- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.61-11.73
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
医師の禁酒令を拒む歌や、死の定めに抗して美酒と愛を讃える詩、葡萄酒造りの熱狂と恋情、さらには老女の厚化粧や若作り、不釣り合いな婚姻を揶揄する諷刺小詩が収められている。
Macedonius II χθιζὸν ἐμοὶ νοσέοντι παρίστατο δήιος ἀνὴρ ἰητρός, δεπάων νέκταρ ἀπειπάμενος·1 εἶπε δʼ ὕδωρ πίνειν ἀνεμώλιος, οὐδʼ ἐδιδάχθη, ὅττι μένος μερόπων οἶνον Ὅμηρος ἔφη.
マケドニオス二世 昨日、病に臥せっていた私の枕元に、憎むべき男、 医者が現れ、杯のネクタルを禁じた。 その空虚な男は水を飲めと言ったが、ホメロスが 酒を死すべき人間の気力と呼んだことを学ばなかったのだ。
Palladas πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστὶν αὔριον εἰ ζήσει θνητὸς ἐπιστάμενος. τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν, λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων. τέρπεο καὶ Παφίῃ, τὸν ἐφημέριον βίον ἕλκων· τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν.
パラダス 死すべき人間はみな死の定めを負っており、明日 生きているかどうかを知る者など一人もいない。 人よ、このことをはっきりと悟り、己を楽しませよ、 死の忘却をもたらすブロミオスを手に取りながら。 はかない日々の生を引き延ばしつつ、パポスの女神(アフロディーテー)にも歓びを見出せ。 他のすべての事は、運命の女神に司らせておくがよい。
Macedonius II ἀνέρες, οἷσι μέμηλεν ἀπήμονος ὄργια Βάκχου, ἐλπίσιν ἡμερίδων ῥίψατε τὴν πενίην. αὐτὰρ ἐμοὶ κρητὴρ μὲν ἔοι δέπας, ἄγχι δὲ ληνὸς ἀντὶ πίθου, λιπαρῆς ἔνδιον εὐφροσύνης. αὐτίκα δʼ ἡμετέροιο πιὼν κρητῆρα Λυαίου παισὶ Καναστραίοις μάρναμαι, ἢν ἐθέλῃς. οὐ τρομέω δὲ θάλασσαν ἀμείλιχον, οὐδὲ κεραυνούς, πιστὸν ἀταρβήτου θάρσος ἔχων Βρομίου.
マケドニオス二世 害なきバッコスの密儀を重んじる男たちよ、 葡萄の樹の希望によって貧苦を投げ打て。 私にとっては、混酒器が杯であれ、また樽の代わりに 酒搾り器が身近にあれ、豊かな歓喜の宿りであれ。 たちまちにして我らがリュアイオスの混酒器を飲み干せば、 望みとあれば、私はカナストロンの巨人たちとも戦おう。 私は荒れ狂う海をも雷霆をも恐れない、 決して恐れることなきブロミオスの確固たる勇気を持っているのだから。
Agathias Scholasticus ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν. ἤδη δʼ ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι κισσύβια γλυκερῶν νήχεθʼ ὑπὲρ ῥοθίων, οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη, θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι.2 ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν. πάντων δʼ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ. τλήμονες, ἀλλʼ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν τῆς δʼ ἄρʼ ὑπʼ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.
アガティアス・スコラスティコス 我らは果てしないイアッコスの実を踏みながら、 入り交じって熱狂的な酒神の調子を織りなしていた。 早やおびただしい奔流が流れ落ちていた。小舟のごとく 蔦塗りの木杯が甘美な飛沫の上に浮かび、 それらで手近な飲み物を汲み上げては、我らはすでに飲み干しており、 熱き泉のニンフたち(水)など少しも必要としていなかった。 その時、麗しきロダンテーが酒搾り器の上から身をかがめ、 美の輝きによって流れを眩く照らし出した。 皆の機敏な心は激しく揺さぶられ、我らのうち、 バッコスとパポスの女神に打ち負かされぬ者はいなかった。 あわれなことよ、酒は足元に惜しみなく湧き流れていたが、 彼女への望みには、我らはただ弄ばれていたのだ。
Parmenion λιμοῦ καὶ γραίης χαλεπὴ κρίσις. ἀργαλέον μὲν πεινῆν, ἡ κοίτη δʼ ἔστʼ ὀδυνηροτέρα. πεινῶν εὔχετο γραῦν κοιμώμενος εὔχετο λιμὸν Φίλλις· ἴδʼ ἀκλήρου παιδὸς ἀνωμαλίην.
パルメニオン 飢えと老女の選択は耐え難い。飢えるのは 辛いことだが、寝床を共にするのはさらに苦痛だ。 フィリスは飢えているときは老女を祈り求め、添い寝すれば飢えを祈り求めた。 見よ、不運な若者のこの定まらぬ様を。
Antiphilus κἢν τείνῃς ῥακόεντα πολυτμήτοιο παρειῆς χρῶτα, καὶ ἀβλεφάρους ὦπας ἐπανθρακίσῃς, καὶ λευκὴν βάψῃς μέλανι τρίχα, καὶ πυρίφλεκτα βοστρύχια κροτάφοις οὖλα περικρεμάσῃς, οὐδὲν ταῦτα, γελοῖα, καὶ ἢν ἔτι πλείονα ῥέξῃς,
アンティフィロス 引き裂かれた頬の皺だらけの皮膚を引っ張り伸ばし、 睫毛なき目を炭で黒々と縁取り、 白髪を黒く染め、熱で縮れさせた 巻き毛をこめかみの周りに垂らそうとも、 これらはすべて無駄であり、嘲笑の種だ。
Myrinus υ τετρηκόσιʼ ἐστὶν ἔχεις δὲ σὺ τοὺς ἐνιαυτοὺς δὶς τόσσους, τρυφερὴ Λαῒ κορωνεκάβη, Σισύφου ὦ μάμμη, καὶ Δευκαλίωνος ἀδελφή. βάπτε δὲ τὰς λευκάς, καὶ λέγε πᾶσι τατᾶ.
たとえさらに多くの細工を凝らそうとも―― ミュリノス 「υ」は四百である。されど汝はその倍もの歳月を 生きてきたのだ、気位の高きラーイスよ、鴉のヘカベーよ、 シーシュポスの祖母よ、デウカリオーンの姉妹よ。 白髪を染め、誰にでもパパとお呼び。
Lucillius τὰς τρίχας, ὦ Νίκυλλα, τινὲς βάπτειν σε λέγουσιν, ἃς σὺ μελαινοτάτας ἐξ ἀγορᾶς ἐπρίω.
ルキリオス ニキュラよ、ある者たちは汝が髪を染めていると言うが、 その髪は汝が市場で漆黒のものを買い求めたのだ。
Lucillius τὰς πολιὰς βάψασα Θεμιστονόη τρικόρωνος γίνεται ἐξαπίνης οὐ νέα, ἀλλὰ Ῥέα.
ルキリオス 三世代の鴉の歳を生きたテミストノエーは、白髪を染めて にわかに若返るどころか、大地母神レアーとなった。
Julius leonidas Γρῆϋν ἔγημε Φιλῖνος, ὅτʼ ἦν νέος· ἡνίκα πρέσβυς, δωδεκέτιν Παφίῃ δʼ ὥριος οὐδέποτε. τοιγὰρ ἄπαις διέμεινέ ποτε σπείρων ἐς ἄκαρπα· νῦν δʼ ἑτέροις γήμας, ἀμφοτέρων στέρεται.
ユリウス・レオニダス フィリノスは若き頃に老女を娶り、老いては 十二歳の娘を娶ったが、アフロディーテーの営みの適齢であったことは一度もない。 それゆえ昔は不毛の地に種を播いて子なきままであり、 今は他の男たちのために妻を娶り、いずれにおいても恵まれない。 ニカルコス二世
Nicarchus II ἤκμασε Νικονόη· κἀγὼ λέγω· ἤκμασε δʼ αὐτή ἡνίκα Δευκαλίων ἄπλετον εἶδεν ὕδωρ. ταῦτα μὲν οὖν ἡμεῖς οὐκ οἴδαμεν, ἀλλʼ ὅτι ταύτην οὐκ ἄνδρα ζητεῖν νῦν ἔδει, ἀλλὰ τάφον.
ニコノエーにも花盛りがあった。私もそう認めよう。だが彼女の花盛りは、 デウカリオーンが果てしない大洪水を目にした時のことだ。 もっとも昔のことは我らは知らぬが、ただ彼女が 今探すべきは夫ではなく、墓場であることだけは知っている。
Lollius bassus ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθος γραῖα, διʼ ἣν Νέστωρ οὐκέτι πρεσβύτατος, ἡ φάος ἀθρήσασ’ ἐλάφου πλέον, ἡ χερὶ λαιῇ γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη,3 ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος, οἷά τε νύμφη, ὥστε με διστάζειν, μή τι πέπονθʼ Ἀίδης,
ロリウス・バッスス こめかみに白髪を戴くキュトータリス、饒舌なる 老女よ、彼女のせいでネストールすらもはや最高齢ではない。 鹿よりも永く光を見続け、左手で 二度目の老境を数え始めた彼女は、 目も見え、足取りもしっかりと、まるで花嫁のごとく生き長らえている、 冥府の神ハデースに何事か起きたのではないかと私が疑うほどに。
Nicarchus II γραῖα καλὴ ʽτί γάρ;ʼ οἶσθας ὅτʼ ἦν νέα· ἀλλὰ τότʼ ᾔτει, νῦν δʼ ἐθέλει δοῦναι μισθὸν ἐλαυνομένη. εὑρήσεις τεχνῖτιν ὅταν δὲ πίῃ, τότε μᾶλλον εἰς ὃ θέλεις αὐτὴν εὐεπίτακτον ἔχεις. πίνει γὰρ καὶ τρεῖς καὶ τέσσαρας, ἢν ἐθελήσῃς, ξέστας, κἀκ τούτου γίνετʼ ἄνω τὰ κάτω· κολλᾶται, κνίζει, παθικεύεται· ἤν τι διδῷ τις, λαμβάνει· ἢν μὴ δῷ, μισθὸν ἔχει τὸ πάθος.4
ニカルコス二世 美しい老女だ(いや、何と言おうか)、彼女が若かった頃を汝も知っていよう。だが当時は報酬を要求したのに、 今では抱かれながら自ら金を払おうとしている。 彼女が熟練の手練れであると知るだろう。酒を飲めば、なおさら 望むがままに意のままになる。 望みとあれば、彼女は三枡も四枡も酒を煽り、 そのせいで万事はあべこべとなる。 まとわりつき、からかい、色情を催す。誰かが金を与えれば 受け取り、与えなくとも、抱かれることそのものを報酬とするのだ。
- 11.61δεπάων νέκταρ ἀπειπάμενος
動詞 ἀπαγορεύω(アオリスト中間態分詞 ἀπειπάμενος)は「禁じる、断る」を意味し、直接目的語に対格 νέκταρ を取る構文。「杯のネクタル(酒)を禁じて」と解釈される。
- 11.64θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι
δέομαι は属格支配で「〜を欠く、必要とする」の意。比喩的に「水(ニュムペーたち)」を指す θερμῶν Νηιάδων を属格補語とし、原酒のまま飲んで水を混ぜる必要を全く感じていなかった状況を表す。
- 11.72χερὶ λαιῇ γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη
古代の手指計算(指算)法では、1から99までを左手で、100以降を右手で数えた。百歳を超えて右手の計算を終え、200歳を数えるために「再び左手で数え始めた」という法外な高齢を指す諷刺的誇張表現。
- 11.73μισθὸν ἔχει τὸ πάθος
直接目的語は定冠詞付きの中性名詞対格 τὸ πάθος(受動的行為、身を任せること・抱かれること)であり、無冠詞の μισθόν は述語対格。「身を任せること自体を報酬とする」という倒置的な構文。
