← ギリシア詞華集

ギリシア詞華集 3

§9.575-9.585

学芸と天文学への賛美および暦と神話の警句

ホメーロスの不朽の栄光を謳うアデュナトン、林檎の所有をめぐるアプロディーテーとアテーナーの抗争、プトレマイオスの天文学的法悦、アポッローニオス幾何学の難解さへの賛辞、シチリア建設者への呼びかけ、ローマ暦の12ヶ月の擬人化、闘技場の猛獣に死者を出さぬよう祈る帝王の祈願、キリスト教に帰依した諸部族の賛辞、トゥーキュディデースの難解さと深遠さ、切れた弦の音を補った蝉と楽人エウノモスの逸話、そしてアプロディーテーと四人のエロースを描いた工芸品の描写。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
575

​Philippus οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει, ἢ τάχα νυκτὸς ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται, καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει, καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται, ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομʼ Ὁμήρου λήθη γηραλέων ἁρπάσεται σελίδων.1

ピリッポス 天が星々を消し去るか、あるいは夜のただなかに 太陽が輝かしい姿を現し、 海が人間に汲み取れる甘い泉を湛え、 死者が生者の国へと駆け戻る方が先であろう、 マエオニアの子ホメーロスの名高き誉れある名が、 古びた頁から忘却によって奪い去られることよりも。

​Nicarchus II παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς, ἁρπάξασα δʼ ἐμὸν δῶρον ἔχεις παλάμῃ; μέμνησαι τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν ὡς Πάρις οὐ σὲ καλήν, ἀλλʼ ἔμʼ ἐδογμάτισεν. σὸν δόρυ καὶ σάκος ἐστὶν ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει· ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος.

ニカルコス二世 トリートゲネイアの乙女よ、なぜいまキュプリスなる私を苦しめ、 私の贈り物を奪い取って掌に握りしめているのか。 覚えているか、かつてイーデーの峰において、 パリスがお前ではなく私を美しいと定めたことを。 槍と盾はお前のもの、林檎は私のものなのだ。 あの林檎には、かつてのあの戦争だけで十分ではないか。

​Claudius Ptolemaeus οἶδʼ ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλʼ ὅταν ἄστρων μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας, οὐκέτʼ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρʼ αὐτῷ Ζανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης.

クラウディオス・プトレマイオス 私は自分が死すべき者であり、一日限りの存在と知っている。だが星々の 密集した円環の軌道を尋ね求めるとき、 もはや私の足は大地に触れておらず、ゼウス御自身のそばで 神を養うアムブロシアーを満喫しているのだ。

​Leo Philosophus εἰς τὰ κωνικὰ Ἀπολλωνίου ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε, βαθὺς χαρακτὴρ2 καὶ περισκελὴς ἄγαν· δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου. εἰ δʼ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος, γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα, σοφὸς δʼ ἀναμφίλεκτος εἰσκριθήσεται. τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων·

哲学者レオ(アポッローニオスの円錐曲線論に寄せて) 友よ、この書物たる私が胎内に抱き苦しんでいるものの本質は深く、 極めて手強い。これにはぜひともデーロスの潜水夫が必要だ。 だが、もし誰かが私の奥底へと身を躍らせ、 そのすべての深みを精確に掘り起こすならば、 幾何学者たちの最高の栄誉を勝ち取り、 疑いなき賢者として列せられるであろう。 これについてはプラトーンが証人であり保証人なのだ。

​Leo Philosophus σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει, Θρινακίης οἰκιστὰ Κορίνθιε, ὃς ποτʼ ἔπινες ἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης.

哲学者レオ 最古の古人たちの姿たる伝令の杖を眺めよ、 シチリアを開拓したコリントスの人よ、かつてお前は シュラクサイのアレトゥーサの名高き流れを飲んでいたのだ。

580

​Anonymi Epigrammatici εἰς τοὺς Ῥωμαίων μῆνας μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει. ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει. τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην. εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω. οὗτος ἀμαλλοδέτης. τὰ δʼ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει. οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ. τεύχω δʼ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι. δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου. φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν.

詩人無名氏(ローマ人の諸月に寄せて) 第一の月は執政官の月。第二の月は畝を刻む。 第三の月はイタリアの民を戦いへと奮い立たせる。 第四の月は薔薇の指をした春の時節を告げる。 私は薔薇の父。そして私は白い百合をもたらす。 この月は麦束を縛る者。わが翼はナイルの水を湧き立たせる。 この月は豊かな葡萄の実るバッコスに愛された。 私は人々の喜びたる甘美な葡萄酒を造り出す。 私はすべての人の名において優美な祝宴をもたらす。 私は竪琴を弾じ、眠る者たちを目覚めさせる技を知っている。 詩人無名氏

​Anonymi Epigrammatici τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε, εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ, ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι λαῶν τερπομένων ἱερὸν στόμα·3 μηδὲ νοήσω, Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον, ἀνέρος οἶτον

弓執る者よ、ピエリアの神々の統治者、遠矢射るポイボスよ、 お前の妹に言ってくれ、猛獣たちを奮い立たせるのは、 人の身体にかすかに触れる程度に、喜ぶ民衆の 聖なる叫びを響かせる程度に留めてくれと。慈悲深きゼウスの 玉座に就いた私が、人の無惨な運命を見ることのないように。

​Anonymi Epigrammatici Ἀρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων, Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον, θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων.

詩人無名氏 これらアルメニアの部族とイベリアの勇壮な民は、 キリストへの熱意を抱き、自ら進んで軛のもとに入り、 無敵なる皇帝たちの掟に服している。

​Anonymi Epigrammatici εἰς Θουκυδίδην ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μʼ ἐς χέρας· εἰ δέ γε πάμπαν νῆϊς ἔφυς Μουσέων, ῥῖψον ἃ μὴ νοέῃς. εἰμὶ γὰρ οὐ πάντεσσι βατός· παῦροι δʼ ἀγάσαντο Θουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος.

詩人無名氏(トゥーキュディデースに寄せて) 友よ、知恵ある者なら私を手にとれ。だが、もしも お前がムーサたちをまったく知らぬ者なら、理解できぬものは捨ててしまえ。 私は誰にでも足を踏み入れられる者ではないのだから。オロロスの息子、 ケクロプスの裔たるトゥーキュディデースを称賛した者はわずかであった。

​Anonymi Epigrammatici Εὔνομον, ὤπολλον, σύ μὲν οἶσθά με, πῶς ποτʼ ἐνίκων Σπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δʼ ἐνέπω. αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον, ἐν δὲ μεσεύσᾳ ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν. καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει, εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν καί τις ἀπʼ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας. νεῦρα γὰρ ἓξ ἐτίνασσον ὅθʼ ἑβδομάτας δὲ μελοίμαν χορδᾶς,4 τὰν τούτω γῆρυν ἐκιχράμεθα· πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο, καὶ μὲν ὅτε φθέγγοιτο σὺν ἀψύχοις τόκα νευραῖς τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ. τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν ὃς δὲ τυπωθεὶς χάλκεος ἁμετέρας ἕζεθʼ ὑπὲρ κιθάρας,

詩人無名氏 アポッローンよ、かつてロクリス人なる私エウノモスが、いかにして スパルティスに勝ったか、あなた様はご存知です。尋ねる者たちに語りましょう。 私はキタラーで変幻自在な調べを奏でておりましたが、歌の半ばで 撥が弦を断ち切ってしまいました。 そして好機が即座の音を求め、 聴衆の耳へと調律の正確さを届けることができなかったとき、 一匹の蝉が自然とキタラーの腕木へと飛び移り、 和音の欠けたところを満たしてくれたのです。 私が六本の弦を弾き、七本目の弦を 欲したときには、この蝉の声を借りたのでした。 真昼の山野の歌い手は、私の演奏に合わせて あの牧歌的な鳴き声を調和させ、 蝉が鳴くときには、命なき弦とともに 移り変わる節回しにぴったりと寄り添ってくれました。 それゆえ私はこの和音の友に感謝し、その姿は青銅で模られて わがキタラーの上に留まっているのです。

585

​Anonymi Epigrammatici εἰς μισσώριον ἔχον Ἀφροδίτην καὶ Ἔρωτας τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτει μητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ· οἱ δὲ δύω παίζουσι παρʼ ἴχνεσιν εἷμα δὲ κρύπτει μηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης.

詩人無名氏(アプロディーテーとエロースたちを描いた大皿に寄せて) 四人のエロースがいる。一人は母の頭に冠を掲げ、 もう一人は乳房の泉に唇を寄せている。 残る二人はその足もとで遊んでいる。そして一枚の布が、 全身裸のアプロディーテーの腿の傍らの秘所を隠している。

構文注4 件
  1. 9.575οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει, ἢ ... ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομʼ Ὁμήρου / λήθη γηραλέων ἁρπάσεται σελίδων

    比較級副詞 τάχιον(より速く)と接続詞 ἤ(〜よりも)が結びついた構文。「ホメーロスの名が忘却に奪われることよりも、天が星を消す方が先であろう」という不可能性(adynaton)を表現する。中間に ἢ τάχα ... καὶ ... καὶ ... と不可能な事象が列挙され、それらすべてを総括した上で ἤ ποτε(〜することよりも)へと着地する長大な比較対照構造をなしている。

  2. 9.578ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε, / βαθὺς χαρακτὴρ

    書物自体を主語(1人称)として擬人化し、βίβλος(女性単数主格)と動詞 ὠδίνω(1人称単数「私は胎内に抱いて苦しむ」)が呼応している。関係代名詞 ὧν は複数属格で、χαρακτήρ(性格・本質)に係る限定的属格として機能しており、「私がその内に宿して生み出そうとしている事柄(幾何学的諸原理)の性質は」という意味になる。

  3. 9.581ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι / λαῶν τερπομένων ἱερὸν στόμα

    相関代名詞・副詞 ὅσσον が不定詞(ἐπιψαῦσαι, ἀῦσαι)を伴って程度・限定を表す用法(「〜する程度にだけ」「〜するに足るほどにだけ」)。猛獣をけしかける目的(ἵνα θῆρας ἐγείρῃ)の限度・範囲を規定し、死に至る深手を負わせず、ただ観衆の興奮を誘う程度にとどめるよう求めている。

  4. 9.584ὅθʼ ἑβδομάτας δὲ μελοίμαν / χορδᾶς

    接続詞 ὅτε(時)に希求法 μελοίμαν(μέλομαι の希求法、あるいは μέλω の中受動「私が心を配る/必要とする」)が続く反復・条件節。χορδᾶς は μέλομαι がとる属格補足語で、「七番目の弦が必要となったときにはいつでも」という反復的状況を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.575-9.585