← ギリシア詞華集

ギリシア詞華集 4

§11.289-11.307

高利貸しの急死と官職に就いた哲学者への風刺

高利貸しの急死、長官職に就いた哲学者への皮肉、吝嗇や大酒飲みの情景、そして貧困や人間の弱さ、偽善的な知識人をめぐるパラダスを中心とした風刺詩が並ぶ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
289

​Palladas ὦ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου·1 ἀνὴρ δανειστὴς, τῶν χρόνων γλύφων τόκους, τέθνηκεν εὐθὺς ἐν ῥοπῆς καιρῷ βραχεῖ, ἐν δακτύλοισι τοὺς τόκους σφίγγων ἔτι.

パラダス おお、生命のあまりにも急速な奪去よ。 金貸しの男は、時の利息を刻んでいたが、 傾きゆく秤の束の間のうちに忽ち息絶え、 指の中になお利息を強く握りしめていた。

290

​Palladas Δακτυλικὴν ψῆφόν τις ἔχων πέρι δάκτυλα χειρῶν ψήφῳ τοῦ θανάτου προὔλαβεν εἰς ἀίδην. ζῇ δʼ ἡ ψῆφος νῦν τοῦ ψηφίζοντος ἐρήμη, ψυχῆς ἁρπαγίμης ἔνθεν ἐλαυνομένης.

パラダス 指の計算を手の指の周りで操っていた男が、 死の票決によって冥府へと先んじて行った。 計算する者を失った計算石は今や生きており、 奪い去られる魂はここから駆り立てられた。 パラダス

​Palladas τί ὠφέλησας τὴν πόλιν στίχους γράφων, χρυσὸν τοσοῦτον λαμβάνων βλασφημίας, πωλῶν ἰάμβους, ὡς ἔλαιον ἔμπορος;

中傷によってあれほどの黄金を受け取り、 油売りの商人のようにイアンボスを売り捌きながら、 詩句を書いてお前は都市に何の益をもたらしたというのか。

​Palladas τοῦ αὐτοῦ εἴς τινα φιλόσοφον γενόμενον ὕπαρχον πόλεως ἐπὶ Βαλεντινιανοῦ καὶ Βάλεντος ἄντυγος οὐρανίης ὑπερήμενος, ἐς πόθον ἦλθες ἄντυγος ἀργυρέης· αἶσχος ἀπειρέσιον ἦσθά ποτε κρείσσων· αὖθις δʼ ἐγένου πολὺ χείρων. δεῦρʼ ἀνάβηθι κάτω· νῦν γὰρ ἄνω κατέβης.2

パラダス(同上) ウァレンティニアヌスとウァレンスの治世に、都市長官となったある哲学者に 天の車の高みに座していながら、銀の車への欲望へと身を落とした。 何という果てしない恥辱か。 かつてはお前はより優れた者であったが、今また遥かに悪しき者となった。 さあ、下へと登ってこい。今や上へと下ってしまったのだから。

​Palladas ἵππον ὑποσχόμενός μοι Ὀλύμπιος ἤγαγεν οὐράν, ἧς ὀλιγοδρανέων ἵππος ἀπεκρέματο.

パラダス 馬をくれると約束したオリュンピオスは、尾を連れてきた。 衰弱しきった馬が、その尾からぶら下がっていたのだ。

​Pseudo-lucianus πλοῦτον μὲν πλουτοῦντος ἔχεις, ψυχὴν δὲ πένητος, ὦ τοῖς κληρονόμοις πλούσιε, σοὶ δὲ πένης.

偽ルキアノス お前は富者の富を持ちながら、貧者の魂を持っている。 遺産相続人にとっては富者であり、自分自身にとっては貧者なのだ。

295

​Lucillius εἴ τινʼ ἔχεις Διόνυσον ἐνὶ μεγάροισι τεοῖσι, τὸν κισσὸν ἀφελὼν, θριδάκων φύλλοις στεφάνωσον.

ルキッリウス もし汝の館にディオニューソスの像があるなら、 蔦を取り除き、チシャの葉で冠をかぶせよ。

​Timon εἰς Κλεάνθην τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν; μωλύτης, ἐπέων λίθος Ἄσσιος, ὅλμος ἄτολμος.

ティモン(クレアンテスに) 雄羊のように人々の隊列を巡り歩くこの男は誰か。 のろま、言葉を喰らうアッソスの石、気骨なき石臼よ。

​Anonymi Epigrammatici εἰς γυναῖκα μεθυστρίδα α. πῶς φιλέεις, ὦ μῆτερ, ἐμοῦ πλέον υἱέος οἶνον; δὸς πιέειν οἴνοιο, ἐπεὶ γάλα τὸ πρὶν ἔδωκας. β. ὦ παῖ, σὴν μὲν δίψαν ἐμὸν γάλα τὸ πρὶν ἔπαυσε· νῦν ἴθι πῖνε ὕδωρ, καὶ παύεο δίψαν ἑοῖο.

作者不詳(大酒飲みの女に) 子:母よ、なぜ息子である私以上に酒を愛するのですか。 かつて乳を授けてくれたように、ワインを飲ませてください。 母:我が子よ、お前の渇きはかつて私の乳が癒やした。 今は行って水を飲み、自分の力で渇きを止めなさい。

​Anonymi Epigrammatici Δέρκεο πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει· ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ, ἐν λαγύνῳ πίνουσα, τόδʼ ἔννεπε λοξὸν ἰδοῦσα· “ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο; ξέστας γὰρ τριάκοντα μόνους λάγυνὸς γʼ ὅδε χωρεῖ.” “μῆτερ, μητρυιῆς χαλεπὸν τρόπον ἀντικρατοῦσα, ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.” “μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.”

作者不詳 渇いた息子がいかに母に手を差し伸べているかを見よ。 だがその女は、すべての女がそうであるように酒に屈し、 徳利から飲みながら、流し目を送ってこう言った。 「小さな注ぎ口からお前に何をあげられよう、我が子よ。 この徳利はたった三十クセステスしか入らないというのに。」 「継母のような過酷な態度で対抗する母よ、 いとも甘美な葡萄のこの涙を私に汲み取らせてください。」 「我が母よ、無慈悲な心を抱く心無き母よ。 もし息子である私を愛するなら、少しばかり汲ませてください。」

​Palladas ὑβρίζεις· τί τὸ θαῦμα; τί δυσχερές; ἀλλὰ φέρω σε· τῶν γὰρ ὑβριζόντων ἡ θρασύτης κόλασις.

パラダス お前は無礼を働く。何の不思議があろうか。何の辛さがあろうか。だが私は耐えよう。 無礼を働く者たちにとっては、その傲慢さこそが懲罰なのだから。

300

​Palladas πολλὰ λαλεῖς, ἄνθρωπε, χαμαὶ δὲ τίθῃ μετὰ μικρόν. σίγα, καὶ μελέτα ζῶν ἔτι τὸν θάνατον.

パラダス 人間よ、お前は多くを喋るが、やがて地に横たえられる。 黙れ、そして生きているうちに死を観想せよ。

​Palladas ἥλιος ἀνθρώποις αὐγῆς θεός· εἰ δὲ καὶ αὐτὸς ὕβριζεν φαίνων, οὐδὲ τὸ φῶς ἐπόθουν.

パラダス 太陽は人間にとって光明の神である。だがもし太陽自身も 輝きながら無礼を働くなら、私はその光すら望まなかっただろう。

​Palladas οὐκ ἐμέ, τὴν πενίην δὲ καθύβρισας· εἰ δὲ καὶ ὁ Ζεὺς ἦν ἐπὶ γῆς πτωχός, καὐτὸς ἔπασχεν ὕβριν.

パラダス お前が侮辱したのは私ではなく、貧困である。もしゼウスでさえ 地上で貧者であったなら、彼自身も無礼を被ったであろう。

​Palladas εἰ πένομαι, τί πάθω;3 τί με μισεῖς οὐκ ἀδικοῦντα; πταῖσμα τόδʼ ἐστὶ Τύχης, οὐκ ἀδίκημα τρόπων.

パラダス 私が貧しいとして、どうしろというのか。何の不正も働かぬ私をなぜ憎むのか。 これは運命の躓きであって、品性の不正ではない。

​Palladas πάντες μὲν δειλοὶ καὶ ἀλαζόνες εἰσί, καὶ εἴ τι ἐν τοῖς ἀνθρώποις ἄλλο πέφυκε πάθος· ἀλλʼ ὁ λογισμὸν ἔχων τῷ πλησίον οὐκ ἀναφαίνει, ἔνδον ἀποκρύπτων τῇ συνέσει τὸ πάθος. σῆς δὲ θύρα ψυχῆς ἀναπέπταται· οὐδένα λήθεις οὔτε καταπτήσσων, οὔτε θρασυνόμενος.

パラダス 誰もが臆病者であり、法螺吹きであり、およそ人間に 生まれつき備わったあらゆる情念を抱えている。 しかし理性を備えた者は、思慮によってその情念を内に隠し、隣人に露わにしない。 だがお前の心の扉は広く開け放たれている。お前が 縮み上がっているときも、威張り散らしているときも、誰の目からも隠れはしない。

305

​Palladas τέκνον ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης, εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος; ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός· ἂν δὲ Πλάτωνος δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν. ἐξ ἑτέρου φεύγεις ἐπὶ θάτερον οὔτε δὲ τέχνην οἶσθα γραμματικήν, οὔτε Πλατωνικὸς εἶ.

パラダス 恥知らずの子、この上なく無知なる者、愚鈍の落とし子よ。 言ってみよ、何も知らぬくせになぜ気取っているのか。 文法学者たちの間ではプラトン主義者を気取り、誰かがプラトンの 教義を尋ねれば、お前はまた文法学者へと戻る。 一方から他方へと逃げ回るが、文法の技術を 知ることもなく、プラトン主義者でもないのだ。

​Palladas ἂν μετʼ Ἀλεξάνδρειαν ἐς Ἀντιόχειαν ἀπέλθῃς, καὶ μετὰ τὴν Συρίην Ἰταλίας ἐπιβῇς, τῶν δυνατῶν οὐδείς σε γαμήσει· τοῦτο γὰρ αἰεὶ οἰομένη πηδᾷς εἰς πόλιν ἐκ πόλεως.

パラダス アレクサンドリアの後にアンティオキアへ赴き、 シリアの後にイタリアに足を踏み入れたとしても、 有力者の誰もがお前を妻に娶りはしないだろう。そのことを絶えず 夢見ながら、お前は町から町へと飛び回っているのだから。

​Palladas υἱὸν ἔχεις τὸν Ἔρωτα, γυναῖκα δὲ τὴν Ἀφροδίτην οὐκ ἀδίκως, χαλκεῦ, τὸν πόδα χωλὸν ἔχεις.

パラダス お前はエロースを息子に持ち、アプロディーテーを妻に持つ。 鍛冶屋よ、お前の足が不自由であるのも無理はない。

構文注3 件
  1. 11.289ὦ τῆς ταχίστης ἁρπαγῆς τῆς τοῦ βίου

    感嘆の属格(Genitive of exclamation)。間投詞 ὦ に導かれ、命があまりにも速やかに奪い去られることへの激しい驚嘆を表している。

  2. 11.292δεῦρʼ ἀνάβηθι κάτω· νῦν γὰρ ἄνω κατέβης

    方向を表す副詞(κάτω「下へ」、ἄνω「上へ」)と反対の運動を示す動詞(ἀνάβηθι「登れ」、κατέβης「下った」)を組み合わせた撞着語法(oxymoron)。高い精神的境地から世俗の官職(高位)へと出世したことを道徳的・哲学的な「下降」と捉え、そこから俗世に降りることをむしろ「上方への登坂」と皮肉っている。

  3. 11.303εἰ πένομαι, τί πάθω;

    τί πάθω は熟考・当惑の接続法(deliberative subjunctive)。直訳すれば「私は何を被るべきか(私に何が起こればよいのか)」であり、「どうしろというのか」「自分はどうしたらよいのか」という無力感・開き直りを表す慣用表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.289-11.307