- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.336-11.351
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
傲慢な富者や官職を買った者、言葉や下劣な振る舞いを皮肉る作者不詳の警句群に続き、詩作衝動を嘆くパラダス、寄食者への警告を述べるアウトメドン、難解な衒学趣味を退けるピリッポス、親殺しへの天罰を説くアンティパネス、自己認識を説くパラダス、不正な弁護士を戒めるアガティアス、そして部屋を貸した大麦粥売りが乱暴な拳闘家だったことに狼狽するパラダスの小咄が収められている。
Anonymi Epigrammatici τῆς Ἀσίης τὰ λάφυρα λαβὼν ἔπλευσε Καρῖνος ἤματι χειμερίῳ, δυομένων ἐρίφων· εἶδε καὶ Ἀδράστεια τὸ φορτίον ὃς δʼ ἐφορώσης ᾤχετο, καὶ πελάγους δαίμοσιν ἐγγελάσας.
作者不詳 カリーノスは小アジアの戦利品(富)を手に入れ、荒天の日、仔山羊座が沈む頃に船出した。 アドラステイア(復讐の女神)もその積荷を目にしていた。女神が見張るなか、彼は海の神々をあざ笑いながら滅び去った。
Anonymi Epigrammatici Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτʼ ἐπρίω νῦν, εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.1
作者不詳 アガティノスよ、お前は市参事会員(ボウレウエイス)を務めているな。だがこのベータ(B)を今いくらで買ったのか、 言ってくれ。以前はデルタ(D、すなわち奴隷ドウレウエイス)だったのだから。
Anonymi Epigrammatici τὴν φωνὴν ἐνοπήν σε λέγειν ἐδίδαξεν Ὅμηρος· τὴν γλῶσσαν δʼ ἐνοπὴν τίς σ’ ἐδίδαξεν ἔχειν;2
作者不詳 ホメロスはお前に、声を「叫び(エノペー)」と呼ぶことを教えた。 だが舌を「穴の中(エン・オペー)」に入れておくことを教えたのは誰だ?
Anonymi Epigrammatici τὴν κεφαλὴν σείεις, καὶ τὴν πυγὴν ἀνασείεις· ἓν μὲν μαινομένου, ἓν δὲ περαινομένου.
作者不詳 お前は頭を揺すぶり、尻を振り立てる。 一方は狂人の振る舞い、他方は犯される者の振る舞いだ。
Palladas ὤμοσα μυριάκις ἐπιγράμματα μηκέτι ποιεῖν πολλῶν γὰρ μωρῶν ἔχθραν ἐπεσπασάμην. ἀλλʼ ὁπόταν κατίδω τοῦ Παφλαγόνος τὸ πρόσωπον Πανταγάθου, στέξαι τὴν νόσον οὐ δύναμαι.
パラダス 私はもうエピグラムを作るまいと幾万度も誓った。 多くの愚か者たちの怨恨を買ったからだ。 だが、パフラゴニア人パンタガトスのあの顔を目にすると、 この(風刺詩を詠むという)病を抑えることができない。
Palladas Αἰνίζειν μὲν ἄριστον, ὁ δὲ ψόγος ἔχθεος ἀρχή· ἀλλὰ κακῶς εἰπεῖν, Ἀττικόν ἐστι μέλι.
パラダス 人を称賛することは最善であり、非難は憎悪の始まりである。 しかし悪口を言うことこそは、アッティカの蜂蜜(至上の甘美)なのだ。
Anonymi Epigrammatici Κήλην κηλήτου μὴ φαινομένου προτέθεικας. μή μοι τὴν κήλην αὐτὸν ἰδεῖν δέομαι.
作者不詳 お前はヘルニア持ち本人の姿が見えぬのに、ヘルニアを突き出している。 ヘルニアではなく、頼むから本人を見せてくれ。
Anonymi Epigrammatici Σιλβανὸς δύο παῖδας ἔχων, Οἶνόν τε καὶ Ὕπνον, οὐκέτι τὰς Μούσας, οὐδὲ φίλους φιλέει· ἀλλʼ ὁ μὲν ἐκ λεχέων νιν ἐύρροος ἐς φρένα θέλγει, ἄλλος δʼ ἐς θαλάμους ῥεγχόμενον κατέχει.
作者不詳 シルバヌスは「酒」と「眠り」という二人の子を持ち、 もはやムーサたちも愛さず、友らも愛さない。 一方は美酒の奔流となって寝台から彼の心を引き寄せ、 もう一方は寝室でいびきをかく彼を引き留めて離さない。
Anonymi Epigrammatici εἰς Μητρόδοτον Βένετον ἔχοντα πρασίνην τράπεζαν Μητρόδοτος στυγέων πρασίνων αἰώνιον ἄχθος, μνημοσύνην μίσους τήνδε τράπεζαν ἔχει.
作者不詳(青党でありながら緑のテーブルを持つメトロドトスへ) メトロドトスは緑党という永遠の重荷を憎み、 その憎しみの記念としてこのテーブルを持っている。
Anonymi Epigrammatici Μητρόφανες, κύκνοψι, δασύθριξ, δῖε πελαργέ, τῇ καὶ τῇ κραδάων κεφαλὴν γεράνοισιν ὁμοίην, μηκεδανὸν καράκαλλον ὑπὲκ δαπέδοιο κομίζεις.
作者不詳 白鳥のような顔、濃い毛の、気高いコウノトリよ、メトロパネスよ、 鶴のように頭をあちこちに揺らしながら、 お前は丈長い外套を地面から持ち上げて歩いている。
Automedon μέχρι τίνος, Πολύκαρπε, κενῆς παράσιτε τραπέζης, λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;3 οὐ γὰρ ἔτʼ εἰν ἀγορῇ σε βλέπω πολὺν ἀλλʼ ὑποκάμπτεις ἤδη, καὶ ζητεῖς ποῖ σε φέρωσι πόδες. πᾶσιν ἐπαγγέλλῃ· “κόμισαι τὸ σὸν αὔριον· ἔρχου καὶ λάβε·” κοὐδʼ ὀμόσας, οὐκέτι πίστιν ἔχεις. Κυζικόθεν σε φέρων ἄνεμος Σαμόθρᾳξι πέλασσεν τοῦτό σε τοῦ λοιποῦ τέρμα μένει βιότου.
アウトメドン いつまでだ、ポリュカルポスよ、空っぽの食卓の寄食者よ、 他人の小銭を使って人目を欺き続けるのか。 市場でもうお前の堂々とした姿は見かけず、今やすでに身をすくめ、 足がどこへ連れて行くか(逃げ場)を探している。 誰に対しても請け負う、「お前の金は明日受け取れ。来て 取ってゆけ」と。だが誓ったところで、お前にはもはや信用がない。 キュジコスからお前を運ぶ風がサモトラケへと近づけた。 これが余生の終着点としてお前を待っているのだ。
Philippus Χαίροιθʼ οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα, οἳ τʼ ἀπʼ Ἀριστάρχου σῆτες ἀκανθολόγοι. ποῖ γὰρ ἐμοὶ ζητεῖν,4 τίνας ἔδραμεν ἥλιος οἴμους, καὶ τίνος ἦν Πρωτεὺς, καὶ τίς ὁ Πυγμαλίων; γινώσκοιμʼ ὅσα λευκὸν ἔχει στίχον ἡ δὲ μέλαινα ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.
ピリッポス おさらばだ、宇宙の周りに常に目を迷わせている者たちよ、 アリスタルコスに発する、棘(瑣末な難問)を拾い集める蛾どもよ。 太陽がどのような道を走ったか、プロテウスは誰の子か、ピグマリオンとは何者かなどと、 いったい何のために私が探究する必要があろうか。 私は明晰な詩行を持つものだけを知ればよい。あの陰鬱な 考証趣味は、カリマコス信奉者どもを痩せ衰えさせるがよい。
Antiphanes θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ, πατρολέτωρ· πάντῃ δʼ ἐκδέχεταί σε μόρος. ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος· ἢν δὲ πρὸς ὕψος δενδροβατῇς, ἀσπὶς δεῖμʼ ὑπὲρ ἀκρεμόνων. πειράζεις καὶ Νεῖλον; ὁ δʼ ἐν δίναις κροκόδειλον ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.
アンティパネス 野獣よりも凶暴な人間よ、万物がお前を憎んでいる、 親殺しよ。あらゆる場所で死がお前を待ち受けている。 地上を逃れれば近くに狼がおり、高みを目指して 木に登れば梢の上に毒蛇の恐怖がある。 ナイル川も試すというのか。だが川は渦巻く水の中に、 不敬な者に対して最も公正な野獣である鰐を育てているのだ。
Palladas εἰπὲ πόθεν σὺ μετρεῖς κόσμον καὶ πείρατα γαίης ἐξ ὀλίγης γαίης σῶμα φέρων ὀλίγον. σαυτὸν ἀρίθμησον πρότερον καὶ γνῶθι σεαυτόν, καὶ τότʼ ἀριθμήσεις γαῖαν ἀπειρεσίην. εἰ δʼ ὀλίγον πηλὸν τοῦ σώματος οὐ καταριθμεῖς, πῶς δύνασαι γνῶναι τῶν ἀμέτρων τὰ μέτρα;
パラダス 言ってみよ、お前はどこから宇宙と大地の果てを測るのか、 わずかな土からできた小さな体にすぎぬ身でありながら。 まず自分自身を数え、汝自身を知れ。 そうして初めて、無限の大地を数えるがよい。 自らの体のわずかな泥さえ数え尽くせぬのに、 どうして測り知れぬものの測度を知ることができようか。
Agathias Scholasticus εἰς δικολόγον ἀδικοῦντα νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην; ῥήτρῃ πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇ ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ. ἐλπίζειν ἔξεστι· Θέμιν δʼ οὐκ οἶδεν ἀμεῖψαι τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.
アガティアス・スコラスティコス(不正を行う弁護士へ) 愚か者よ、どうして正義(ディケー)の天秤がお前に気づかれずにいるのか。 神を畏れぬ者たちに科されるべき判決を、お前は理解していないのか。 お前は緻密な弁舌と、変化に富む言葉を語るすべを心得た 自らの企みを信じ切っている。 望みを持つことは勝手だ。だがお前の無益な妄想の戯れは、 テミス(掟の神)を変えるすべを知らないのだ。
Palladas τῷ πτισάνην πωλοῦντι τὸ κελλίον ἐχθὲς ἔδωκα, καὶ φοβερὸν πύκτην σήμερον εὗρον ἔσω. ὡς δʼ ἔλεγον, σὺ τίς εἶ; πόθεν ἤλυθες ἡμέτερον δῶ; πυγμαχίης κατʼ ἐμοῦ χεῖρας ἀνέσχεν ἄνω. ψύττα δʼ ἐγὼ κατέτεινα, φοβεύμενος ἄγριον ἄνδρα, τὸν πτιστὴν πύκτην ἐξαπίνης ὁρόων. ἀλλά σε, πρὸς πύκτου Πολυδεύκεος ἠδὲ καὶ αὐτοῦ Κάστορος, ἱκνοῦμαι, καὶ Διὸς ἱκεσίου, τὸν πύκτην ἀπόκρουσον, ἐμὸν χόλον οὐ δύναμαι γὰρ πυκτεύειν καθάπαξ μηνὸς ἐπερχομένου.
パラダス 昨日、大麦粥を売る男に小部屋を貸したのだが、 今日になって中に恐ろしい拳闘家を見出した。 私が「お前は誰だ。どこから我が家へ入ってきたのか」 と言うやいなや、私に向かって拳闘の構えで両手を掲げた。 私はその粗暴な男を恐れ、大麦搗きが突然ボクサーになったのを見て、 「しっ、しっ」と声を上げながら飛び退いた。 拳闘家ポリュデウケースとカストル自身にかけて、また庇護の神ゼウスにかけて あなたに懇願する、あの拳闘家を、私の憤怒の種を追い払ってくれ。 新月が巡ってくるたびにボクシングをするなど、私には到底耐えられないのだから。
- 11.337Βουλεύεις, Ἀγαθῖνε· τὸ βῆτα δὲ τοῦτʼ ἐπρίω νῦν, / εἰπέ, πόσης τιμῆς; δέλτα γὰρ ἦν πρότερον.
頭文字を入れ替えた語呂合わせによる風刺。動詞 βουλεύεις(市参事会員を務める)の頭文字 βῆτα(β)を δέλτα(δ)に置き換えると δουλεύεις(奴隷として仕える)となり、「お前はかつて奴隷(δουλεύων)だったのに、いくら金を積んで市参事会員の座(βουλευτής)を買ったのか」と皮肉っている。
- 11.338τὴν γλῶσσαν δʼ ἐνοπὴν τίς σ’ ἐδίδαξεν ἔχειν;
第1行のホメロス詩句に現れる女性名詞 ἐνοπή(叫び声、喚声)に対する語呂合わせ。ここでは前置詞句 ἐν ὀπῇ(穴の中に)と同音異義であることを利用し、舌を「穴の中(口淫などの卑猥な含意)」に置く行為を指す二重の意味(ダブル・ミーニング)として機能している。
- 11.346λήσῃ κερματίοις χρώμενος ἀλλοτρίοις;
動詞 λανθάνω(将来形 λήσω)と分詞 χρώμενος が結びついた「人に知られず〜する」「ひそかに〜する」構文。疑問詞 μέχρι τίνος と合わさり、「いつまで他人の小銭を使って(借金を踏み倒して)人目を欺き続けるつもりか」を意味する。
- 11.347ποῖ γὰρ ἐμοὶ ζητεῖν
方向を表す疑問副詞 ποῖ(どこへ)に与格 ἐμοί と不定詞 ζητεῖν が後続する反語的構文。「何のために私が〜を探究する必要があろうか(探究したところで何の益があろうか)」という強い否定・拒絶を表す。
