← アレクサンドリアのステパノス

アリストテレス『命題論』注解

§25.20-26.28

命題の総数の算定と否定辞の付加位置

ステパノスは命題の総数が百四十四となる組み合わせの計算を完結させ、次いで第三の論点として、否定辞を命題のどの部分に付加すべきかを無規定命題・個別命題・量化命題に分けて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.0.1#2

πάλιν τῶν ιβ τούτων προτάσεων πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον γίνονται λς. σχέσεις δὲ λέγω τὰς τρεῖς ταύτας, ἐνδεχομένην ἀναγκαίαν καὶ ἀδύνατον. ταύτας δὲ τὰς σχέσεις ἐκάλεσαν οἱ παλαιοὶ ὕλας, οἷς τῆς τούτων ἐμέλησεν τεχνολογίας, διότι ὥσπερ ἡ ὕλη συναναφαίνεται τοῖς εἴδεσιν, οὕτως καὶ ἡ τοιάδε σχέσις συναναφαίνεται τῷ εἴδει τῶν προτάσεων. ἐν γὰρ τῷ λέγειν ‘Σωκράτης ἀναπνεῖ’ ἐσήμανέν μοι τὴν ἀναγκαίαν σχέσιν, ‘Σωκράτης βαδίζει’ τὴν ἐνδεχομένην, ‘Σωκράτης ἵπταται’ τὴν ἀδύνατον. ἐπὶ ταύτας οὖν τὰς τρεῖς σχέσεις τῶν ιβ τούτων πολυπλασιαζομένων γίνονται λς καταφάσεις. καὶ ἐπεὶ πάσῃ καταφάσει, ὡς προείρηται, ἀντίκειται ἀπόφασις, ἐξ ἀνάγκης ὅσαι καταφάσεις εἰσίν, τοσαῦται πάλιν ἀποφάσεις γίνονται· ὡς εἶναι πάσας τὰς προτάσεις οβ, ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. εἰ δὲ εἴη ἀόριστον τὸ ὑποκείμενον, τὸν αὐτὸν τρόπον. εἶπεν δὲ αὐτὸς ἀόριστον εἶναι ὄνομα τὸ οὐ Σωκράτης, τὸ οὐκ ἄνθρωπος. γίνονται τοίνυν κατὰ τὸν ὑποκείμενον δ καταφάσεις ‘οὐ Σωκράτης βαδίζει, οὐκ ἄνθρωπος βαδίζει, τὶς οὐκ ἄνθρωπος βαδίζει, πᾶς οὐκ ἄνθρωπος βαδίζει’. τούτων πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου καὶ πάλιν ἐπὶ τὴν τριπλόην τῆς ὕλης ὡσαύτως γίνονται λς καταφάσεις· δῆλον δὲ ὅτι καὶ τοσαῦται ἀποφάσεις. ὡς γίνεσθαι πάσας ὁμοῦ ρμδ προτάσεις τὰς ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένας. ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον. Τρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ἡμῖν εἰς ζήτησιν τὸ εἰπεῖν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν καταφάσεων τούτων, τίνι συνάπτοντες τὴν οὐ ἄρνησιν, ἆρά γε τῷ κατηγορουμένῳ ἢ τῷ ὑποκειμένῳ. ἐπὶ μὲν οὖν ἀπροσδιορίστων προτάσεων καὶ τῶν καθ’ ἕκαστα λέγομεν1 δεῖν συνάπτεσθαι τὴν οὐ ἄρνησιν τῷ κατηγορουμένῳ· πρῶτον μὲν ὅτι εἰ συνάψοιμεν τῷ ὑποκειμένῳ τὴν οὔ ἄρνησιν ἀλλὰ μὴ τῷ κατηγορουμένῳ, καταφάσεις γίνονται ἀόριστοι, ὡς εἴρηται· τὸ γὰρ οὐ ‘Σωκράτης βαδίζει’ ἓν μὲν ἀναιρεῖ, ἄπειρα δὲ εἰσάγει. δευτέραν δὲ λέγομεν αἰτίαν, ὅτι δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν· ἐν ταῖς τοιαύταις προτάσεσιν ἔχει τὸ κατηγορούμενον πρὸς τὸν σκοπὸν2 τοῦ εἰπόντος τὴν κατάφασιν. ἐκείνου γὰρ εἰπόντος ὅτι Σωκράτης βαδίζει θέλει ἀναιρεῖν οὐ τὸν Σωκράτην ἀλλὰ τὸ βαδίζει. καὶ ἐπεὶ τὸ κῦρος ἔχει τὸ κατηγορούμενον ἐν ταῖς τοιαύταις προτάσεσιν, ὡς δηλοῖ καὶ τὸ ὄνομα τῶν τοιούτων προτάσεων (κατηγορικαὶ γὰρ λέγονται προτάσεις ὡς ἐκ τοῦ κυριωτέρου μορίου τὴν προσηγορίαν λαβοῦσαι), δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὐ ἄρνησιν καὶ τὸ αὐτὸ ἀνελεῖν ὅπερ κατέφησεν ἡ κατάφασις. οὕτως γὰρ καὶ ἐπὶ τῆς ἀναιρέσεως τῶν ζῴων κατὰ τοῦ κυριωτέρου μορίου τὸ ξίφος ἐμβάλλομεν, ἵνα θᾶττον ἀναιρεθῇ τὸ ζῷον, οἷον τῇ καρδίᾳ ἢ τῷ ἥπατι ἢ τῷ ἐγκεφάλῳ τὸ ξίφος προσάγοντες ἀλλ’ οὐ χειρὶ ἢ ποδὶ καὶ τοῖς τοιούτοις. ἐπὶ δὲ τῶν προσδιωρισμένων προτάσεων λέγομεν ὅπερ ἄλλοι ἀπροσδιορίστως εἶπον, ὅτι πάντως τῷ κατηγορουμένῳ, οὐ καλῶς * * ἡμεῖς γὰρ λέγομεν πάλιν διὰ δύο αἰτίας ὅτι δεῖ τῷ προσδιορισμῷ συνάψαι τὴν οὐ ἄρνησιν· πρῶτον μὲν διὰ τὸ ἤδη εἰρημένον, ὅτι ὥσπερ ἐν ταῖς ἀπροσδιορίστοις καὶ ἐν ταῖς καθ’ ἕκαστα προτάσεσιν τὸ κῦρος τὸ κατηγορούμενον ἔχει, οὕτως καὶ ἐν ταῖς προσδιωρισμέναις προτάσεσιν ὁ προσδιορισμός· δεύτερον δέ, ὅτι εἰ μὴ συνάψωμεν τῷ προσδιορισμῷ τὴν οὐ ἄρνησιν, οὐ γίνονταί ποτε ἀντιφάσεις. οἷον ἐὰν εἴπω ‘πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος οὐ βαδίζει’, αἱ δύο συμψεύδονται, καὶ οὐκέτι ἀντίφασις τὸ τοιοῦτον ἀλλ’ ἐναντίαι προτάσεις.

再びこれら十二の命題が、述語の主語に対する関係の三分法に掛け合わされると、三十六になる。そして私が関係と呼ぶのは、可能、必然、不可能というこれら三つのものである。そしてこれら関係を論じることに心を配った昔の人々は、これら関係を質料と呼んだ。なぜなら、ちょうど質料が形相とともに現れ出るように、その種の関係も命題の形相とともに現れ出るからである。というのも、「ソクラテスは呼吸する」と言うことにおいては必然的な関係が私に表示され、「ソクラテスは歩く」においては可能な関係が、「ソクラテスは飛ぶ」においては不可能な関係が表示されたからである。それゆえ、これら十二[の命題]がこれら三つの関係に掛け合わされると、三十六の肯定命題が生じる。そして先に言われたように、あらゆる肯定命題に否定命題が対立するのだから、必然的に肯定命題があるだけの数、再び否定命題が生じる。したがって、主語が限定されている場合には、すべての命題は七十二となる。しかしもし主語が不定であるならば、同じ仕方による。そして彼自身、「非ソクラテス」「非人間」は不定名辞であると言った。それゆえ、[不定の]主語に従って「非ソクラテスは歩く」「非人間は歩く」「ある非人間は歩く」「すべての非人間は歩く」という四つの肯定命題が生じる。これらが時間の三分法に掛け合わされ、再び質料の三分法に掛け合わされると、同様に三十六の肯定命題が生じる。そして同数の否定命題も生じることは明らかである。したがって、述語と主語のみから構成される命題は、すべて合わせて百四十四となる。これらによって第二の論点も完了する。 われわれに探究のために提示された論点の第三は、これら肯定命題からどのように否定命題を作るか、すなわち「ない」という否定辞を何に結び付けるか、はたして述語になのかそれとも主語になのかを述べることであった。それゆえ、無規定な命題および個別的な命題においては、われわれは否定辞「ない」が述語に結び付けられねばならないと言う。第一に、もし否定辞「ない」を主語に結び付けて述語に結び付けないならば、言われたように、命題は不定肯定命題になってしまうからである。なぜなら「非ソクラテスは歩く」は一つのものを排除するが、無数のものを導入するからである。第二の根拠としてわれわれは、否定辞「ない」を述語に結び付けねばならないのは、そのような命題においては述語が肯定を述べた者の意図に関わるからであると言う。なぜなら、その者が「ソクラテスは歩く」と言ったとき、[否定する者は]ソクラテスではなく「歩く」を排除することを欲するからである。そして、そのような命題の名も示しているように(なぜなら定言命題と呼ばれるのは、より主導的な部分から呼び名を取ったからである)、そのような命題においては述語が主導権を握っているのだから、より主導的な部分に否定辞「ない」を結び付け、肯定命題が肯定したまさにそのものを排除しなければならない。なぜならこのように動物の殺害においても、動物がより迅速に殺害されるように、われわれはより主導的な部分に向かって剣を突き入れるのであり、たとえば心臓や肝臓や脳に剣を当て、手や足やその類には当てないからである。しかし量化規定された命題においては、他の者たちが無差別に「いかなる場合にも述語に対してである」と言ったのに対して、われわれは[彼らは]適切でなく[言ったのであり]……と言う。なぜならわれわれは二つの根拠によって、量化規定に否定辞「ない」を結び付けねばならないと再び言うからである。第一にはすでに述べられたことによる。すなわち、無規定な命題や個別的な命題において述語が主導権を握るように、量化規定された命題においては量化規定が[主導権を握る]からである。第二には、もし量化規定に否定辞「ない」を結び付けないならば、決して矛盾対立が生じないからである。たとえば、もし私が「すべての人間は歩く、すべての人間は歩かない」と言うならば、両者はともに偽となり、そのようなものはもはや矛盾対立ではなく反対命題である。

構文注2 件
  1. 3.0.1λέγομεν ὅπερ ἄλλοι ἀπροσδιορίστως εἶπον, ὅτι πάντως τῷ κατηγορουμένῳ, οὐ καλῶς * * ἡμεῖς γὰρ λέγομεν

    テキストに脱落( )が示されている箇所。ὅπερ... εἶπον(「他の者たちが言ったことについて」)に対して οὐ καλῶς [εἰρῆσθαι]「[彼らの主張は]適切ではない[と言われた]」などの補完が想定され、他者の無差別な見解(いかなる命題でも否定辞は述語に付く)を論駁したうえで、自らの説(量化命題では否定辞は量化規定に付く)を対比的に導入する骨格をなしている。

  2. 3.0.1ἔχει τὸ κατηγορούμενον πρὸς τὸν σκοπὸν

    動詞 ἔχω が前置詞 πρός と結びつき、「〜に関係する」「〜に関わる」という関係の意を表す構文。ここでは「述語が肯定を述べた者の意図に関わる(意図の対象である)」ことを意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg9019.tlg001.humanitext-grc1:25.20-26.28