← ギリシア詞華集

ギリシア詞華集 3

§9.660-9.670

法学校や演壇と都市施設および海辺の庭園への賛辞

ビュザンティオンの法学校、木製の弁論演壇、公衆衛生の改善事業、海岸に面した風光明媚な別荘や庭園、およびスミュルナの波止場と給水施設を称える題詠詩。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
660

​Anonymi Epigrammatici εἰς τὴν βασιλικὴν τῶν παιδευτηρίων ἐν Βυζαντίῳ χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων, ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ ἐνθάδʼ ἀγειρομένοις πάντα δίδωσι ῥόον.

詩人無名氏(ビュザンティオンの学問所のバシリカに寄せて) 私は法のために捧げられた場所。ここには尽きることのない アウソニアの掟の泉が湧き出ており、 それは万人に絶え間なく注がれるが、ここに集まる 若者たちにはその流れのすべてを授ける。

​Julianus εἰς βῆμα τοῦ σοφιστοῦ Κρατεροῦ δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις, ὀρνίθων ἐπίβαθρον ἐΰθροον· ἀλλὰ σιδήρῳ ἐτμήγην, κλήρῳ κρείσσονος εὐτυχίης· ἀντὶ γὰρ ὀρνίθων, Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις ἄρδομαι, εὐμούσοις χεύμασι τηλεθάον.1

ユリアノス(ソフィスト・クラテロスの演壇に寄せて) 私はかつて森のただ中に立ち、澄んだ風に育まれ、 鳥たちの快いさえずりの止まり木であった果報な木であった。だが鉄によって 切り倒され、より勝る幸運の運命を授かった。 鳥たちの代わりに、クラテロスの力強い言葉を受け、 学芸豊かな流れを注がれて青々と繁っているのだから。

​Agathias Scholasticus χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος. ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων νηδὺς ἐπεγδούπει λύματα χευομένη. ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.

アガティアス・スコラスティコス 私はかつて見るもおぞましい場所であり、 土壁によって仕切られていた。 そこでは旅人も土地の者も百姓も 腹から汚物を排泄して音を響かせていた。 だが都市の父アガティアスが私を作り変え、 かつては最も賤しかったものを光り輝くものとした。

​Paulus Silentiarius εἰς κῆπον παράλιον πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει. ὡς σοφὸς ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις, Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων·

パウロス・シレンティアリオス(海辺の庭園に寄せて) 海が陸の礎を洗い、陸地の航行可能な 背は海の木立で青々と繁る。 深海と大地を、海藻と庭園を、水のニュンペーの湧水と ネーレーイスたちの流れを混ぜ合わせた者は、なんと賢明なことか。

​Paulus Silentiarius εἰς τὸ αὐτό ἐνθάδʼ ἐριδμαίνουσι τίνος πλέον ἔπλετο χῶρος, νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες· ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις, οὐ δὲ δικάζειν οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει.

パウロス・シレンティアリオス(同じ庭園に寄せて) ここでは、この場所がより多く誰のものであるかを巡って、 ナーイアス、ネーレーイス、アドリュアスの乙女たちが争っている。 彼女たちの真ん中でカリスが裁決を下すが、判決を下す術を 知らない。この場所が彼女たち共通の喜びを持っているからだ。

665

​Agathias Scholasticus εἰς τὸ αὐτό εἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου κείμενον, ἀγραύλου ἀγραύλου ἐρημοσύνης. ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἳ τʼ ἐνὶ πόντῳ Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην ἀμφʼ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, καί με παρʼ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον.

アガティアス・スコラスティコス(同じ庭園に寄せて) ダプネーの神聖な丘よ、海の彼方に横たわり、 野にある寂寥の地に佇む汝よ、私に道を譲れ。 ここには樹木のニュンペーたちと、海に住まう ネーレーイスたちが集いの場を一つにした。 彼女らは私を巡って争ったが、黒髪の神が裁定を下し、 私を双方の境界として中間に置いたのだ。

​Anonymi Epigrammatici εἰς κῆπον Ἔρωτα προσαγορευόμενον οὐ μέγας οὐδʼ ὁ Ἔρως, ἀλλʼ εὔχαρις· ὡς καὶ ἐγώ τοι οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων.

詩人無名氏(エロースと呼ばれる庭園に寄せて) 愛の神エロースも大きくはないが、魅力に満ちている。そのように私とて 庭園としては大きくはないが、気品に満ちあふれているのだ。

​Arabius εἰς προάστειον ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ. τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος. τοὺς δʼ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων, ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.

アラビオス(郊外の別荘に寄せて) 水と庭園と木立とディオニューソスによって、 そして隣り合う海の歓びによって私は満ち足りている。 大地からも海からも、それぞれ別の者が喜ばしい贈り物を、 漁師も農夫も私に差し伸べてくれる。 私のもとに留まる人々を、鳥の歌声や、 あるいは渡守たちの甘美な呼び声が慰めてくれる。

​Marianus εἰς προάστειον ὀνομαζόμενον Ἔρωτα ἐν Ἀμασείᾳ ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος· ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν, πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπʼ ἄλλῳ μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος· ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις χῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, καὶ λιπαρῆς εὔβοτρυν ἀνʼ ὀργάδα καρπὸς ἐλαίης θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν. ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς2 τόνδε δόμον, λιτῆς δʼ ἀντίασον ξενίης.

マリアノス(アマセイアにあるエロースと名付けられた郊外の庭園に寄せて) 誠に麗しい愛の木立よ。そこではこの美しき木々を 穏やかに吹く西風が揺り動かしている。 そこでは露に濡れた草原が花々で輝き、 菫の冠をなす蕾の豊かな飾りを解き放っている。 甘美な水のニュンペーの三段に重なる乳房が 次から次へと重なり合って流れを押し出し、 老いたるイーリス川が木立豊かな地、 しなやかな髪のアマドリュアスたちの憩う場を傍らに流れている。 ブドウ豊かな耕地にはつややかなオリーブの果実が茂り、 あちこちのブドウ畑の干し場には豊かなブドウが実っている。 周囲ではサヨナキドリたちがさえずり、セミは その声と応酬し合う調べを歌い上げる。 さあ旅人よ、閉ざされることのないこの館を 通り過ぎることなく、質素なもてなしを受けるがよい。

​Marianus εἰς τὸ αὐτό δεῦρʼ ἴθι, βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος, ἄμπαυσον καμάτου γυῖα πολυπλανέος, χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ καλὰ πολυκρούνων ἐκπρορέει στομάτων ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι. ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην. ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην, πέζαν ὑποξύων αὐτοφύτοιο νάπης. οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ, πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων;

マリアノス(同じ庭園に寄せて) 旅人よ、ここへ来たり、木陰の木立の下に身を寄せて、 さすらいに満ちた労苦の足をしばし休めよ。 ここではプラタナスの緑の中へ、多くの注ぎ口から 自ずから湧き出る水が美しく流れ出している。 ここでは春に、紫の畝の上に咲き誇る みずみずしい菫が薔薇の蕾と混じり合っている。 見よ、豊かな葉を持つツタが露に潤う草原の地面を覆い、 広がりゆく豊かな髪を編み上げているさまを。 ここには川もまた鬱蒼とした岸辺を巡り、 自生する谷間の裾を洗い削っている。 これぞエロースである。あらゆる方角から憧れの カリスたちに満たされた場所に、他にふさわしい名があろうか。

670

​Anonymi Epigrammatici ἐν Σμύρνῃ εἰς μῶλον τῇ θαλάττῃ ἐπικείμενον, ἐν ᾧ ἐστι καὶ ὑδρεῖον α. τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις; τίς δʼ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν,3 αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους; β. οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων, κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα.

詩人無名氏(スミュルナの海に突き出た突堤にて、そこには給水所もある) 甲:誰が深海を陸に変えたのか。誰が逆巻く波の中に 大理石の石で四方を波に洗われる岸壁を築いたのか。 誰が波のただ中に、船乗りたちが船の上から直接 手で汲み取れる飲み水を用意したのか。 乙:これぞ才知に富んだ無欠の男ベネティオスであり、 その建造物によってテーセウスとペロプスをも打ち負かしたのだ。

構文注3 件
  1. 9.661τηλεθάον

    主節の動詞 ἄρδομαι(1人称単数)に対して、分詞 τηλεθάον は中性単数(主格)の形をとっている。これは文冒頭の主語 δένδρον(中性名詞)に呼応する意味上の構文(constructio ad sensum)であり、演壇となった木自体の性質を描写している。

  2. 9.668ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς

    ὅπως μή に接続法(παρέλθῃς)が続く独立構文で、懇願や丁寧な戒め(「どうか…通り過ぎないでおくれ」)を表す。ἀκλήιστον は名詞 δόμον を修飾する前置修飾語(「閉ざされることのない」)である。

  3. 9.670πλωτῆρας ἀφύσσειν

    動詞 τεῦξε の目的語として名詞 ποτόν(飲み水)が置かれ、不定詞 ἀφύσσειν と意味上の主語 πλωτῆρας(対格)が結果または目的(「船乗りたちが汲み取れるように」)を補足している構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.660-9.670