← 作者不詳

アリストテレス『分析論後書』第2巻注解

§581.11-582.19

定義の構成要素が実体である理由と類の定義の探求

アリストテレス『分析論後書』96b6–15を注解し、定義を構成する諸属性がなぜ被定義項の実体であり定義そのものであるかを論証したうえで、最下種の定義から類の定義を発見する手続きへと議論が進むことを説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.95

" Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον." Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα,1 δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δ’ ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δὲ μὴ εἴη δι’ ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γένη μέν, ἀλλ’ ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δύναμιν ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι2 κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ’ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμολογείσθω’ κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ.

「そして[それが]実体であることは、以下のことから明らかである。」 何であるかにおいて、かつ必然的に述語づけられること、またこのものがそれらの属性であることだけでは、定義であるためにはまだ十分ではないので、語られた言明が実体でもあり定義でもあることを彼は示す。なぜなら、もしそれが定義ではなく、何であるかにおいて述語づけられるならば、類であることになろう。なぜなら固有性は、付帯性であるとするなら、何であるかにおいて述語づけられるのではないからである。その言明にある名称が割り当てられているならば、類は命名されていることになるであろうし、もし名称を通じて示されていないならば、無名である。実際、ある種の類は無名であり、言明を通じて示される。例えば「歩行する動物」や「有翼の動物」のように。なぜならこれらは類であるが、無名だからである。一般に、類が種差を伴ってあるものについて述語づけられ、しかもそれがそのものの定義ではないとき、前述の言明はそのものの類となり、複数の種について述語づけられるのであって、3だけに述語づけられるのではない。実際、諸々の類は、たとえ現勢においては常にではなくとも、可能態においては常に固有の種たちよりも広いからである。しかしながら、前述の諸属性は個別の3以外の何ものにも属さない。それゆえ前述の諸属性は3の実体である。なぜなら、種配下の個別者たち以外の何ものにも述語づけられず、それらすべてについて何であるかにおいて述語づけられるように述語づけられ、個別者がその配下にある当の種よりも何であるかにおいて広く述語づけられるものたちから集められたものは、個別者たちについて述語づけられるその種の定義だからである。また彼が「仮定されよ」を用いたのは、「置かれ、同意されよ」の代わりである。彼がそれに対して異論を唱えていないからである。

§1.96

"Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ." Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι τῶν ἀτόμων τῶν ὑπ’ ἐκεῖνο, νῦν δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτόμων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν.

「それゆえ、もし他の何ものにも属さないならば。」 最下種において定義の方法を素描し、種配下の個別者たちについてのみ何であるかにおいて述語づけられるようなものたちから集められた言明があらゆる最下種の定義であることを示し、さらに、語られた言明が問題の対象の定義であるということを、それが対象の配下の個別者たちについてのみ述語づけられるということから論証したうえで、今や彼は、類の定義もまた、その類の配下にあり、類にとっての存在がその中にある種たちから見出されるということを示す。なぜなら、定義は最下種のものだけでなく類のものでもあるのだから、定義が存在するような諸類について、われわれはどのようにしてそれら類の定義をも見出すことができるのであろうか。また彼は同じものを「第一の種たち」と「最下種たち」と並置して語った。

§1.97

"Χρὴ δὲ ὅταν ὅλον τι πραγματεύηταί τις." Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν,3 πρῶτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων 〈κοινὸν〉 τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοῦ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.

「そして必要である、誰かが全体的な何らかのものを論じるときには。」 類配下の第一の最下種たちの定義を通じて、われわれが類の定義を見出すということ[を示す]。まずそれの類を取り(定義可能であるならば類を持つからである)、次いでその最下種たちの定義において共通に属するすべての事柄を取ることによってである。なぜなら、類配下のすべての種に共通であって他のいかなるものにも属さないものは、それらの類の定義を充たすからである。なぜなら、何であるかにおいて述語づけられるものたちのうち種配下の個別者たちにのみ[共通な]ものがその種の定義であるように、類配下のすべての最下種にのみそれらの何であるかにおいて述語づけられて属する事柄もまた、それらの類の実体を充たすからである。

構文注3 件
  1. 1.95τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα

    冠詞 τὸ が分詞句 ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον と不定詞句 εἶναι τοῦτο ἐκεῖνα の双方を実質的に統括して名詞化し、μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν の意味上の主語となっている。後者の不定詞句において τοῦτο は定義言明(あるいは被定義項)、ἐκεῖνα は集められた諸属性を指す述語的対格。

  2. 1.95ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ’ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι.

    長大な関係代名詞節 ὃ ... ἠθροισμένον ... が主節の主語である代名詞 τοῦτο に先立って置かれている(倒置・先取り的構造)。関係代名詞 ὃ を受け、中性分詞 ἠθροισμένον が同格的にその性質を補足したうえで、主文の骨格「toûto ... horismos esti」(これこそがその種の定義である)に結実する。

  3. 1.97Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν

    文頭の Ὅτι は、直説法動詞 εὑρίσκομεν を伴う名詞節(またはレンマが意図する論点を示す標識)であり、「[彼は以下のことを示している]すなわち……」という注解の定型構文をなす。主動詞(δείκνυσι 等)が省略されており、後続の分詞 λαμβάνοντες が発見の手段を説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg9004.tlg001.humanitext-grc1:581.11-582.19