- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:12.129-12.139
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アラトス、ポセイディッポス、メレアグロス、カリマコス、アスクレーピアデースらが、美少年への賛美、恋心の発覚、エロスによる魂の苦悩、夜の情事と暁の鶏や鳥への恨み言などを多様な警句で歌う。
Aratus Ἀργεῖος Φιλοκλῆς Ἄργει καλός· αἵ δὲ Κορίνθου στῆλαι, καὶ Μεγαρέων ταὐτὸ ˘ βοῶσι τάφοι· γέγραπται καὶ μέχρι λοετρῶν Ἀμφιαράου, ὡς καλός. ἀλλʼ ὀλίγον ˘ γράμμασι λειπόμεθα· τῷδʼ οὐ γὰρ πέτραι ἐπιμάρτυρες, ἀλλὰ Ῥιηνὸς ˘ αὐτὸς ἰδών ἑτέρου δʼ ἐστὶ περισσότερος.
アラトス アルゴス人のピロクレースはアルゴスにおいて美しく、コリントスの石柱も、メガラの墓石も同じことを叫んでいる。アムピアラオスの浴場に至るまで、彼が美しいと書き記されている。だが我らは文字の証言にはわずかに及ばない。なぜならこの者には岩石が証人なのではなく、リアノス自らが見たのであり、彼はもう一人よりも優れているからだ。
Anonymi Epigrammatici εἶπα, καὶ αὖ πάλιν εἶπα· καλός, καλός· ἀλλʼ ἔτι φήσω, ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος. οὐ δρυός, οὐδʼ ἐλάτης ἐχαράξαμεν, οὐδʼ ἐπὶ τοίχου τοῦτʼ ἔπος· ἀλλʼ ἐν ἐμῇ καῦσεν ˘ Ἔρως κραδίᾳ. εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον, ψεύδετʼ ἐγὼ δʼ ὁ λέγων τἀτρεκὲς οἶδα μόνος.
無名詩人 私は言った、そして再び言った。「美しい、美しい」と。だが私はなおも言おう、ドーシテオスはなんと美しく、その瞳はなんと愛らしいことか、と。 我々はこの言葉を樫や樅に刻んだのではなく、壁の上に刻んだのでもない。エロスが我が心に焼きつけたのだ。もし誰かがそうでないと言うなら、信じるな。神にかけて誓おう、その者は偽りを言っている。真実を語る私だけが知っているのだ。
Posidippus ἃ Κύπρον, ἅ τε Κύθηρα, καὶ ἃ Μίλητον ἐποιχνεῖς, καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον, ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν οὐδέ ποτʼ οἰκείων ὦσεν ἀπὸ προθύρων.
ポセイディッポス キュプロスを、キュテーラを、そしてミレートスを、また馬が蹄の音を響かせるシリアの麗しき大地を訪れる女神よ、愛人を自邸の玄関から決して追い払わなかったカリステイオンのもとへ、恵み深くおいで下され。
Meleager οὔ σοι ταῦτʼ ἐβόων, ψυχή; “ναὶ Κύπριν, ἁλώσει, ὦ δύσερως, ἰξῷ πυκνὰ προσιπταμένη· οὐκ” ἐβόων; εἷλέν σε πάγη. τί μάτην ἐνὶ δεσμοῖς σπαίρεις; αὐτὸς Ἔρως τὰ πτερά σου δέδεκεν, καὶ σ’ ἐπὶ πῦρ ἔστησε, μύροις δʼ ἔρρανε λιπόπνουν, δῶκε δὲ διψώσῃ δάκρυα θερμὰ πιεῖν
メレアグロス 我が魂よ、私はお前にこう叫んだではないか。「キュプリスにかけて、悲しき恋人よ、鳥黐へとしげしげと飛んでいっては捕らえられるぞ」と、叫んだではないか。罠がお前を捕らえた。なぜ縄目の中で空しく身悶えするのか。エロス自らがお前の翼を縛り、お前を火の上に立たせ、息絶え絶えのところに香油を振りかけ、喉の渇いたお前に熱い涙を飲むように与えたのだ。
Meleager ἆ ψυχὴ βαρύμοχθε, σὺ δʼ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ, ἄρτι δʼ ἀναψύχεις, πνεῦμʼ ἀναλεξαμένη. τί κλαίεις; τὸν ἄτεγκτον ὅτʼ ἐν κόλποισιν Ἔρωτα ἔτρεφες, οὐκ ᾔδεις ὡς ἐπὶ σοὶ τρέφετο;1 οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων, πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα. αὐτὴ ταῦθʼ εἵλου· φέρε τὸν πόνον. ἄξια πάσχεις ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι.
メレアグロス ああ、重き苦難に満ちた魂よ、お前は今火によって焼かれたかと思えば、今は息を吹き返して涼をとる。なぜ泣くのか。情け容赦なきエロスを懐で育てていたとき、彼がお前に仇をなすよう育てられていたことを知らなかったのか。知らなかったというのか。今こそ、火とともに冷たい雪を受け取り、手厚く育てたことへの報いを知るがよい。お前自身がこれを選んだのだ。苦痛に耐えよ。焼かれた蜜に焦がされ、自らの行いにふさわしい報いを受けているのだ。 メレアグロス 夏に喉の渇きを覚えつつ柔らかき肌の少年に口づけした時、私はからからに渇いた喉の渇きを免れて、その時言った。
Meleager διψῶν ὡς ἐφίλησα θέρευς ἁπαλόχροα παῖδα, εἶπα τότʼ αὐχμηρὰν δίψαν ἀποπροφυγών “Ζεῦ πάτερ, ἆρα φίλημα τὸ νεκτάρεον Γανυμήδευς πίνεις, καὶ τόδε σοι χείλεσιν οἰνοχοεῖ; καὶ γὰρ ἐγὼ τὸν καλὸν ἐν ἠιθέοισι φιλήσας Ἀντίοχον, ψυχῆς ἡδὺ πέπωκα μέλι.”
「父なるゼウスよ、そなたが飲むのはガニュメーデースのネクタルの口づけであり、彼がこれを酒としてそなたの唇に注いでいるのか。私自身も若者たちの中で麗しきアンティオコスに口づけして、魂の甘き蜜を飲んだのだから」。
Callimachus ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν ὡς ἀνιηρὸν πνεῦμα διὰ στηθέων, εἶδες, ἀνηγάγετο, τὸ τρίτον ἡνίκʼ ἔπινε· τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντʼ ἐγένοντο χαμαί. ὤπτηται μέγα δή τι· μὰ δαίμονας, οὐκ ἀπὸ ῥυσμοῦ2 εἰκάζω· φωρὸς δʼ ἴχνια φὼρ ἔμαθον.
カリマコス あの客人は傷を負っているのを隠していた。見よ、彼が三杯目を飲んだ時、なんと苦しげな溜息を胸から引き出したことか。そしてその男の冠から花びらを散らした薔薇は、ことごとく地面に落ちた。確かにひどく焼かれているのだ。神々にかけて誓うが、見当違いの当て推量ではない。泥棒ゆえに、私は泥棒の足跡を知っているのだ。
Asclepiades οἶνος ἔρωτος ἔλεγχος· ἐρᾶν ἀρνεύμενον ἡμῖν ἤτασαν αἱ πολλαὶ Νικαγόρην προπόσεις. καὶ γὰρ ἐδάκρυσεν καὶ ἐνύστασε, καί τι κατηφὲς ἔβλεπε, χὠ σφιγχθεὶς οὐκ ἔμενε στέφανος.
アスクレーピアデース 酒は愛の試金石だ。恋していることを我々に否定していたニカゴラスを、幾杯もの乾杯が暴き立てた。実際、彼は涙を流し、うつらうつらとし、どこかうつむきがちに目を落とし、きつく締められていた冠は頭に留まらなかった。
Anonymi Epigrammatici ὄρνιθες ψίθυροι, τί κεκράγατε; μὴ μʼ ἀνιᾶτε, τὸν τρυφερῇ παιδὸς σαρκὶ χλιαινόμενον, ἑζόμεναι πετάλοισιν ἀηδόνες· εὗδε λάληθρον θῆλυ γένος, δέομαι, μείνατʼ ἐφʼ ἡσυχίης.
無名詩人 さえずる鳥たちよ、なぜ叫ぶのか。葉陰に憩う夜鶯たちよ、少年の柔らかい肌に温まっている私を煩わせないでおくれ。おしゃべりな女の種族よ、眠れ、頼むから静かにしていておくれ。
Meleager Ὀρθροβόας, δυσέρωτι κακάγγελε, νῦν, τρισάλαστε, ἐννύχιος κράζεις πλευροτυπῆ κέλαδον, γαῦρος ὑπὲρ κοίτας, ὅτε μοι βραχὺ τοῦτʼ ἔτι νυκτὸς ζῇ τὸ φιλεῖν, ἐπʼ ἐμαῖς δʼ ἁδὺ γελᾷς ὀδύναις. ἅδε φίλα θρεπτῆρι χάρις; ναὶ τὸν βαθὺν ὄρθρον, ἔσχατα γηρύσῃ ταῦτα τὰ πικρὰ μέλη.
メレアグロス 朝を告げる鳥よ、悲恋の凶報をもたらす者よ、三度呪われし者よ、今、夜のうちに翼で脇腹を打つ叫び声をあげ、寝床の上で誇らしげにしている。夜の愛の営みがまだわずかに生きているこの時に、お前は私の苦痛を甘く笑うのか。これが育ての親に対する好意ある返礼なのか。深い払暁にかけて誓おう、お前がその苦い調べを歌うのはこれが最後となるであろう。
Mnasalces Ἄμπελε, μήποτε φύλλα χαμαὶ σπεύδουσα βαλέσθαι δείδιας ἑσπέριον Πλειάδα δυομέναν; μεῖνον ἐπʼ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν3 γλυκὺν ὕπνον, ἐς τότε, τοῖς καλοῖς πάντα χαριζομένα.
ムナサルケース 葡萄の木よ、地に葉を急ぎ落とそうとして、夕暮れに沈むプレイアスを恐れているのか。お前の下でアンティレオンの上に甘き眠りが落ちるまで、その時まで待っておくれ、美しい者たちにすべてを恵み施しつつ。
Callimachus ἔστι τι, ναὶ τὸν Πᾶνα, κεκρυμμένον, ἔστι τι ταύτῃ, ναὶ μὰ Διώνυσον, πῦρ ὑπὸ τῇ σποδιῇ· οὐ θαρσέω. μὴ δή με περίπλεκε· πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός. τῷ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς οὗτος ὁ † σειγαρνης εἰς τὸν ἔρωτα βάλῃ.
カリマコス 何かがある、パーンにかけて誓おう、隠された何かが、この灰の下に、ディオニュソスにかけて誓おう、火があるのだ。私は心を許さない。私にまとわりつくのはやめよ。静かな川がしばしば城壁を密かに掘り崩すものだ。それゆえ今も私は恐れている、メネクセノスよ、この密かに忍び寄る男が私を恋へと投げ入れはしないかと。
- 12.132aὡς ἐπὶ σοὶ τρέφετο
前置詞句 ἐπὶ σοί は敵対・害悪を表す与格(「お前に仇をなすように」「お前の身の破滅のために」)。直前の「懐で(ἐν κόλποισιν)育てた」という親愛の表現と対比され、自ら育てた愛の神が結果として自身を滅ぼす存在であったことを示している。
- 12.134οὐκ ἀπὸ ῥυσμοῦ
ἀπὸ ῥυσμοῦ は「調子を外れて」「不相応に」を意味する前置詞慣用句。これを否定の οὐκ が修飾し、「当てずっぽうではない」「見当違いではない」「根拠なく推量しているのではない」という意味の二重否定的な確信表現となっている。
- 12.138ἐπʼ Ἀντιλέοντι πεσεῖν ὑπὸ τὶν
不定詞 πεσεῖν の意味上の主語は γλυκὺν ὕπνον。前置詞句 ἐπʼ Ἀντιλέοντι は「アンティレオンの上に」(降る・落ちる)、ὑπὸ τίν(ドーリス方言で σέ/σοί に相当)は「葡萄の木であるそなたの下で」を指し、少年が葡萄棚の下で眠りにつく情景を立体的に示している。
