- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.755-9.773
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
青銅のスキュラ像やプラクシテレスの彫像、絵画、銘文、細工品(アスクレピアデスの円盤、執政官の斧)のほか、蚊帳、バックギャモンの遊戯盤と処世訓、娘の杯や残酒入れなどを題材とした多様なエピグラム群。
Anonymi Epigrammatici εἰς Σκύλλαν χαλκῆν εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δʼ ἔργον ἄνακτος ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας, αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων ἑστάμεν,1 ἐκ πόντου γαῖαν ἀμειψαμέναν τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει, οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας.
詩人無名氏(青銅のスキュラに寄せて) 青銅が輝きを放ち、工芸の技に長けた主ヘパイストスの作品であることを告げ知らしめていなかったなら、遠くから眺める人は誰しも、海から陸へと場所を変えて本物のスキュラが立っていると思っただろう。それほど激しく身を震わせ、それほど凄まじい怒りを前方に向けて露わにしているのだ、まるで海で船を砕き揺るがしているかのように。
Aemilianus τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν, Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι. νῦν δʼ ἡμῖν οὐ γῆρας ἔτʼ ἀδρανές, ἀλλʼ ὁ πεδητὰς Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος.
エミリアヌス プラクシテレスよ、そなたの技芸のおかげで、石でさえ浮かれ騒ぐことを知っている。私を解き放ってくれ、そうすれば再び饗宴で乱舞しよう。だが今の私たちにとって、無力なのはもはや老いではなく、シレイノスたちの狂宴を縛りつける嫉み深き石なのだ。
Simonides Ἰφίων τόδʼ ἔγραψε Κορίνθιος. οὐκ ἔνι μῶμος χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.2
シモニデス コリントスのイピオンがこれを描いた。その両手には非難の余地がない。彼の作品は世評をはるかに凌駕しているのだから。
Simonides Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν· τὴν δʼ ἐξιόντων δεξιὰν Διονύσιος.
シモニデス キモンが右側の扉を描いた。そして外へ出る者たちの右側をディオニュシオスが描いた。
Anonymi Epigrammatici εἷς λίθος, ἅρμʼ, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ.
詩人無名氏 一つの石、戦車、御者、馬たち、軛、手綱、鞭。
Anonymi Epigrammatici εἷς λίθος, ἅρμʼ, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη,
詩人無名氏 一つの石、戦車、御者、若駒たち、軛、手綱、ニケ。
Anonymi Epigrammatici εἰς βότρυν ἐκ χρωμάτων μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις, ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων.
詩人無名氏(絵の葡萄の房に寄せて) 彩色の眺めにあまりにも欺かれ、もう少しで指でその葡萄の房を掴むところであった。
Ablabius εἰς δίσκον Ἀσκληπιάδου Ἥφαιστός μʼ ἐτέλεσσε καμὼν χρόνον ἀλλὰ Κυθείρη ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως, Ἀγχίσῃ δʼ ἔπορεν κρυφίης μνημήιον εὐνῆς· καὶ μʼ Ἀσκληπιάδης εὗρε παρʼ Αἰνεάδαις.
アブラビオス(アスクレピアデスの円盤に寄せて) ヘパイストスが時間をかけて丹精して私を完成させた。しかしキュテイラが夫の寝室からひそかに私を持ち出し、密かな床の形見としてアンキセスに与えた。そしてアスクレピアデスがアイネイアスの裔たちのもとで私を見出したのだ。
Julianus εἰς ἀρχοντικὸν πέλεκυν ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις· ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον.
ユリアノス(長官の斧に寄せて) もしお前が罪を犯すならば、その両目には斧が見える。だが分別を保つならば、私はただの銀にすぎない。
Paulus Silentiarius εἰς κωνωπεῶνα οὐ βριαρόν τινα θῆρα, καὶ οὔ τινα πόντιον ἰχθύν, οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις, ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη ἀνέρα μυιάων κέντρον ἀλευόμενον ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει, οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου. ὕπνου δʼ ἀστυφέλικτον ἄγω χάριν ἀλλὰ καὶ αὐτοὺς δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης.
パウロス・シレンティアリオス(蚊帳に寄せて) 私は自分の網の目によって、猛々しい野獣も、海の魚も、鳥の翼も捕らえはしない。そうではなく、望んで身を任せる人間たちを捕らえるのだ。そして身を守る技芸が、蝿の針を避け、宴のあとで午睡する人を食われぬよう守る。都市を護る城壁に劣らぬほどに。そして私は揺るぎなき眠りの恵みをもたらし、奴隷たちさえも蝿を追う労役から解放してやるのだ。
Paulus Silentiarius εἰς τὸ αὐτό Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς δίκτυον οὐ Φοίβης, ἀλλʼ ἁπαλῆς Παφίης. ἀνέρα δʼ ὑπνώοντα μίτῳ πολύσπι καλύπτω, ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον.
パウロス・シレンティアリオス(同じ題に寄せて) 私は麗しき婚礼の寝床の周りに広がる。私は尊きポイベの網ではなく、優しいパピアーの網である。そして眠る男を目の細かな糸で覆い、生命をもたらす風を少しも遮りはしない。
Agathias Scholasticus εἰς τὸ αὐτό πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω ἔνδοθεν, ἀλλʼ εἴργω μᾶλλον ἐπειγομένους. οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ ἡμετέρης διαδὺς3 πλέγμα λινοστασίης. ὄρνεά που σῴζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος;
アガティアス・スコラスティコス(同じ題に寄せて) 網の目の目的は、鳥の種族やすばやい雛鳥たちを内側に締め付けて捕らえることにある。しかし私は追い払うことを喜び、内側に閉じ込めるのではなく、むしろ押し寄せてくる者たちを締め出すのだ。そして蚊がどんなに小さかろうと、我が麻糸の網目をすり抜けて私を欺くことはできない。私は鳥を救い、人間たちの寝床を守っているのだ。まことに、私より公正な者が誰かあろうか。
Agathias Scholasticus εἰς τάβλαν ἑζόμενος μὲν τῇδε παρʼ εὐλάιγγι τραπέζῃ παίγνια κινήσεις τερπνὰ βολοκτυπίης. μήτε δὲ νικήσας μεγαλίζεο, μήτε ἀπολειφθεὶς ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα. καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός, καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης.
アガティアス・スコラスティコス(盤上遊戯に寄せて) この滑らかな石の盤の傍らに座り、そなたは賽を投げて打ち鳴らす楽しい遊戯に興じるであろう。しかし勝ったからといって誇るな、負けたからといって賽の目の少なさを恨んで悲嘆に暮れるな。些細なことにおいてこそ人間の心が透けて見え、サイコロが思慮の深さを告げ知らせるからだ。
Agathias Scholasticus εἰς τὸ αὐτό παίγνια μὲν τάδε πάντα· τύχης δʼ ἑτερότροπος ὁρμὴ ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, νῦν μὲν ὑπερβάλλων, νῦν δʼ ἀπολειπόμενος. αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.
アガティアス・スコラスティコス(同じ題に寄せて) これらすべては遊戯である。しかし運命の気まぐれな勢いが、この思慮なき賽の目に宿っている。そしてそなたは、ある時は勝ち越し、ある時は取り残されながら、人間の脆き生の似姿をここに認めるであろう。それゆえ我らは、生においても賽においても、喜びと悲しみに節度を保つかの人を称えるのだ。
Agathias Scholasticus εἰς τὸ αὐτό τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δʼ ἀκολάστοις λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, μηδʼ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν ἐν σπουδῇ· καιρῷ δʼ ἴσθι νέμειν τὸ πρέπον.
アガティアス・スコラスティコス(同じ題に寄せて) 穏やかな心を持つ者たちにはこれらは遊戯であるが、放埓な者たちにとっては狂気と過ちと自ら招く苦痛である。されど、そなたは最下位に落ちたとしても神に逆らうような言葉を吐くな、鼻を鳴らす物音とともに息を荒げるな。戯れにおいて苦悩することも、真面目な事柄において戯れることもあってはならぬ。時機にふさわしい配分を知るがよい。
Paulus Silentiarius εἰς ποτήριον οἰκείας θυγατρὸς παρθένου χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον.4
パウロス・シレンティアリオス(己の処女の娘の杯に寄せて) アニケイテイアがその黄金の唇を私へと浸す。しかし願わくは、婚礼の酒をも私が注ぎ出さんことを。
Julianus εἰς φιάλην ἔχουσαν κινουμένους ἰχθύας ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου ὀψὲ μέν, ἀλλʼ εὗρεν πίστιν ἐτητυμίης.
ユリアノス(動く魚のいる浅杯に寄せて) テティスは真実にバッコスを受け入れたのだ。いまやホメロスの物語は、遅ればせながら、真実の証を得たのである。
Phocas Diaconus εἰς φιάλην ἐν ᾗ συνάγονται τὰ περιττά οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ Βάκχον ἀολλίζω τὸν περιλειπόμενον.
フォカス・ディアコノス(余り物を集める浅杯に寄せて) 私は酌人だけにとって愛しい杯である。なぜなら彼のために、残されたバッコスを寄せ集めてやるのだから。
Palladas χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει.
パラダス 青銅鍛冶はエロースを作り替えてフライパンにした。理由のないことではない、それもまた燃え盛るのだから。
- 9.755αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο ... ἑστάμεν
直前の条件節 εἰ μὴ χαλκὸς ἔλαμπεν,...(未完了過去直説法)と呼応する反実仮想の主節。アオリスト直説法 ὀίσσατο に小辞 ἄν が結びつき、「〜と思ったであろう」の意を表す。不定詞 ἑστάμεν(ἵστημι の完了不定詞 ἑστηκέναι の叙事詩形)の意味上の主語として対格 αὐτὴν Σκύλλαν が置かれている。
- 9.757ἐπεὶ δόξας ἔργα πολὺ προφέρει
προφέρει はここでは自動詞的に「優れている、凌駕する」の意。主語は ἔργα であり、属格 δόξας は比較の基準を示す比較の属格(「世評・予想よりも」)。全体で「彼の作品は世間の評判をはるかに凌駕している」の意をなす。
- 9.766οὐδέ μέ τις λήσειε ... διαδὺς
動詞 λανθάνω(希求法 λήσειε)にアオリスト分詞 διαδύς(すり抜けて)が伴う分詞補語構文。主語は κώνωψ。小辞 ἄν を伴わない希求法が οὐδέ とともに強い潜在的否定(「いかなる蚊もすり抜けて私を欺くことはできないだろう」)を表現している。
- 9.770ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον
接続詞 ἀλλά は「それどころか、願わくは」と願望を導く転換のニュアンス。希求法 παρασχοίμην は独立文における願望の希求法であり、「婚礼の飲み物をも提供できるようになればよいのだが」と、娘の将来の婚姻を祈る杯の擬人化された願いを表す。
