← ステパノス(『弁論術』注解者)

アリストテレス『弁論術』注解

§286.1-287.6

告発に対する反論と不正行為の軽重の基準

アリストテレス『弁論術』第1巻第13章および第14章に対する注解であり、告発における行為の定義・数量・動機をめぐる反論の具体例と、意図の大小による不正行為・正義の軽重および成文律と不文律の比較が論じられている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.13

13. [1374 a 1] Ἐπίγραμμα λέγεται ἡ ἐπιτίτλωσις ἤγουν ἡ αἰτίασις καὶ ἡ κατηγορία. διὸ καὶ ὁ Πιλᾶτος, φασίν, ἔθηκε τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ἤγουν τὸ ἐπίγραμμα. [1374 a 2] Πολλάκις ὁμολογοῦμεν λαβεῖν τὰ βιβλία σου, ἀρνούμεθα δὲ τὴν αἰτίασιν, ἣν καθ’ ἡμῶν ἐνάγεις λέγων, ὅτι ταῦτα ἐκλέψαμεν· λέγομεν οὖν ‘τὰ βιβλία σου ἀνελαβόμην οὐχ ὡς κλέψας, ὡς σὺ λέγεις, ἀλλ’ ὡς ἐνέχυρα, ἐφ’ οἷς σε ἐδάνεισα’.1 ἢ πολλάκις τὴν μὲν αἰτίασιν καταδέχομαι, τὸ δὲ ποσὸν ἀρνοῦμαι, ὃ λέγεις· οἷον λέγω οὕτως ‘ἀληθῶς ὑφήρηκα νομίσματά σου, ἀλλὰ τρεῖς λίτρας μόνας, οὐ μὴν ὅσας σὺ λέγεις’, τὰς ἓξ δηλαδή. [1374 a 3] ‘συγγενέσθαι τῇ Ξανθίππῃ ταύτῃ ὁμολογῶ, ἀλλὰ νόμῳ πορνείας, οὐ μὴν μοιχείας· ἀπολελυμένην γὰρ αὐτὴν ὑπελάμβανον καὶ ἠγνόουν ἄνδρα ἔχειν τὸν Σωκράτην.’

13. 「碑文とは」、表題づけ、すなわち告発理由や告発のことである。それゆえピラトも、人々が言うには、彼(イエス)の告発理由を書かれたものとして、すなわち碑文として掲げたのである。 しばしば我々はあなたの書物を受け取ったことは認めるが、あなたが我々に対して提起し、これらを盗んだと言っている告発理由は否定する。そこで我々は「あなたの書物は、あなたが言うように盗んだ者としてではなく、あなたにお金を貸した際の担保として受け取ったのだ」と言う。あるいはしばしば、告発そのものは受け入れるが、あなたが言う分量を否定する。たとえばこのように言う。「確かに私はあなたの金銭を盗んだが、三リトラだけであり、決してあなたが言うような分量ではない」、すなわち六リトラではない、と。 「このクサンティッペと交わったことは認めるが、淫売の規定によるのであり、決して姦淫によるのではない。なぜなら私は彼女が離縁されていると思い込んでおり、ソクラテスを夫に持っているとは知らなかったからである。」

§1.14

​14. [1374 b 24] Ἀδίκημα μεῖζόν ἐστι τὸ ἀπὸ μείζονος ἀδικίας· ὁ γὰρ τρεῖς ὀβολοὺς κλέψας ἀπὸ τοῦ ἱεροῦ τί ἂν οὐκ ἐποίησε κακὸν οὗτος μέγα, εἰ ἠδύνατο; μέγα δὲ δικαίωμα ἐκ τοῦ ἐναντίου πάλιν ἐστὶ τὸ ἀπὸ μείζονος δικαιοσύνης· ἐναντίον γὰρ δικαιοσύνῃ ἀδικία· οἷον ἡ χήρα ἡ δοῦσα τῇ γάζῃ τρεῖς ὀβολοὺς ἢ τὰ δύο λεπτὰ μείζονα δικαιοσύνην ἐποίησεν· εἰ γὰρ δύο λεπτὰ ἔχουσα ταῦτα ἔδωκε τῷ θεῷ, πόσα ἂν καὶ ποῖα ἀναθήματα προσέφερεν, εἰ πολύολβος ἡ τοιαύτη ἦν καὶ βαθύπλουτος; [1374 b 27] Ἔστι δὲ ταῦτα ἐκ τοῦ ὑπερέχειν τῇ δυνάμει· εἰ γὰρ τὸ τριωβόλιον μικρόν ἐστι κατὰ τὴν περιγραφὴν καὶ τὸ ὑποκείμενον, ἀλλά γε τῇ δυνάμει τῆς φαύλης προαιρέσεως ὑπέρκειται· καὶ εἰ τὰ δύο λεπτὰ τῆς ἱερᾶς χήρας μικρά εἰσι τῷ σταθμῷ, ἀλλ’ ὑπερβάλλει τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ δυνάμει τῆς ἀρετῆς. [1375 a 1] Ἢ οὗ ὁ παθὼν ἐτίμησεν ἑαυτόν. τὸ ἐτίμησεν ἀντὶ τοῦ ἀπετιμήσατο νόει. [1375 a 15] Καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος πολλῷ μᾶλλον περὶ τὰ ἔγγραφα· ὁ γὰρ περὶ τὰ ἔθη, οἷς οὐκ ἔστι νόμος, φυλάττων μὴ παραβαίνειν τὰ δίκαια τὰ ἔθιμα πολλῷ μᾶλλον ἔσται δίκαιος περὶ τοὺς ἀναγκαστικοὺς νόμους, οὓς οὐ δεῖ τὸν φρονοῦντα παραβαίνειν· ἀμείνονος γὰρ (ἢ ἀνθρώπου ἢ ἔθνους ἀκουστέον) τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι,2 ὃ περὶ τοὺς νόμους ἐστίν, ἀλλὰ παρὰ τῇ ἑαυτοῦ ἐξουσίᾳ κεῖσθαι καὶ τῇ προαιρέσει ἀγαθὸν καὶ δίκαιον εἶναι, ὃ περὶ τὰ ἔθη φαίνεται. [1375 a 17] Ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα. ἀνώτερον μὲν ἔδειξε μᾶλλον δίκαιον εἶναι τὸν τὰ ἔθη φυλάττοντα· πολλῷ γὰρ μᾶλλον οὗτος φυλάξει τὰ τοῦ νόμου· νῦν ὧδε τοὐναντίον ἀπὸ τοῦ ἀδικεῖν ἐπιχειρεῖ· εἰ γὰρ περὶ τοὺς νόμους ἀδικεῖ μὴ φοβούμενος αὐτοὺς διὰ τὰ ἐπικείμενα ἐπιτίμια, πολλῷ μᾶλλον ἀδικήσει οὗτος περὶ τὰ ἄγραφα, οἷς οὐ κεῖνται ἐπιτίμια καὶ ποιναί.

​14. 「より大きな不正に由来する不正行為は、より大である。」なぜなら、神殿から三オボロスを盗んだ者は、もしできたなら、いかなる大きな悪事をなさなかったであろうか。反対により大きな正義に由来する正しい行いはまた大である。なぜなら正義に対して不正は反対だからである。たとえば宝物庫に三オボロスあるいは二レプタを捧げた寡婦は、より大きな正義を行った。なぜなら二レプタしか持たないのにこれを神に捧げたなら、もしそのような者が甚だ裕福で大富豪であったなら、どれほど多くの、またいかなる奉納物を捧げたであろうか。 「これらは潜在力において勝っていることによる。」なぜなら、三オボロス硬貨は外形および基体においては小さいが、悪しき意図の潜在力においては卓越しているからである。また神聖な寡婦の二レプタは目方においては小さいが、善き意図と徳の力において勝っている。 「あるいは、被害者が自ら[損害を]見積もったところのもの。」「見積もった」は「査定した」の意として理解せよ。 「また不文律に関して正しい者は、成文律に関してはるかに正しい。」なぜなら、法が存在しない慣習に関して、正当な慣行に違反しないよう守っている者は、分別ある者が違反してはならない強制的法律に関して、はるかに正しいであろうからである。というのも、(人間であれ民族であれ補って理解すべきだが)強制によって正しくあること(これは法律に関するものである)ではなく、自らの権能と意図に委ねられて善く正しくあること(これは慣習に関して現れるものである)が、より勝った者に属するからである。 「別の仕方では、成文律に反している場合。」上では慣習を守る者がより正しいと示した。なぜならこの者は法律の規定をはるかに守るであろうからである。今ここでは逆に、不正を行うことから論証を企てている。なぜなら、科される処罰のために法を恐れることもなく法律に関して不正を行うなら、この者は処罰や刑罰が定められていない不文律に関しては、はるかに不正を行うであろうからである。

構文注2 件
  1. 1.13ἐφ’ οἷς σε ἐδάνεισα

    前置詞 ἐπί が関係代名詞中性複数与格 οἷς を伴い、先行詞 ἐνέχυρα(担保)を承けて「〜を担保として(引き換えに)」という条件を示す。主節の動詞 ἐδάνεισα は二重対格(人+金銭)を取りうるため、ここでは「私があなたに[金銭を]貸した[その担保として]」という構造になっている。

  2. 1.14ἀμείνονος γὰρ (ἢ ἀνθρώπου ἢ ἔθνους ἀκουστέον) τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι

    ἀμείνονος は性質・帰属を表す述語的属格(所有の属格)であり、「より優れた者(注解者自ら補足するように、人または民族)に属する」の意。文の主語は定冠詞付き不定詞句である τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι ... ἀλλὰ ... εἶναι である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:286.1-287.6