← ギリシア詞華集

ギリシア詞華集 4

§11.362-11.376

偽りの友や無駄な予言と弁論家への風刺

カリマコスやパラダス、アガティアスらによる多様な諷刺詩集。友人選びや娼婦の子の栄誉、占い師の当たり前すぎる予言、守銭奴の夢、極端な容姿や痩躯、老女の厚化粧、口先だけの弁論家などが皮肉たっぷりに描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
362

​Callimachus εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας, Λεύκαρε, τὰν ἁμὰν οὐκ ἐμάνη μανίην,1 οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει τὸν φίλον, ἀλλʼ % αἰχʼ ἐν δρᾶμʼ ἐδίδαξε μόνον. ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας·2 κἀγὼ τοὺς πολλοὺς οὐκέτʼ ἔχω Πυλάδας.

カリマコス 昔のオレステスは他のことでは狂気しても、 レウカロスよ、私の狂気には狂わなかったから仕合わせだ。 彼は友人を試すあのポキス人の吟味を行わず、 ただ一幕の劇を演じただけであった。 もしそうしていれば、彼は友を失っていたかもしれない。 私といえば、多くのピュラデスたちをもはや持っていない。

​Dioscorides οὐκέτʼ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει· ὁ Πτολεμαίου Μόσχος, ἰὼ πόλι· ποῦ δὲ τὰ μητρὸς αἴσχεα, πάνδημοὶ τʼ ἐργασίαι τέγεος; ποῦ δὲ συφόρβια; τίκτετε, πόρναι, τίκτετε, τῷ Μόσχου πειθόμεναι στεφάνῳ.

ディオスコリデス アレクサンドリア人にとって尊いものはもはやない。プトレマイオスの モスコスが若者たちの松明競走で栄誉を得ている。 プトレマイオスのモスコスだと、おお、都市よ。母の 恥辱や、屋根の上の公娼の稼業はどこへ行ったのか。 豚の飼育場はどこへ行ったのか。産むがよい、遊女たちよ、 産むがよい、モスコスの冠に励まされて。

​Bianor οὗτος ὁ μηδέν, ὁ λιτός, ὁ καὶ λάτρις, οὗτος, ὁρᾶτε, ἐστί τινος ψυχῆς κύριος ἀλλοτρίης.

ビアノル この何者でもない者、卑しい者、下僕ですらあるこの者が、見よ、 誰か他人の魂の主人となっている。

365

​Agathias Scholasticus Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ, οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου, ᾔτεε δʼ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη. ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων, δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει· “εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον ὅσσον ἀπόχρη, μηδὲ τινʼ ὑλαίην τέξεται ἀνθοσύνην, μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου, μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδὲ τινʼ ἄλλην ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην, ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δʼ ἀποκόψεις τοὺς στάχυας· μούνας δείδιθι τὰς ἀκρίδας.”3

アガティアス・スコラスティコス 農夫カリゲネスは、地に種を蒔いたとき、 占星術師アリストパネスの家へやって来て、 収穫が自分にとって順調であるか、穀物の穂が 豊かに実るかどうかを明かしてくれと求めた。 すると男は計算石を取り、盤の上を敷き詰め、 指を折り曲げながら、カリゲネスに向かって告げた。 「もし畑が過不足なく雨に潤され、 雑草の花を一切生み出すことなく、 霜が畝を裂くこともなく、雹によって 伸びゆく穂束の先が傷つけられることもなく、 仔鹿が作物を食い荒らすこともなく、その他いかなる 天や地の不運を見ることがないならば、 お前に対して良き収穫を予言しよう。穂をよく刈り取れよう。 ただイナゴだけを恐れるがよい。」

​Macedonius II φειδωλός τις ἀνὴρ ἁφόων θησαυρὸν ὀνείρῳ, ἤθελʼ ἀποθνῄσκειν, πλούσιον ὕπνον ἔχων· ὡς δʼ ἴδε τὴν προτέρην, σκιόεν μετὰ κέρδος ὀνείρου, ἐξ ὕπνου πενίην, ἀντικάθευδε πάλιν.

マケドニオス2世 ある守銭奴の男が、夢の中で財宝に触れ、 豊かな眠りのなかで死にたいと願った。 だが夢の影の利得のあと、目覚めて元の 貧しさを目にすると、たちまち再び眠りについた。

​Julianus ὄψιν ἔχεις στρουθῷ πανομοίϊον. ἦ ῥά σε Κίρκη ἐς πτηνὴν μετέθηκε φύσιν, κυκεῶνα πιόντα;

ユリアノス お前の容貌はダチョウに瓜二つだ。まことにキルケが キュケオンを飲ませて、お前を鳥の姿に変えたのか。

​Julianus Ἀμητὸς πολύς ἐστι τεὴν κατὰ δάσκιον ὄψιν τῷ σε χρὴ δρεπάνοισι, καὶ οὐ ψαλίδεσσι καρῆναι.

ユリアノス お前の暗く茂った顔には豊かな収穫がある。 それゆえお前は鋏ではなく、鎌で刈られるべきだ。

​Julianus ἀσφαλέως οἴκησον ἐν ἄστεϊ, μή σε κολάψῃ αἵματι Πυγμαίων ἡδομένη γέρανος.

ユリアノス 町の中で安全に暮らすがよい。ピュグマイオイの 血を喜ぶ鶴にお前がついばまれないように。

370

​Macedonius II οὐ λαλέει τὸ κάτοπτρον· ἐγὼ δέ σε † πάλιν ἐλέγξω τὴν νοθοκαλλοσύνην φύκεϊ χριομένην. τοῦτο καὶ ἡδυλύρης ποτὲ Πίνδαρος ἐλέγχων, εἶπεν ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον.4

マケドニオス2世 鏡は口を利かない。だが私は紅を塗った お前の偽りの美しさを暴いてみせよう。 このことをかつて甘く竪琴を奏でるピンダロスも糾弾して言った、 「水は最善である」と――化粧の紅にとって最大の仇敵であることを。

​Palladas μή με κάλει δίσκων ἐπιίστορα λιμοφορήων, βρωτύν μοι φορέων τὴν κολοκυνθιάδα. ἀργυρέην ὕλην οὐ τρώγομεν, ἣν παραβάλλεις, λιμῷ κρητίζων τοὺς μελέους πίνακας. ζήτει νηστεύοντας ἐς ἀργυρέην ἐπίδειξιν, καὶ τότε θαυμάζῃ, κοῦφον ἄσημον ἔχων.

パラダス 飢えをもたらす皿の証人として私を招くな、 私にユウガオの料理を運んでよこしながら。 我々はお前が差し出す銀の器を食うのではない、 〔お前は〕飢えによって哀れな皿を欺いているが。 銀の誇示のためには断食する者たちを探すがよい。 そのときこそ軽やかな無印の銀器を手にして賞賛されるがよい。

​Agathias Scholasticus σῶμα φέρων σκιοειδές, ἀδερκέϊ σύμπνοον αὔρῃ, μή ποτε θαρσήσῃς ἄγχι τινὸς πελάσαι, μή τις ἔσω μυκτῆρος ἀναπνείων σε κομίσσῃ ἄσθματος ἠερίου πολλὸν ἀφαυρότερον. οὐ σὺ μόρον τρομέεις· τότε γὰρ πάλιν οὐδὲν ἀμείψας ἔσσεαι ὡσαύτως φάσμα, τόπερ τελέθεις.

アガティアス・スコラスティコス 影のような体を持ち、目に見えぬ微風と同調する者よ、 何者の近くにも決して近寄ろうと企てるな。 息を吸い込む者が、空中の吐息よりも はるかに脆いお前を鼻の穴の中へ吸い込んでしまわぬように。 お前は死を恐れることはない。その時も何一つ変わることなく、 お前が今ある通りの幻影のままであろうから。

​Palladas εἰς ποιητὴν κυβεύοντα πάντων μουσοπόλων ἡ Καλλιόπη θεός ἐστιν ἡ σὴ Καλλιόπη Ταβλιόπη λέγεται.

博打をする詩人へ(パラダス) すべてのムーサの仕え人にとってカリオペーは女神だが、 お前のカリオペーは「タブリオペー」と呼ばれる。

​Macedonius II τῷ ψιμύθῳ μὲν ἀεὶ λιποσαρκέα τεῖνε παρειήν, Λαοδίκη, λαοῖς ἔνδικα τινυμένη· μή ποτε δʼ εὐρύνῃς σέο χείλεα· τίς γὰρ ὀδόντων ὄρχατον ἐμπήξει φαρμακόεντι δόλῳ; τὴν χάριν ἐξέρρευσας ὅσην ἔχες· οὐκ ἀπὸ πηγῆς ˘ ἀγλαΐη μελέων ἕλκεται ἀενάου. ὡς δὲ ῥόδον θαλέθεσκες ἐν εἴαρι· νῦν δʼ ἐμαράνθης. γήραος αὐχμηρῷ καρφομένη θέρεϊ.

マケドニオス2世 おしろいによって常に肉の落ちた頬を張らせているがよい、 ラオディケーよ、人々に対して正当な罰を受けながら。 だが決して唇を広げてはならない。誰が薬の 罠の中に歯の並びを植え付けるだろうか。 お前は持っていた美しさをことごとく流し去ってしまった。四肢の 輝きは涸れることのない泉から汲まれるのではない。 お前は春には薔薇のように咲き誇っていた。だが今や萎れてしまった、 老いの干上がった夏に枯れ果てて。

375

​Macedonius II ἔπταρον ἄγχι τάφοιο, καὶ ἤθελον αὐτόθʼ ἀκοῦσαι οἷά περ ὠισάμην, μοῖραν ἐμῆς ἀλόχου. ἔπταρον εἰς ἀνέμους· ἄλοχον δέ μοι οὔ τι κιχάνει λυγρὸν ἐν ἀνθρώποις, οὐ νόσος, οὐ θάνατος.

マケドニオス2世 私は墓の近くでくしゃみをした、そしてそこで自分が思い描いた通りのこと、 すなわち我が妻の死の運命を聞くことを願った。 だが私は空しい風に向かってくしゃみをした。我が妻には、人間における いかなる悲惨なことも、病も死も決して訪れないのだ。

​Agathias Scholasticus ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης· “ἡμετέρη θεράπαινα φύγεν ποτέ· τὴν δέ τις εὑρὼν, ἀλλοτρίην τʼ εἶναι λάτριν ἐπιστάμενος, ζεῦξεν ἑῷ θεράποντι· τέκεν δʼ ὑπὸ παῖδας ἐκείνῳ·5 καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;” ὃς δʼ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην, εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον “ἢ σοί, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις· δίζεο δʼ εὐμενέοντα δικασπόλον, αἶψα δʼ ἀποίσῃ ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.”

アガティアス・スコラスティコス ある憐れな男が弁論家ディオドロスのところへ行き、 このような裁判沙汰について彼に尋ねた。 「私どもの下女がかつて逃亡いたしました。ある男がこれを見つけ、 他人の奴隷であると知りながら、 自分の下僕と娶わせました。そして彼女はその男との間に子を産みました。 彼らはどちらに仕えるのがより正当でしょうか。」 ディオドロスは熟考し、あらゆる書物を見渡したのち、 丸く曲がった眉根を寄せて言った。 「お前か、あるいは下女を捕らえた男のどちらかに、 お前が尋ねる者たちが仕えねばならぬのは必然である。 好意的な裁判官を探すがよい、もしお前が正当なことを述べているなら、 たちまち有利な判決を持ち帰ることができよう。」

構文注5 件
  1. 11.362τὰν ἁμὰν οὐκ ἐμάνη μανίην

    同族対格構文。「狂気する」を意味する自動詞 ἐμάνη に同語根の名詞 μανίην が対格で添えられ、限定辞とともに「私の(友人を選び試そうとする)狂気と同じようには狂わなかった」という意味を成す。

  2. 11.362ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας

    過去の反実仮想文。ドーリス方言の小辞 κα(=ἄν)がアオリスト直説法 ἀπώλεσε と結合し、分詞 τοῦτο ποήσας が条件節(「もしそうしていたら」)の役割を果たしている。

  3. 11.365εἴπερ ἐπομβρηθῇ... μούνας δείδιθι τὰς ἀκρίδας

    占星術師の冗長な言葉を風刺する長大な条件構文。εἴπερ に導かれる接続法・直説法の否定条件節(μηδὲ... μηδὲ...)が6行にわたって累積され、主節「ἐσθλόν σοι τὸ θέρος μαντεύομαι」へと繋がる。

  4. 11.370ἄριστον ὕδωρ, φύκεος ἐχθρότατον

    ピンダロス『オリュンピア祝勝歌』第1歌第1行(ἄριστον μὲν ὕδωρ)の有名な冒頭句のパロディ的引用。続く φύκεος は最上級形容詞 ἐχθρότατον が支配する比較・対立を表す属格。

  5. 11.376τέκεν δʼ ὑπὸ παῖδας ἐκείνῳ

    動詞 ὑποτίκτω(下で産む、子をもうける)の分離構文(tmesis)、あるいは前置詞 ὑπό の副詞的用法。与格 ἐκείνῳ は「その男との間に」という手段・関係を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.362-11.376