- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.708-9.734
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
前半はポッツオーリの突堤、エウロータス川の彫像、メンフィスのピラミッド、名士の賛辞を歌い、後半は名匠ミューロンの手による極めて写実的な青銅の牝牛像をめぐる機知に富んだ数々の警句を連ねる。
Philippus ἔζευξʼ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ, τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος· ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν, καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο· λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον, χερσὶ Γιγαντείαις δʼ ἔστασε νέρθεν ὕδωρ. ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταις ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.1
フィリッポス 蛮族の王は無謀な慢心からヘッレスポントスに橋を架けたが、そのこれほどの労苦のすべてを時が消し去った。しかしディカイアルケイアは海を陸地と化し、海底を陸の形へと造り変えた。巨大な石を深き礎として根づかせ、巨人族のような手で下方の水をとどめた。海は常に航行されるものであり、船乗りたちに踏み分けられて定まりないものだったが、いまや歩行人らのために留まることを承諾したのだ。
Philippus Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις εἵλκυσ’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας. ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν· ἆ τίς ὁ πείσας χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον;
フィリッポス 職人はエウロータス川を、あたかも流れの中で今しがた濡れたばかりの姿で、火の中で洗われたあとに引き上げた。 全身の肢体において水のごとく揺らめき、頭頂から濡れた歩みを運ぶ爪の先に至るまで身を傾けているからだ。技芸は川と競い合った。ああ、青銅に水よりも潤い豊かに舞い踊るよう命じたのは誰なのか。
Anonymi Epigrammatici εἰς τὰς ἐν Μέμφει πυραμίδας Ὄσσαν ἐπʼ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο· πυραμίδες δʼ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων.
詩人無名氏(メンフィスのピラミッドに寄せて) オリュンポスの上に積み上げられたオッサ山とペーリオン山は、偽りの神話の言説が作り上げたものにすぎぬ。しかしナイルのピラミッドは今なおその高き頂で、プレアデス星団の黄金の星々に触れている。
Ζenobius αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι· Βίκτορα δὲ γράψας, τὸν σκοπόν, εἶπεν, ἔχω.
ゼノビオス 画家は文法学そのものを描こうと欲した。しかしウィクトルを描き上げると、「狙い通りのものを手に入れた」と言った。
Metrodorus αὐτὸν Ἰωάννην ὁ γέρων ὅτʼ ἐδέξατο θεσμός, εἶπεν ἀνηβήσας· αὖθις ἔχω σε, Σόλων.
メトロドロス 古き掟がヨハネスその人を迎え入れたとき、若返ってこう言った。「ソロンよ、再びそなたを得たぞ」。
Anonymi Epigrammatici εἰς τὴν Μύρωνος βοῦν βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δʼ ἀνάκειμαι. βουκόλε, κεντήσας εἰς ἀγέλην μʼ ἄπαγε.
詩人無名氏(ミューロンの牝牛に寄せて) 私はミューロンの子牛であり、台座の上に立っている。牛飼いよ、私を鞭打って牛の群れへと連れてゆけ。
Anonymi Epigrammatici τίπτε, Μύρων, μὲ τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον;
詩人無名氏 ミューロンよ、なぜ私のような子牛をここ祭壇の傍らに立たせたのか。私を奥殿へ迎え入れるつもりはないのか。
Anacreon βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.
アナクレオン 牛飼いよ、群れを遠くで草を食ませよ。ミューロンの子牛に息があると思って、他の牛たちとともに追いたててしまわぬように。
Anacreon Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλʼ ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.2
アナクレオン 鋳型によって象られたのではなく、老齢のために青銅と化した子牛を、ミューロンは自らの手で作ったと偽ったのだ。
Euenus ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδʼ ἐπίκειται ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει.
エウエノス この牛には外側に青銅の皮がまるごと被せられているのか、それとも青銅がその内に魂を宿しているのか、どちらかなのだ。
Euenus αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων “οὐκ ἔπλασα ταύταν τὰν δάμαλιν, ταύτας δʼ εἰκόνʼ ἀνεπλασάμην.”
エウエノス ミューロン自身もやがてこう言うだろう。「私はこの若い牝牛を制作したのではない。これの肖像を再現したのだ」と。
Leonidas οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ ἐξ ἀγέλας ἐλάσας, δῆσε βάσει λιθίνῳ.
レオニダス ミューロンが私を作ったのではない、彼は嘘をついたのだ。草を食んでいた私を群れから追い立て、石の台座に縛りつけたのだ。
Antipater εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ, ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις.
アンティパトロス ミューロンがこの石に私の足を固定していなかったなら、私は他の牛たちとともに若草を食んでいたであろうに。
Antipater Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; τίπτε δὲ μυκᾷ; ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα.
アンティパトロス 子牛よ、なぜ私の腹に近づいてくるのか。なぜ鳴くのか。技芸は私の乳房に乳を入れてはくれなかったのだ。
Antipater ἡ βοῦς ἐξ ἀρότου νέον ἤλυθε, καὶ διὰ τοῦτο ὀκνεῖ, κοὐκ ἐθέλει βῆμʼ ἐπίπροσθεν ἄγειν.
アンティパトロス この牛は耕起から戻ったばかりなのだ。それゆえに躊躇い、一歩も前へ歩みを進めようとしないのだ。
Antipater τὰν δάμαλιν, βουφορβέ, παρέρχεο, μηδʼ ἀπάνευθε συρίσδῃς· μαστῷ πόρτιν ἀπεκδέχεται.
アンティパトロス 牛飼いよ、牝牛の傍らを通り過ぎよ、遠くで笛を吹くのはやめよ。彼女は乳房を求めてくる子牛を待っているのだ。
Antipater ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δʼ ἂν σεῦ, πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.3
アンティパトロス 鉛と石が私を引き留めている。だが彫刻家ミューロンよ、そなた次第であったなら、私は水草や葦を食んでいたものを。
Antipater ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥʼ ὁ Προμηθεὺς οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σὺ Μύρων.
アンティパトロス この牝牛は、思うに、鳴き声を上げるだろう。まことにプロメーテウスだけではない、ミューロンよ、そなたもまた息づくものを形づくるのだ。
Anonymi Epigrammatici βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐζήτει· εὗρε μόλις δʼ αὐτὴν, τὰς βόας ἐξελάσας.
詩人無名氏 ミューロンはかつて、牛たちの中に紛れ込んだ自分の牛を探し求めた。そして牛たちを追い立てて、ようやく自分の牛を見つけ出したのだった。
Anonymi Epigrammatici ἁ βοῦς ἁ τίκτουσ’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλʼ ἔτεκεν.
詩人無名氏 胎内から産み落とす母牛はこの牛を形作ったが、ミューロンの手は形作ったのではなく、産み落としたのだ。
Anonymi Epigrammatici καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς, εἲ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο.
詩人無名氏 たとえ青銅の身であっても、この角ある牝牛は声を上げたであろうに、もしもミューロンがその内に内臓を細工していたならば。
Antipater ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ, χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων.
アンティパトロス この牝牛は、思うに、鳴き声を上げるだろう。もし遅れるとすれば、心を持たぬ青銅が原因であって、ミューロンのせいではない。
Anonymi Epigrammatici πηκτόν μοί τις ἄροτρον ἐπʼ αὐχένι καὶ ζυγὰ θέσθω· εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω.
詩人無名氏 誰か私の首に組み合わされた鋤と軛をかけてくれ。ミューロンよ、そなたの技芸のおかげで、私は畑を耕すだろうから。
Demetrius ἤν μʼ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος, βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει.
デメトリオス 子牛が私を見れば鳴き声を上げるだろう。牡牛が見れば交わろうとするだろう。そして牛飼いが見れば群れへと追い立てるだろう。
Anonymi Epigrammatici ὧδε Μύρων μʼ ἔστησε τὸ βοίδιον οἱ δὲ νομῆες βάλλουσίν με λίθοις, ὡς ἀπολειπόμενον.
詩人無名氏 このようにミューロンは子牛たる私を立たせた。しかし牛飼いたちは、群れからはぐれた牛だと思って私に石を投げつける。
Marcus Argentarius βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτʼ ἔπος αὐτῷ εἶπον, ὅθʼ ὁ πλάστης ὧδὲ μʼ ἔδησε Μύρων.
マルクス・アルゲンタリウス 旅人よ、もし私の牛飼いに会ったなら彼にこう言ってくれ、彫刻家ミューロンが私をここに縛りつけたのだと。
Anonymi Epigrammatici τὰν βοῦν τάνδε Μύρων, ξεῖνʼ, ἔπλασεν, ἃν ὅδε μόσχος ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος.
詩人無名氏 旅人よ、ミューロンはこの牝牛を造ったのだ。この子牛が、母牛と見て、まるで生きているかのように擦り寄っているこの牛を。
Dioscorides ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους ἀλλὰ σ’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων.
ディオスコリデス 牡牛よ、そなたは無駄に子牛のもとへ急いでいる。息など通っていないのだから。牛の彫刻家ミューロンがそなたを欺いたのだ。
- 9.708ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταις ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.
ἦν ἅλα πλώειν は非人称構文「海は航行されるものであった(航行することが常であった)」を表し、続く διοδευομένη 以下の文と対比される。ἄστατος(不安定な・定まりのない)は主格女性単数形容詞として擬人化された ἅλς(海)を修飾し、εἰς πεζοὺς は「歩行者たちのために/歩行者の側に向けて」の意味で、μένειν(留まること、安定すること)へと係っている。
- 9.716ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.
ψεύσατο+与格(σφετέρῃ χειρί)の構造は「自らの手によるものだと偽った」を意味する。直前の分詞 χαλκωθέν(青銅化された)は中性単数主格(あるいは対格)の βοίδιον を修飾しており、「老齢によって自然と青銅になったものを、自分の手で造ったと偽った」という機知(パラドックス)を構成している。
- 9.724εἵνεκα δʼ ἂν σεῦ, πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν.
ἄν+未完了過去(ἐδρεπόμαν)による反実仮想。直前の「鉛と石が私を繋ぎ留めている(ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος)」を受けて、「もし台座に固定されておらず、そなた(ミューロン)の技芸による生命感のままに任せてくれていたなら、私は草を食んでいただろうに」という対比を述べている。εἵνεκα σεῦ はここでは反実仮想の条件を暗黙に示す肯定的な契機(「そなたのおかげであったなら」)として機能している。
