- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.182-12.197
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
詩人ストラトーンが、時機を逸した求愛、冷淡な口づけ、容易になびく少年、高慢な美少年の老いと髭、声変わりのからかい、絵姿への執着、自然美への偏愛、神話の少年愛との比較、そして「時を知れ」という格言を通じた若さの儚さを歌う短詩集。
Straton ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς,1 ὅτʼ ἔρωτος ἀπέσβη πυρσός, ὅτʼ οὐδʼ ἄλλως ἡδὺν ἔχω σε φίλον. μέμνημαι γὰρ ἐκεῖνα τὰ δύσμαχα· πλὴν ἔτι, Δάφνι, ὀψὲ μέν, ἀλλʼ ἐχέτω καὶ μετάνοια τόπον.
ストラトーン 愛の松明が消え失せ、他の面でもそなたを心地よい友と見なせなくなった今になって、そなたはこれほど余計な口づけを私にするのか。 私はかつてのあの頑なな拒絶を覚えているのだ。とはいえダプニスよ、今さらではあるが、後悔にもまた居場所を与えることにしよう。
Straton τίς χάρις, Ἡλιόδωρε, φιλήμασιν, εἴ με λάβροισιν χείλεσι μὴ φιλέεις ἀντιβιαζόμενος, ἀλλʼ ἐπʼ ἄκροις ἀσάλευτα μεμυκόσιν, οἷα κατʼ οἴκους καὶ δίχα σοῦ με φιλεῖ πλάσμα τὸ κηρόχυτον;
ストラトーン ヘーリオドーロスよ、もし熱烈な唇で抗いながら私に口づけしてくれず、 家の中でそなたがおらずとも蝋人形が私にするように、閉じられた唇の端で身じろぎもせず口づけするだけなら、その口づけに何の喜びがあろうか。
Straton μὴ σπεύσῃς Μενέδημον ἑλεῖν δόλῳ, ἀλλʼ ἐπίνευσον ὀφρύσι, καὶ φανερῶς αὐτὸς ἐρεῖ· πρόαγε. οὐ γὰρ ἀνάβλησις· φθάνει δέ τε καὶ τὸν ἄγοντα· οὐδʼ ἀμάρης, ποταμοῦ δʼ ἐστὶν ἑτοιμότερος.
ストラトーン 計略をもってメネーデーモスを捕らえようと急ぐな。ただ眉を動かして合図せよ、そうすれば自らあからさまに言うであろう、 「連れて行け」と。 何のためらいもない。彼は誘う者よりも先回りし、 溝どころか、川よりも早く身を任せるのだ。
Straton τοὺς σοβαροὺς τούτους καὶ τοὺς περιπορφυροσήμους παῖδας, ὅσους ἡμεῖς οὐ προσεφιέμεθα, ὥσπερ σῦκα πέτραισιν ἐπʼ ἀκρολόφοισι πέπειρα ἔσθουσιν γῦπες, Δίφιλε, καὶ κόρακες.
ストラトーン あの傲慢で紫の縁取りをまとった少年たち、私たちが近づきもしない者たちを、 ディピロスよ、山頂の岩の上で熟れた無花果を貪るように、 禿鷹と烏が食い尽くすのだ。
Straton ἄχρι τίνος ταύτην τὴν ὀφρύα τὴν ὑπέροπτον, Μέντορ, τηρήσεις, μηδὲ τὸ χαῖρε λέγων, ὡς μέλλων αἰῶνα μένειν νέος, ἢ διὰ παντὸς ὀρχεῖσθαι πυρίχην; καὶ τὸ τέλος πρόβλεπε. ἥξει σοι πώγων, κακὸν ἔσχατον, ἀλλὰ μέγιστον καὶ τότʼ ἐπιγνώσῃ τί σπάνις ἐστὶ φίλων.
ストラトーン メントールよ、永久に若いままでいられるかのように、あるいは生涯にわたって 戦士の舞を踊り続けられるかのように、挨拶の言葉さえ口にせず、 いつまでその傲慢な眉を保ち続けるのか。結末をも見据えるがよい。 そなたにも髭が生え、それは究極の、最大の災いとなり、 その時そなたは、友がいかに乏しくなるかを思い知るのだ。
Straton πῶς ἀναγινώσκειν, Διονύσιε, παῖδα διδάξεις, μηδὲ μετεκβῆναι φθόγγον ἐπιστάμενος; ἐκ νήτης μετέβης οὕτως ταχὺς εἰς βαρύχορδον φθόγγον, ἀπʼ ἰσχνοτάτης εἰς τάσιν ὀγκοτάτην. πλὴν οὐ βασκαίνω· μελέτα μόνον ἀμφοτέρους δὲ κρούων, τοῖς φθονεροῖς λάμβδα καὶ ἄλφα λέγε.
ストラトーン ディオニュシオスよ、音調を変えることさえ知らぬ身で、 どうやって少年に朗読を教えるというのか。 最高音からかくも素早く低弦の響きへと移り、 極めて細い張りから最も太い張りへと変わってしまったではないか。 だが私は妬みはしない。ただ練習せよ。そして両方を 奏でながら、妬む者たちにはラムダとアルファを言ってやれ。
Straton εἴ σε φιλῶν ἀδικῶ καὶ τοῦτο δοκεῖς ὕβριν εἶναι, τὴν αὐτὴν κόλασιν καὶ σὺ φίλει με λαβών.
ストラトーン もしそなたに口づけすることで私が罪を犯し、そなたがこれを侮辱とみなすならば、 そなたも私を捕らえ、同じ罰として口づけを返すのだ。
Straton τίς σε κατεστεφάνωσε ῥόδοις ὅλον; εἰ μὲν ἐραστής, ἆ μάκαρ· εἰ δʼ ὁ πατήρ, ὄμματα καὐτὸς ἔχει.
ストラトーン 誰がそなたの全身を薔薇の花輪で飾ったのか。もし愛人ならば、 ああ、幸いなる者よ。もし父親ならば、彼自身もまた見る目を持っているのだ。
Straton ὄλβιος ὁ γράψας σε, καὶ ὄλβιος οὗτος ὁ κάλλει τῷ σῷ νικᾶσθαι κηρὸς ἐπιστάμενος. θριπὸς ἐγὼ καὶ σύρμα τερηδόνος εἴθε γενοίμην, ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω.2
ストラトーン そなたを描いた者は幸いであり、そなたの美しさに 負ける術を知っているこの蝋もまた幸いである。 願わくは私が木喰い虫や穿孔虫の削り屑となって、 飛び跳ねてこの木板を食い尽くすことができればよいものを。
Straton οὐκ ἐχθὲς παῖς ἦσθα; καὶ οὐδʼ ὄναρ οὗτος ὁ πώγων ἤλυθε· πῶς ἀνέβη τοῦτο τὸ δαιμόνιον, καὶ τριχὶ πάντʼ ἐκάλυψε τὰ πρὶν καλά; φεῦ, τί τὸ θαῦμα; ἐχθὲς Τρωίλος ὤν, πῶς ἐγένου Πρίαμος;
ストラトーン 昨日まで少年ではなかったか。夢にもこの髭は 生え出なかったのに。どうしてこの奇怪なものが湧き上がり、 かつて美しかったすべてを毛で覆ってしまったのか。ああ、何という変貌か。 昨日までトロイロスであったのに、どうしてプリアモスになってしまったのか。
Straton οὐ τέρπουσι κόμαι με, περισσότεροί τε κίκιννοι, τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι· ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης, καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη. ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος· ἡ δὲ γοῆτις μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.
ストラトーン 結い上げられた髪や、手の込んだ巻き毛は私を喜ばせない。 それらは自然ではなく技巧の業を教え込まれたものだからだ。 そうではなく、練武場の少年のざらざらとした汚れと、 筋肉によって艶めく四肢の肌色こそがよいのだ。 飾り気のない私の欲望は甘美である。人を惑わす見かけの 姿は、女めいたパポスの女神の領域なのだ。
Straton οὐδέ Σμυρναῖαι Νεμέσεις ὅ τι σοὶ πιλέγουσιν, Ἀρτεμίδωρε, νοεῖς· μηδὲν ὑπὲρ τὸ μέτρον. ἀλλʼ οὕτως ὑπέροπτα καὶ ἄγρια κοὐδὲ πρέποντα κωμῳδῷ φθέγγῃ, πάνθʼ ὑποκρινόμενος. μνησθήσῃ τούτων, ὑπερήφανε· καὶ σὺ φιλήσεις, καὶ κωμῳδήσεις τὴν Ἀποκλειομένην,
ストラトーン スミュルナのネメシスたちがそなたに何を告げているのか、 アルテミドーロスよ、そなたには分かっていない。 「何事も適度を超えてはならない」と。 しかしそなたはすべてを芝居のように演じ、傲慢で荒々しく、 喜劇役者にもふさわしくない言葉を口にする。 思い知る日が来るぞ、高慢な者よ。そなたも恋をして、 『門前払いされた女』の役を演じることになるのだ。
Straton εἰ Ζεὺς ἐκ γαίης θνητοὺς ἔτι παῖδας ἐς αἴθρην ἥρπαζεν, γλυκεροῦ νέκταρος οἰνοχόους, αἰετὸς ἂν πτερύγεσσιν Ἀγρίππαν τὸν καλὸν ἡμῶν ἤδη πρὸς μακάρων ἦγε διηκονίας. ναὶ μὰ σὲ γάρ, Κρονίδη, κόσμου πάτερ, ἢν ἐσαθρήσῃς τὸν Φρύγιον ψέξεις αὐτίκα Δαρδανίδην.
ストラトーン もしゼウスがいまだに甘きネクタルの給仕として、 死すべき少年たちを地上から天界へとさらっていたならば、 鷲は翼の上に私たちの麗しきアグリッパを乗せ、 疾うに祝福された神々の給仕へと連れ去っていただろう。 というのも、そなたにかけて誓うが、万物の父なるクロノスの御子よ、もしそなたが彼を見るならば、 あのフリュギアのダルダノスの子など直ちに難ずるに違いない。
Straton ἄνθεσιν οὐ τόσσοισι φιλοζέφυροι χλοάουσι λειμῶνες, πυκιναῖς εἴαρος ἀγλαΐαις, ὅσσους εὐγενέτας, Διονύσιε, παῖδας ἀθρήσεις, χειρῶν Κυπρογενοῦς πλάσματα καὶ Χαρίτων. ἔξοχα δʼ ἐν τούτοις Μιλήσιος ἠνίδε θάλλει, ὡς ῥόδον εὐόδμοις λαμπόμενον πετάλοις. ἀλλʼ οὐκ οἶδεν ἴσως, ἐκ καύματος ὡς καλὸν ἄνθος, οὕτω τὴν ὥρην ἐκ τριχὸς ὀλλυμένην.
ストラトーン 西風を愛する野原が、春の濃密な輝きを帯びて それほど多くの花で緑に萌え出づることはない、 ディオニュシオスよ、キュプロス生まれの女神とカリスたちの手による造作たる、 気高き少年たちをそなたが目にするほどには。 彼らの中でもひときわ抜きんでて、見よ、ミーレートスの少年が咲き誇っている、 まるで芳しい花びらを輝かせる薔薇のように。 だが熱気によって美しい花が損なわれるように、生えそろう毛によって その盛りも失われることを、おそらく彼は知らないのだ。
Straton ὀφθαλμοὺς σπινθῆρας ἔχεις, θεόμορφε Λυκῖνε, μᾶλλον δʼ ἀκτῖνας, δέσποτα, πυρσοβόλους. ἀντωπὸς βλέψαι βαιὸν χρόνον οὐ δύναμαί σοι· οὕτως ἀστράπτεις ὄμμασιν ἀμφοτέροις.
ストラトーン 神の如き姿のリュキノスよ、そなたの目は火花を、 否、我が主よ、炎を放つ光線を宿している。 正面からそなたを見つめることなど、私にはほんのひと時もできない。 そなたは両方の瞳からかくも稲妻のように輝いているのだから。
Straton Καιρὸν γνῶθι3 σοφῶν τῶν ἑπτά τις, εἶπε, Φίλιππε πάντα γὰρ ἀκμάζοντʼ ἐστὶν ἐραστότερα· καὶ σίκυος πρῶτός που ἐπʼ ἀνδήροισιν ὁραθεὶς τίμιος, εἶτα συῶν βρῶμα πεπαινόμενος.
ストラトーン 「時を知れ」と七賢人の一人が言った、ピリッポスよ。 すべてのものは盛りにおいてこそ、より慕わしいものだからだ。 胡瓜もまた、畑の畝で初めて見出されたときこそ 珍重されるが、その後熟しすぎると豚の餌となるのだ。
- 12.182ταῦτά με νῦν τὰ περισσὰ φιλεῖς
ταῦτα... τὰ περισσά は動詞 φιλεῖς に対する同族目的格または副詞的対格(「これほど余計な口づけを」「これほど無駄に」)。二重対格(με「私に」+ ταῦτα τὰ περισσά「これらの余計なことを/口づけを」)を形成している。
- 12.190ὡς ἀναπηδήσας τὰ ξύλα ταῦτα φάγω
先行する願望の希求法 εἴθε γενοίμην(「〜になれればよいものを」)に導かれた、接続法 φάγω を伴う目的節(ὡς + 接続法)。非現実の願望を受けてその目的を表す構文。
- 12.197Καιρὸν γνῶθι
Καιρὸν γνῶθι は、七賢人(ピッタコス等)の有名な箴言「時(好機)を知れ」。文脈上も続く πάντα γὰρ ἀκμάζοντʼ(「すべてのものは盛りにおいて」)に対応する主文の引用格言。
