- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.77-12.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ポシディッポスとメレアグロスが美少年をエロス神と見紛う美しさと讃え、続く詩群ではエロスの炎が再燃する苦しみや、航海から陸に上がった途端に少年に魅了される狂乱、さらには同性への愛と異性への愛の比較や、二人の少年に同時に心を引き裂かれる苦悩が詠まれる。
Posidippus εἰ καθύπερθε λάβοις χρύσεα πτερά, καί σευ ἀπʼ ὤμων τείνοιτʼ ἀργυρέων ἰοδόκος φαρέτρη, καὶ σταίης παρʼ Ἔρωτα, φίλʼ, Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν, οὐδʼ αὐτὴ Κύπρις γνώσεται ὃν τέτοκεν.
ポシディッポス もし君が上に黄金の翼をつけ、君の銀の肩から 矢を容れる箙が垂れ下がり、 親愛なるアグラオスよ、君がエロスの傍らに立ったなら、ヘルメスにかけて誓うが、 キュプリス自身でさえ、自分がどちらを産んだのか見分けがつかないだろう。
Meleager εἰ χλαμύδʼ εἶχεν Ἔρως, καὶ μὴ πτερά, μηδʼ ἐπὶ νώτων τόξα τε καὶ φαρέτραν, ἀλλʼ ἐφόρει πέτασον, ναί, τὸν γαῦρον ἔφηβον ἐπόμνυμαι, Ἀντίοχος μὲν ἦν ἂν Ἔρως, ὁ δʼ Ἔρως τἄμπαλιν Ἀντίοχος.
メレアグロス もしエロスがマントをまとい、翼を持たず、背に 弓も箙も背負わず、ペタソス帽をかぶっていたなら、 まことに、あの誇らしき美少年にかけて誓うが、アンティオコスこそが エロスであり、逆にエロスこそがアンティオコスであっただろう。
Anonymi Epigrammatici Ἀντίπατρὸς μʼ ἐφίλησ’ ἤδη λήγοντος ἔρωτος, καὶ πάλιν ἐκ ψυχρῆς πῦρ ἀνέκαυσε τέφρης· δὶς δὲ μιῆς ἄκων ἔτυχον φλογός. ὦ δυσέρωτες, φεύγετε, μὴ πρήσω τοὺς πέλας ἁψάμενος.
無名詩人 アンティパトロスは、私の恋がまさに尽きようとしていた時に私に口づけし、 冷えた灰の中から再び火を燃え立たせた。 私は期せずして一つの炎に二度遭ってしまった。ああ、恋に狂う者たちよ、 逃げよ、私が身近な者たちに触れて焼き尽くしてしまわぬように。
Meleager ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται; μή, μή, πρὸς σὲ Διός,1 μή, πρὸς Διός, ὦ φιλάβουλε, κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον. αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν λήψετʼ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.
メレアグロス 涙に暮れる我が魂よ、なぜお前のエロスの癒えた傷が、 はらわたを貫いて再び燃え上がるのか。 ならぬ、ならぬ、ゼウスにかけてお前に願う、ならぬ、ゼウスにかけて、無分別な魂よ、 灰の下でほのめく火をかき立ててはならぬ。 災いを忘れがちな者よ、もし逃げ出したお前を再びエロスが 捕らえたなら、たちどころに逃亡奴隷を見つけたとばかりに責め苛むであろうから。
Meleager Ψυχαπάται δυσέρωτες, ὅσοι φλόγα τὰν φιλόπαιδα οἴδατε, τοῦ πικροῦ γευσάμενοι μέλιτος, ψυχρὸν ὕδωρ † νίψαι, ψυχρόν, τάχος, ἄρτι τακείσης ἐκ χιόνος τῇ μῇ χεῖτε περὶ κραδίῃ· ἦ γὰρ ἰδεῖν ἔτλην Διονύσιον. ἀλλʼ, ὁμόδουλοι, πρὶν ψαῦσαι σπλάγχνων, πῦρ ἀπʼ ἐμεῦ σβέσατε.
メレアグロス 魂を惑わす恋の狂人たちよ、少年への愛の炎を知り、 苦き蜜を味わった者たちよ、 冷たい水を、冷たい水を急いで、いま雪から溶けたばかりの水を、 私の心臓のまわりに注いでおくれ。 なにしろ私はディオニュシオスを見るに耐えてしまったのだから。さあ、同じ奴隷仲間たちよ、 はらわたに触れる前に、私から火を消しておくれ。
Meleager ἔσπευδον τὸν Ἔρωτα φυγεῖν ὁ δὲ βαιὸν ἀνάψας φανίον ἐκ τέφρης, εὗρέ με κρυπτόμενον· κυκλώσας δʼ οὐ τόξα, χερὸς δʼ ἀκρώνυχα δισσόν, κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέγγος λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον,2 ἐν κραδίᾳ.
メレアグロス 私はエロスから逃れようと急いでいた。だが彼は灰から小さな 松明を灯し、隠れていた私を見つけ出した。 そして弓を引き絞るのではなく、手の二つの爪先を曲げて、 火の粉を弾き散らし、不意に私へと投げつけた。 すると四方から炎が私へと走り寄った。ああ、私にとって大きな火を 心の中に照らし出した微かな光、ファニオンよ。
Meleager οὒ μʼ ἔτρωσεν Ἔρως τόξοις,. οὐ λαμπάδʼ ἀνάψας, ὡς πάρος, αἰθομέναν θῆκεν ὑπὸ κραδίᾳ· σύγκωμον δὲ Πόθοισι φέρων Κύπριδος μυροφεγγὲς φανίον, ἄκρον ἐμοῖς ὄμμασι πῦρ ἔβαλεν ἐκ δέ με φέγγος ἔτηξε. τὸ δὲ βραχὺ φανίον ὤφθη πῦρ ψυχῆς τῇ μῇ καιόμενον κραδίᾳ.
メレアグロス エロスは弓で私を傷つけたのではなく、かつてのように燃え盛る 松明を灯して心臓の下に置いたのでもない。 だが、キュプリスの芳香の光を放つ小さな松明を、憧れたちと共に運んできて、 私の両の目に尖った火を投げ入れた。 そしてその光が私を溶かしてしまったのだ。その小さな松明ファニオンは、 我が心に燃え盛る魂の火として現れたのだ。
Meleager ὤνθρωποι, βωθεῖτε· τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως· φλόγα δʼ οἷα προφαίνων παιδὸς † ἀπεστρέπτει κάλλος ἐραστὸν ἰδεῖν. βαίνω δʼ ἴχνος ἐπʼ ἴχνος, ἐν ἀέρι δʼ ἡδὺ τυπωθὲν εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ. ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα, πουλύ τι κείνης πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος;
メレアグロス 人々よ、助けてくれ!海から陸へと上がり、 今しがた初めて航海を終えて足を踏みしめたばかりの私を、 暴力的なエロスがこちらへと引きずっていく。少年の、見るにも愛らしい美が 炎を照らし出すかのようにまばゆく輝いているのだ。 私は足跡の上に足跡を重ねて進み、大気の中に甘く刻まれた 面影をかすめ取りながら、唇で甘く口づけする。 はたして私は苦き海を逃れたというのに、陸の上で、海原よりも はるかに苦いキュプリスの大波を渡っているのだろうか。
Meleager Οἰνοπόται δέξασθε τὸν ἐκ πελάγευς, ἅμα πόντον καὶ κλῶπας προφυγόντʼ, ἐν χθονὶ δʼ ὀλλύμενον. ἄρτι γὰρ ἐκ νηός με μόνον πόδα θέντʼ ἐπὶ γαῖαν ἀγρεύσας ἕλκει τῇδʼ ὁ βίαιος Ἔρως, ἐνθάδʼ ὅπου τὸν παῖδα διαστείχοντʼ ἐνόησα· αὐτομάτοις δʼ ἄκων ποσσὶ ταχὺς φέρομαι. κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς.3 ἀλλὰ φίλοι, ξεῖνοι, βαιὸν ἐπαρκέσατε, ἀρκέσατʼ, ὦ ξεῖνοι, κἀμὲ Ξενίου πρὸς Ἔρωτος δέξασθʼ ὀλλύμενον τὸν φιλίας ἱκέτην.
メレアグロス 酒を飲む者たちよ、海から逃れ、海原と盗賊の 双方を逃れながら、陸地で滅びつつある私を迎え入れてくれ。 船から陸へとただ一歩を踏み出したばかりの私を、 暴力的なエロスが捕らえて、こちらへと引きずっていくのだ、 あの少年が歩いていくのを私が見かけたこの場所へと。 私は望まぬまま、勝手に動く足によって素早く運ばれていく。 私は心の中に酒ではなく、火を積み込まれて練り歩いているのだ。 だが友人たちよ、異邦人たちよ、少しばかり手を差し伸べてくれ、 助けてくれ、異邦人たちよ、もてなしの神エロスにかけて、 友情の嘆願者として滅びゆく私を受け入れてくれ。
Meleager ἁ Κύπρις θήλεια γυναικομανῆ] φλόγα βάλλει· ἄρσενα δʼ αὐτὸς Ἔρως ἵμερον ἁνιοχεῖ. ποῖ ῥέψω; ποτὶ παῖδʼ ἢ ματέρα; φαμὶ δὲ καὐτὰν Κύπριν ἐρεῖν· νικᾷ τὸ θρασὺ παιδάριον
メレアグロス キュプリスは女であるゆえに、女狂いの炎を投げかける。 だがエロス自身は男への欲望の手綱を取る。 私はどちらへ傾くべきか。子へか、それとも母へか。私にはわかる、 キュプリス自身でさえこう言うはずだ、「向こう見ずな小僧の勝ちだ」と。
Anonymi Epigrammatici τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλὰ τινʼ αἰεὶ δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ. ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους. οὐ μούνοις δʼ ἐπὶ τοῖσι δεδόρκαμεν ἀλλʼ ἐπιπάντων ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.
無名詩人 無慈悲なエロスよ、お前は私に女への欲望ではなく、常に 男の熱情の稲妻のいずれかを渦巻かせている。 ある時はデーモーンに燃え上がり、ある時はイスメーノスを 見つめ、私は尽きることのない長き苦痛を抱えている。 そして私はこの少年たちだけを見つめているのではない。あらゆる少年たちの 網に、狂乱に満ちた目元を引き寄せられているのだ。
Anonymi Epigrammatici δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες, Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις· ᾗ μὲν ἐπʼ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος. τμήξατʼ, ἐμοὶ τοῦθʼ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην νειμάμενοι, κλήρῳ τἀμὰ φέρεσθε μέλη.
無名詩人 二筋のエロスが嵐のように吹き荒れて私をやつれさせ、 エウマコスよ、私は二重の狂気に縛られている。 一方ではアサンドロスへと体を傾け、もう一方では再び、 テレフォスへと私の目はより鋭く合図を送る。 私を切り裂いてくれ、私にはそれが快いのだ。そして公平な秤で 分け合い、籤引きによって我が手足を奪い去るがよい。
- 12.80μή, μή, πρὸς σὲ Διός
誓願・懇願の定型表現 πρός + 属格(神名)に代名詞対格(σέ)が割り込み、語順が倒置・分離された構文(prolepsis / hyperbaton)。本来の格支配は πρὸς Διός(ゼウスにかけて)であり、対格 σέ は懇願動詞(λίσσομαι 等)の省略に伴う直接目的語(「お前に願う」)。
- 12.82Φανίον
普通名詞 φανίον(小さな松明・燈火、φανός の指小辞)と固有名詞 Φανίον(少年の名)を重ねた掛詞・地口。第82歌および第83歌の結びにおいて、火の比喩(松明)と実際の愛の対象(ファニオン)の二重の意味で機能している。
- 12.85κωμάζω δʼ οὐκ οἶνον ὑπὸ φρένα, πῦρ δὲ γεμισθείς
分詞 γεμισθείς は満載・充填を表す動詞(γεμίζω)の受動分詞で、通常属格を取るが、ここではギリシア語詩で頻繁に見られる内的・関係対格構造(οἶνον... πῦρ)を伴って「心の下に酒ではなく火を満載されて」の意をなす。船の積荷(荷を積むこと)の比喩が航海帰りの文脈と呼応している。
