← ギリシア詞華集

ギリシア詞華集 4

§11.110-11.125

極端に痩せた人々と命を奪う藪医者への風刺

痩せっぽちたちの極端な軽さを競う滑稽詩から、藪医者たちの恐るべき致死性や失明させる治療を風刺するエピグラム群が展開される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
110

​Nicarchus II τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο, τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.1 ὧν ὁ μὲν εἷς,Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην, καὶ διέδυ ῥαφίδος τρῆμα, λίνον κατέχων Δημᾶς δʼ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη, ἡ δʼ ἀράχνη νήθουσ’ αὐτὸν ἀπεκρέμασεν. Σωσίπατρος δʼ ἐβόησεν “ἐμὲ στεφανώσατʼ ἐγὼ εἰ βλέπομʼ, ἥττημαι· πνεῦμα γάρ εἰμι μόνον.”

ニカルコス二世 先日、三人の痩せっぽちが痩せ比べで競い合い、 誰が選ばれてより極限まで痩せているかを争った。 そのうちの一人ヘルモンは大いなる技を披露し、 麻糸を手に持って針の穴をくぐり抜けた。 一方デマスは穴から出てきて蜘蛛の巣の上にとまったが、 蜘蛛が糸を紡ぐと、彼をぶら下げてしまった。 だがソシパトロスは叫んだ。「私に冠を授けよ。私が見えるようなら、 私の負けだ。なぜなら私はただの息にすぎないのだから」。

​Lucillius Βουλόμενός ποθʼ ὁ λεπτὸς ἀπάγξασθαι Διόφαντος, νῆμα λαβὼν ἀράχνης αὑτὸν ἀπηγχόνισεν.

ルキリオス かつて痩せっぽちのディオファントスは首を吊ろうと望み、 蜘蛛の糸を取って自ら首を吊った。

​Lucillius εἰς ἰατρούς πρίν σ’ ἐναλείψασθαι, Δημόστρατε, χαῖρʼ, ἱερὸν φῶς, εἰπὲ τάλας· οὕτως εὔσκοπός ἐστι Δίων. οὐ μόνον ἐξετύφλωσεν Ὀλυμπικόν, ἀλλὰ διʼ αὐτοῦ εἰκόνος ἧς εἶχεν τὰ βλέφαρʼ ἐξέβαλεν.2

ルキリオス(医者たちへ) 軟膏を塗られる前に、デモストラトスよ、哀れな男よ、 「さらば、聖なる光よ」と言っておけ。ディオンの狙いはそれほど百発百中なのだ。 彼はオリンピコスを失明させただけでなく、彼を通じて 彼が持っていた肖像画のまぶたまで削ぎ落としてしまった。

​Lucillius τοῦ λιθίνου Διὸς ἐχθὲς ὁ κλινικὸς ἥψατο Μάρκος· καὶ λίθος ὢν καὶ Ζεύς, σήμερον ἐκφέρεται.

ルキリオス 昨日、往診医マルコスが石造のゼウス像に触れた。 すると石でありゼウスであるにもかかわらず、今日出棺されている。

​Lucillius Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν. κἀκεῖνος γελάσας, τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν, φησί, λέγει, σὺ νόει·3 τἀμὰ δὲ σύντομά σοι. εἶπε, καὶ ἐκτείνας μόνον ἥψατο· καὶ Διόφαντος ἄλλον ἀπελπίζων, αὐτὸς ἀπεσκάρισεν.

ルキリオス 占星術師ディオファントスは、医者ヘルモゲネスには わずか九ヶ月の命しかないと言った。 するとヘルモゲネスは笑って言った。 「クロノスが九ヶ月について何を言っているか、 お前が考えるがよい。だが私の手にかかればお前は即座だ」。 そう言って手を伸ばして触れただけで、ディオファントスは、 他人の死を宣告しておきながら、自ら息絶えて手足を痙攣させた。

115

​Lucillius ἤν τινʼ ἔχῃς ἐχθρόν, Διονύσιε, μὴ καταράσῃ τὴν Ἶσιν τούτῳ, μηδὲ τὸν Ἁρποκράτην, μηδʼ εἴ τις τυφλοὺς ποιεῖ θεός, ἀλλὰ Σίμωνα· καὶ γνώσῃ, τί θεός, καὶ τί Σίμων δύναται,

ルキリオス もし敵がいるなら、ディオニュシオスよ、その男に対して イシスを呪いとして祈るな、ハルポクラテスも祈るな、 盲目にする神がいるとしてもその神を祈るな、ただシモンを呼べ。 そうすれば、神に何ができ、シモンに何ができるかが分かるだろう。

​Lucillius εἰς Ἄϊδος κατέπεμψε πάλαι ποτέ, δέσποτα Καῖσαρ, ὡς λόγος, Εὐρυσθεὺς τὸν μέγαν Ἡρακλέα· νῦν δʼ ἐμὲ Μηνοφάνης ὁ κλινικός· ὥστε λεγέσθω κλινικὸς Εὐρυσθεύς, μηκέτι Μηνοφάνης.

ルキリオス 昔エウリュステウスは、皇帝閣下よ、噂に聞くところでは、 偉大なヘラクレスを冥府へと送り込みました。 しかし今や往診医メノパネスが私を冥府へ送りました。それゆえこれからは 〔彼を〕往診医エウリュステウスと呼び、もはやメノパネスとは呼ぶべきでありますまい。

​Straton ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν, ὁρῶντα ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων, ἄνδρα δʼ ἀπὸ σταδίου, διὰ δώδεκα δʼ ὄρτυγα πηχῶν, φθεῖρα δʼ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον. νῦν δʼ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται· ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται. ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδʼ ἐλέφαντα οὐκέτι μήποτʼ ἴδῃ4 πλησίον ἑσταότα.

ストラトン 医者カピトンがクリュセスに軟膏を塗った。彼は以前は 八スタディオン離れた高い塔を見ることができ、 一スタディオン離れた男を、十二ペーキュス離れたウズラを、 二スピタメー離れたシラミを見ることができていたのだ。 ところが今や一スタディオン離れた都市も見えず、二プレトロン先で 燃え盛る灯台を見分けることもできない。 一スピタメー離れた馬を辛うじて見るありさまで、以前の ウズラの代わりに大きなダチョウを見ることさえできない。 もし医者が追い打ちをかけて軟膏を塗りでもしたら、間近に立っている 象でさえ、二度と決して見ることができなくなるだろう。

​Callicter Οὔτʼ ἔκλυσεν Φείδων μʼ, οὔθʼ ἥψατο ἀλλὰ πυρέξας ἐμνήσθην αὐτοῦ τοὔνομα, κἀπέθανον.

カリクテル ペイドンは私に浣腸もしなかったし、触れもしなかった。だが熱を出したとき、 私は彼の名を思い出し、そして死んでしまった。

​Callicter ἰητρὸς τὴν γραῦν εἴτʼ ἔκλυσεν, εἴτʼ ἀπέπνιξεν, οὐδεὶς γινώσκει· δαιμόνιον τὸ τάχος. ὁ ψόφος ἦν κλυστῆρος ἐν οὔασι, καὶ στεφανοῦτο ἡ σορός, οἱ δʼ ἄλλοι τὸν φακὸν ηὐτρέπισαν.

カリクテル 医者があの老女に浣腸をしたのか、それとも窒息死させたのか、 誰も知らない。その速さは神業であった。 浣腸器の音がまだ耳に残っているうちに、棺には花冠が 飾られ、他の者たちはレンズ豆の粥を用意していた。

120

​Callicter ὀρθῶσαι τὸν κυρτὸν ὑποσχόμενος Διόδωρον Σωκλῆς τετραπέδους τρεῖς ἐπέθηκε λίθους τοῦ κυρτοῦ στιβαροὺς ἐπὶ τὴν ῥάχιν ἀλλὰ πιεσθεὶς τέθνηκεν, γέγονεν δʼ ὀρθότερος κανόνος.

カリクテル 猫背のディオドロスをまっすぐに治すと約束して、 ソクレスは長さ四フィートの重い石を三つ、 猫背の背骨の上に載せた。だが彼は押し潰されて 死んでしまい、定規よりもまっすぐになった。

​Callicter χειρουργῶν ἔσφαξεν Ἀκεστορίδην Ἀγέλαος· ζῶν γὰρ χωλεύειν, φησίν, ἔμελλε τάλας.

カリクテル アゲラオスは手術をしてアケストリデスを屠殺した。 「生きていたところで、哀れな男は足を引く羽目に なったはずだからな」と彼は言う。

​Callicter πέντʼ ἰητρὸς Ἄλεξις ἅμʼ ἔκλυσε, πέντʼ ἐκάθηρε, πέντʼ ἴδεν ἀρρώστους, πέντʼ ἐνέχρισε πάλιν καὶ πᾶσιν μία νύξ, ἓν φάρμακον, εἷς σοροπηγός, εἷς τάφος, εἷς Ἀίδης, εἷς κοπετὸς γέγονεν.

カリクテル 医者アレクシスは五人に同時に浣腸し、五人に下剤をかけ、 五人の患者を診察し、五人に重ねて軟膏を塗った。 そして全員にとって、一つの夜、一服の薬、一人の棺桶屋、 一つの墓、一つの冥府、一つの嘆きとなった。

​Hedylus Ἆγις Ἀρισταγόρην οὔτʼ ἔκλυσεν, οὔτʼ ἔθιγʼ αὐτοῦ· ἀλλʼ ὅσον εἰσῆλθεν, κᾤχετʼ Ἀρισταγόρης. ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί, Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.

ヘデュロス アギスはアリスタゴラスに浣腸もしなかったし、彼に触れもしなかった。 ただ入ってきただけで、アリスタゴラスは逝ってしまった。 どこにトリカブトがこのような性質を持つだろうか。おお棺桶屋たちよ、 アギスにリボンも花冠も投げ与えるがよい。

​Nicarchus II α. ξεῖνε, τί μὰν πεύθῃ; β. τίνες ἐν χθονὶ τοῖσδʼ ὑπὸ τύμβοις; α. οὓς γλυκεροῦ φέγγους Ζώπυρος ἐστέρισεν, Δᾶμις, Ἀριστοτέλης, Δημήτριος, Ἀρκεσίλαος, Σώστρατος, οἵ τʼ ὀπίσω μέχρι Παραιτονίου. κηρύκιον γὰρ ἔχων ξύλινον, καὶ πλαστὰ πέδιλα, ὡς Ἑρμῆς, κατάγει τοὺς θεραπευομένους.

ニカルコス二世 甲:旅人よ、いったい何を尋ねているのか? 乙:この塚の下の地中にいるのは誰なのか? 甲:甘き光をゾピュロスに奪われた者たちだ、 ダミス、アリストテレス、デメトリオス、アルケシラオス、 ソストラトス、そしてパライトニオンに至る背後の者たちだ。 なにしろ彼は木製の杖を持ち、偽のサンダルを履いて、 ヘルメスのように、治療を受ける者たちを冥界へ引き連れていくのだから。

125

​Anonymi Epigrammatici ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς κοινὴν ἀλλήλοις θέντο συνωμοσίην. καὶ ῥʼ ὁ μὲν οὓς κλέπτεσκεν ἀπʼ ἐνταφίων τελαμῶνας εἰς ἐπιδεσμεύειν5 πέμπε φίλῳ Κρατέᾳ· τὸν δʼ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.

作者不詳 医者クラテアスと葬儀屋ダモンは、 互いに共同の共謀を結んだ。 そしてダモンは死装束から盗み出した包帯を 巻き付けるために友クラテアスへ送り、 クラテアスはそれに応えて、埋葬するために、 治療を受ける患者を丸ごと彼のもとへ送っていた。

構文注5 件
  1. 11.110λεπτεπιλεπτότερος

    λεπτός の重畳複合比較級。「極限まで薄い(痩せている)者の中でもさらに痩せている」を意味する滑稽な造語表現。

  2. 11.112διʼ αὐτοῦ εἰκόνος ἧς εἶχεν τὰ βλέφαρʼ ἐξέβαλεν

    διʼ αὐτοῦ は「彼を通じて、彼のせいで」とも「彼を貫いて(肖像画にまで及んで)」とも解しうるが、文脈上「患者本人を失明させただけでなく、患者を通り越してその肖像画のまぶたまでも削ぎ落とした」という誇張表現を構成している。εἰκόνος ἧς εἶχεν は関係代名詞の誘引(目的格の関係代名詞 ἣν が先行詞 εἰκόνος の属格に引きずられて ἧς になっている)。

  3. 11.114τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν, φησί, λέγει, σὺ νόει

    間接疑問節 τί... λέγει における ἐννέα μηνῶν は時・期間の属格、あるいは「九ヶ月に関して」の話題を示す属格。主節の命令法 σὺ νόει(「お前が考えよ」)が後置されている。

  4. 11.117οὐκέτι μήποτʼ ἴδῃ

    否定辞 οὐκέτι と強意の否定構文 οὐ μή(ここでは οὐκέτι μήποτʼ +接続法 aorist ἴδῃ)の重畳であり、「二度と決して見ることがないだろう」という強烈な未来否定を表す。

  5. 11.125εἰς ἐπιδεσμεύειν

    前置詞 εἰς に不定詞(冠詞なし)が後続する後期のギリシア語語法で、目的(「包帯を巻くために」)を表す。後続のエピグラム最終行 εἰς ἐνταφιάζειν も同様の構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:11.110-11.125