτῶν ἐμάνησαν, οὐδ’ ἂν Ἀλέξανδρος περὶ τὴν αὐτῶν ἀδελφήν. οὕτως ἐν τῷ γάμμα τὸ λεξικὸν τοῦ Ὁμήρου λέγει, εἰ καὶ ὁ Λυκόφρων ἄλλως λέγει περί τε τούτων ἀλλὰ καὶ περὶ τῶν τοῦ Ἀφαρέως υἱῶν, Ἴδου καὶ Λυγκέως. [1400 b 6] Περὶ δὲ τῆς Λευκοθέας τῆς ἐν τῷ κϛʹ τόπῳ μάνθανε, ὅτι ἡ Ἰνὼ Κάδμου θυγάτηρ ἦν, ἡ καὶ Λευκοθέα, ἢ καὶ Νηρηὶς γέγονε· περὶ ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ ‘‘ἡ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς’’ καὶ Πίνδαρος ἐν τῷ ἐπινίκῳ Θήρωνος Ἀκραγαντίνου.

23. 「また、もしテーセウスが不正を行わなかったとすれば」。これは前に第4のトポスにおいて語られた。アレクサンドロスに先立って、ヘレネーは節度ある偉大なギリシア人テーセウス――見かけ上はアイゲウスの、実際にはポセイドーンの息子――によって強奪されたからである。彼女はそのときまだ[年齢の]全盛期ではなかったが、美しさにおいて他を抜きん出ていた。そして彼はアッティカの町アピドナへ彼女を連れて行き、ピッテウスの娘にして自身の母であるアイトラーのもとにその乙女を預けた。そのときディオスクロイはテーセウスを捕らえられず、アテナイを略奪し、彼の母アイトラーをも捕虜としたのである。 「また、もしテュンダレオスの息子たちが[行わなかったなら]、アレクサンドロスも[行わなかった]」。テュンダレオースとアパレウスとレウキッポスは兄弟であった。そしてレウキッポスにはポイベーとヒラエイラという二人の娘がおり、彼女たちがまだ処女であったときにディオスクロイが強奪した。したがって、もしテュンダレオスの息子たちが自分たちの従姉妹たちにまず狂乱しなかったなら、アレクサンドロスも彼らの姉妹について狂乱しなかったであろう。ホメーロスの辞書のガンマの項でそのように述べられている。リュコプローンは彼女たちについても、またアパレウスの息子たちであるイーダースとリュンケウスについても異なって語っているとしてもである。 第26のトポスにおけるレウコテアーについては、イノーはカドモスの娘であり、彼女はレウコテアーとも呼ばれ、ネーレーイスとなったことを知れ。彼女についてホメーロスも『オデュッセイア』において「かつては人の言葉を話す定命の者であったが、いまは海の深みにおいて神々の栄誉にあずかっている」と述べ、ピンダロスもアクラガスのテローンへの祝勝歌において述べている。

§2.24

​24. [1401 a 33] Πάλιν τὸ Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσεν, ὅμοιον εἴ τις εἴπῃ, ὅτι ὁ ὦμος ἑκατὸν μεδίμνους ἐβάστασεν· οὐ γὰρ ἅμα, ἀλλὰ διῃρημένως ἀνὰ τέσσαρας ἢ ἀνὰ τρεῖς. τὸ δὲ σόφισμα γέγονε παρὰ τὴν σύνθεσιν. [1401 b 11] Οὗτοι γὰρ διὰ τὸν ἐπ’ ἀλλήλοις πόθον ὁμονοήσαντες ἀπέκτειναν τὸν τύραννον Ἵππαρχον. [1402 a 10] Εἰκός ἐστι πολλάκις καὶ τὸ μὴ εἰκὸς γίνεσθαι· οἷον τὸ μισεῖν τοὺς κακῶς πεπονθότας τὸν κακῶς ποιήσαντα εἰκός, ἀλλὰ πολλάκις ὁ κακῶς παθὼν ἀγαπᾷ τὸν κακῶς ποιήσαντα· ‘ἀγαπᾶτε’ γάρ φησι τὸ λόγιον ‘τοὺς κακῶς ποιήσαντας ὑμᾶς’. πολλάκις οὖν (ὑπὸ τοῦ ἐναρέτου δηλαδή) καὶ τὸ μὴ εἰκὸς γίνεσθαι γίνεται· τὸ δὲ μὴ εἰκὸς παρὰ τὸ εἰκός· τὸ παρὰ τὸ εἰκὸς ἄρα εἰκός, ἀλλὰ πῇ καὶ ποτέ, οὐ μὴν ἁπλῶς· εἰ γὰρ τὰ πλεονάκις οὕτω, τοῦτ’ ἔστιν εἰκὸς μᾶλλον· οἷον εἴ τις εἴπῃ ‘εἰκὸς τὸν εὖ παθόντα μισεῖν τὸν εὖ ποιήσαντα’, εἰπὲ ‘οὐκ εἰκὸς τοῦτο, ὃ λέγεις σύ, ἀλλὰ μᾶλλον, ὃ λέγω ἐγώ, ἐκεῖνό ἐστιν εἰκὸς τὸ τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ ποιήσαντα·2 διότι καὶ τῷ χρόνῳ τῷ μακρῷ οὕτως ὃ λέγω γίνεται, ἀλλὰ καὶ ἡ φύσις αὐτοῦ τοῦ πράγματος αὐτὸ ὅ φημι ἀπαιτεῖ’. Γ 1. [1403 b 6] Ἐπεὶ δὲ τρία ἐστίν. ἓν μὲν ἐδιδάχθημεν κεφάλαιον τὸ περὶ γνωμῶν, ἐνθυμημάτων, παραδειγμάτων καὶ ἁπλῶς εἰπεῖν, περὶ ὧν ἐμάθομεν ἐν ταῖς ἰδέαις τῆς Ἑρμογένους ῥητορικῆς ἐννοιῶν· ἃς ἐννοίας ὧδε ὁ Ἀριστοτέλης περὶ τὴν διάνοιαν κέκληκε· τὰ δὲ λοιπὰ δύο ἐν τῷ τρίτῳ βιβλίῳ διδαχθησόμεθα, ἅ ἐστι περὶ λέξεως. τοῦτο δεύτερον κεφάλαιον, καὶ τρίτον τὸ περὶ τάξεως, ὃ ἔοικε τῇ παρὰ Ἑρμογένει μεθόδῳ.

​24. 「またトラシュブーロスに対するポリュクラテースの言、すなわち彼が三十人の僭主を倒したということ」。これは、肩が百メディムノスを運んだと誰かが言うようなものである。一挙にではなく、四つずつ、あるいは三つずつ分割して運んだからである。そしてこの虚偽は結合に基づいて生じた。 彼らは互いへの思慕ゆえに心を一つにして、僭主ヒッパルコスを殺害したからである。 「ありそうもないことも、しばしば生じることがありそうである」。例えば、悪しき扱いを受けた者たちが悪事をなした者を憎むのはありそうなことであるが、悪しき扱いを受けた者が悪事をなした者を愛することも往々にしてある。なぜなら「あなたたちを悪しく扱った者たちを愛せ」と聖句が言うからである。したがって(すなわち徳ある者によって)ありそうもないことが生じることも往々にして生じる。そしてありそうもないことは、ありそうなことの反対である。それゆえ、ありそうなことの反対もありそうなことであるが、ある点において、またあるときにおいてであって、決して端的にそうなのではない。より多くの場合にそうであるものこそ、よりありそうなことだからである。例えば、誰かが「善い扱いを受けた者が善をなした者を憎むのはありそうなことだ」と言うなら、「君の言うこのことはありそうなことではなく、むしろ私の言うこと、すなわち善い扱いを受けた者が善をなした者を愛することこそありそうなことである。なぜなら長い時間においても私の言うことが生じるし、事柄そのものの自然本性もまさに私の言うことを要求するからだ」と言え。 Γ 1. 「ところで三つの事柄があるゆえに」。我々は一つの主要論点、すなわち格言、エンテュメーマ、例証について、そして端的に言ってヘルモゲネスの弁論術の諸概念において学んだところの思考内容について教えられた。それらの思考内容をアリストテレスはここでは思考に関するものと呼んだのである。残りの二つについては第3巻において教えられることになるが、それは語法に関するものである。これが第二の主要論点であり、第三は配置に関するものであって、これはヘルモゲネスにおける方法に似ている。

構文注2 件
  1. 2.23εἴδει δὲ τῶν ἄλλων ἀκμάζουσα

    εἴδει は限定・観点の与格(「外見・容姿において」)であり、属格 τῶν ἄλλων は動詞 ἀκμάζω が持つ卓越・優越のニュアンスに伴う比較の属格として機能している。直前の「年齢的にまだ成熟していない(οὔπω μὲν ἀκμάζουσα)」との対比により、同一の分詞が前節では年齢の成熟を、後節では他者に抜きん出た美しさを指す構造となっている。

  2. 2.24τὸ τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ ποιήσαντα

    中性単数主格の冠詞 τὸ が導く対格不定詞句であり、主語が τὸν εὖ παθόντα、目的語が τὸν εὖ ποιήσαντα である。この句全体が、直前の指示代名詞 ἐκεῖνο(「あのこと」)の内容を同格として具体的に敷衍・開陳している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:306.16-308.17