← ギリシア詞華集

ギリシア詞華集 3

§9.791-9.808

神殿や絵画とミュロンの牝牛像や皇帝像

アポロニデスの海岸神殿詩、ニキアスの絵画讃、ミュロンの青銅牝牛像に関するユリアノスの連作警句、ムウセリオスによる文芸館寄進、皇帝マルキアノス・ユスティノスや皇妃ソフィアの彫像、日時計、そしてボスポラス海峡に面した邸宅の眺望を詠んだ詩を収める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
791

​Apollonides μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ κρηπῖδας βυθίας οἴδματι πηξαμένη·1 χαίρει δʼ ἀμφὶ σὲ πόντος, ἐπὶ ζεφύροιο πνοῇσιν ἀφρὸν ὑπὲρ νώτου κυάνεον γελάσας. εἵνεκα δʼ εὐσεβίης, νηοῦ θʼ ὃν ἐγείρατο σεῖο Πόστουμος, αὐχήσῃ μέζον, † αφλοισι Πάφου.

アポロニデス キュテレイアよ、海なる母の怒濤の中に深き礎を据え、周りを巡らされた神殿を築かせ給うた。そなたの周りで海は喜び、西風の息吹に乗って、その背の上に青き波泡を笑い崩している。そなたのためにポスツムスが建てた神殿と、その敬虔のゆえに、そなたはパポスにまさる誇りを抱くであろう。

​Antipater Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία ἤσκημαι πάσης ἠρίον ἡλικίης· δώματα δʼ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου γέγραμμαι κείνου πρῶτον ἀπʼ ἀρχετύπου.

アンティパトロス これはニキアスの丹精の作である。不滅の「冥府下り」として、私はあらゆる世代の墓標として設えられた。ホメロスが冥王アイドーネウスの館を探り窮めた、まさにその原型から、私はまず第一に描かれたのだ。 ユリアノス(ミュロンの牝牛像に寄せて)

​Julianus εἰς τὴν Μύρωνος βοῦν πόρτιν τήνδε Μύρωνος ἰδὼν, τάχα τοῦτο βοήσεις· ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη.

ミュロンのこの子牛を見て、人はたちまちこう叫ぶであろう。「自然が生気を失ったのか、それとも技芸が命を帯びたのか」と。

​Julianus εἰς τὸ αὐτό βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων οὐ γάρ μοι τέχνη καὶ τόδʼ ὄπασσεν ἔχειν.

ユリアノス(同題) 牛飼いよ、なぜ私に駆け出すよう迫るのか。突くのをやめよ。技芸はこの走る力までは私に与えてくれなかったのだから。

795

​Julianus εἰς τὸ αὐτό ἢ χαλκὸν ζώωσε Μύρων σοφός, ἢ τάχα πόρτιν χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας.

ユリアノス(同題) 賢きミュロンが青銅に命を吹き込んだのか、あるいは群れの中から生きた子牛を引き出して青銅に変えてしまったのであろうか。

​Julianus εἰς τὸ αὐτό Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων χαλκοῦ δὲ ψαύσας, φὼρ κενὸς ἐξεφάνη·2

ユリアノス(同題) 彫刻家ミュロンよ、旅人がそなたの子牛を連れ去ろうとやって来たが、青銅に触れて、空手の泥棒であることが暴かれてしまった。

​Julianus εἰς τὸ αὐτό εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δʼ ἀείρει γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην.

ユリアノス(同題) 私を見つめて獅子は口を開き、農夫は両手で軛を掲げ、野の牛飼いは杖を振り上げる。

​Julianus εἰς τὸ αὐτό τλῆθι, Μύρων τέχνη σε βιάζεται· ἄπνοον ἔργον. ἐκ φύσεως τέχνη· οὐ γὰρ φύσιν εὕρετο τέχνη.

ユリアノス(同題) 堪えよ、ミュロンよ。技芸がそなたを圧倒する。生気なき作品よ。技芸は自然から出たものであり、技芸は自然そのものを発明したわけではないのだから。

​Anonymi Epigrammatici ἐν τῷ πορφυρῷ κίονι τῷ ὄντι εἰς τὸ Φιλαδέλφιον εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει. Μουσεῖον Ῥώμῃ δʼ ἐχαρίσσατο, καὶ βασιλῆος εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων, τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων, ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.

詩人無名氏(ピラデルピオンにある紫の円柱に寄せて) ムウセリオスは皇帝に対してまことに忠誠である。公の建造物がそれを叫んでいる。諸事実は揺るぎなき信義を宿している。彼はローマにムーセイオンを贈り、館の内部に皇帝の神々しき肖像を描かせた。ムーサに仕える者たちへの誉れ、都市への恩寵、若者らの希望、徳の武器、善き人々への富として。

800

​Anonymi Epigrammatici ἐν τῷ αὐτῷ ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα, πιστεύων καθαρῶς ὡς Θεός ἐστι Λόγος.

詩人無名氏(同柱に寄せて) 神こそは「言(ロゴス)」であると純粋に信じ、ムウセリオスは自ら進んでこれらの事業を言論の学(ロゴイ)に捧げた。

​Anonymi Epigrammatici ἐν τῷ αὐτῷ Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας ἑστῶτα σφαλερῶς, ἵδρυσεν ἀσφαλέως.

詩人無名氏(同柱に寄せて) ムーセイオンのある部分は彼自らが建造し、また危うく傾いて立っていた多くの部分を救い、確固として基礎づけた。

​Anonymi Epigrammatici εἰς εἰκόνα Μαρκιανοῦ βασιλέως μορφὴν τήνδʼ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ, Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης· δεξιτερὴν δʼ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει.3

詩人無名氏(マルキアノス帝の像に寄せて) そなたは生きた馬に似たこの姿を見る。それは死すべき人間たちの王たるマルキアノスを載せている。皇帝は右手を伸ばし、彼を頭で支えている敵の上へと、駆ける軍馬を促している。

​Anonymi Epigrammatici εἰς εἰκόνα Σοφίας Αὐγούστης ἐν τῇ εἰσόδῳ τοῦ Ζευξίππου Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην.

詩人無名氏(ゼウクシッポス浴場の入口にある皇妃ソフィアの像に寄せて) 市の守護者たるユリアノスは、アウソニアの女主人たるソフィアを、知恵に満ちた者として献納した。

​Anonymi Epigrammatici εἰς στήλην Ἰουστίνου βασιλέως Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην Ἰουλιανὸς ὕπαρχος, ὡς εὐεργέτην.

詩人無名氏(ユスティノス帝の石柱に寄せて) 恩恵深き君主ユスティノスに対し、長官ユリアノスが義務に従って捧げた。

805

​Anonymi Epigrammatici εἰς στήλην Ἄρεως κεχωσμένην ἐν Θρᾴκᾐ εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης, οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων.

詩人無名氏(トラキアに埋められたアレースの石柱に寄せて) この荒ぶるアレースが大地に横たわっている限り、ゴート族の群れがトラキアの地に踏み入ることは決してないであろう。

​Anonymi Epigrammatici εἰς ὡρολόγιον κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον. νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος, ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης.

詩人無名氏(日時計に寄せて) この地はかつて庭園であった。陰鬱な葉叢から夜のような暗がりをなして太陽を遮っていた。 しかし今や三位一体の奥義に仕える目撃者たるセルギオスが、ここを光に満ちた晴朗な場とすることを考え出した。そこではこの直立せる石が、天の円環の絶えず巡る必然を七たび告げるのだ。

​Anonymi Epigrammatici μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου· βαιὸς δʼ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ. Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.4

詩人無名氏 機械仕掛けの技がパエトンに迫り、調和ある指針によって太陽の運行を捉えさせる。そして小さな石が、時を司る知恵と影の刻印によって、暁に生まれし者〔エオス〕の車輪を導く。大司教セルギオスの天の指示により、この地上の者たちの業が成就された。

​Flavius Cyrus εἰς τὴν Μαξιμίνου οἰκίαν Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης, αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας, ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται. τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν ἀλλὰ καὶ ἄντην πάνθʼ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα. ἡμετέροις δʼ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν, τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι. πολλάκι δʼ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα, δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν.

フラウィウス・キュロス(マクシミヌスの館に寄せて) マクシミヌスが新しきローマの内に築き、まさに渚の上に頑丈な礎を据えたので、私の周囲には果てしない壮麗さが広がっている。こちらにもあちらにも、そして背後にも都市を控え、さらに正面にはビテュニアの地のあらゆる輝かしき営みを望む。われらの力強い礎の下では、潮の奔流を伴う外海が神聖なる海へと渦巻き、わずかに大地の端を濡らす程度に触れるのみである。そしてしばしば、私の高みから少し身を乗り出し、あちこちに広がる様々なもの、木々、家々、船、海、都市、空、大地を見渡しては、大いに心を喜ばせる者があるのだ。

構文注4 件
  1. 9.791μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ κρηπῖδας βυθίας οἴδματι πηξαμένη

    μητρὶ... θαλάσσῃ は πηξαμένη に係り、場所の与格ないし間接目的語(「母なる海の中に」あるいは「母なる海に対して」)。κρηπῖδας βυθίας は直接目的語であり、περιστεφέος σηκοῦ は κρηπῖδας を修飾する目的格属格(「巡らされた神殿の(ための)基礎」)。

  2. 9.796φὼρ κενὸς ἐξεφάνη

    κενός は主格述語形容詞として動詞 ἐξεφάνη と結合し、「空手で(何も盗めずに)泥棒であることが露見した」を意味する。叙述用法の形容詞が副詞的・結果的に主語の状態を表す。

  3. 9.802ὅτις κεφαλῇ μιν ἀείρει

    先行詞 δυσμενέος(敵)を承ける関係代名詞 ὅτις(= ὅστις)が導く関係節。後期帝政期の凱旋図像(倒れた敵・蛮族が頭や手で皇帝の馬の蹄を支える、あるいは踏みつけられる構文)を反映しており、μιν(代名詞対格・3人称単数)は軍馬(πῶλον)または皇帝を指し、「その敵が頭で馬を支えている/持ち上げている」を表す。

  4. 9.807ἔργον ἐπιχθονίων

    ἐπιχθονίων は名詞 ἔργον に係り、行為者を示す主格的属格ないし所属の属格(「地上に住む者たち(凡人たち)の事業」)。天上の指示(ἐπουρανίῃσιν ἐφετμαῖς)との対比を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.791-9.808