← ギリシア詞華集

ギリシア詞華集 3

§9.458-9.470

神話の英雄たちの境遇を語る性格描写詩集

神話の英雄や登場人物たち(オデュッセウス、アキレウス、ピュロス、デーイダメイア、ヘクトール、パリス、アルタイアー、アルケースティス、ペーレウス、ヘーラー)が、各々の劇的な境遇や帰還・戦況・神格化・死後の和解において語るべき言葉を連ねた一連のエトポイーア(性格描写演説)。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
458

​Anonymi Epigrammatici τί ἂν εἴποι Ὀδυσσεὺς ἐπιβὰς τῆς Ἰθάκης χαῖρʼ Ἰθάκη· μετʼ ἄεθλα, μετʼ ἄλγεα πικρὰ θαλάσσης ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω Λαέρτην, ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον σὸς γὰρ ἔρως1 κατέθελξεν ἐμὸν νόον. οἶδα καὶ αὐτός, ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.

無名詩人(イタケーに上陸したオデュッセウスは何を語るか) 幸いあれ、イタケーよ。数々の試練ののち、海の苦難ののちに、 私は喜んで汝の大地へと至った、ラーエルテースと 妻と、輝かしい一人息子を目にするために。 汝への思慕が我が心を惹きつけたのだ。私自身も知っている、 生まれ故郷や両親よりも甘美なものなど何一つないということを。

​Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὸν Ὀδυσσέα ἐν ᾄδῇ ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς ζωὸς ἐὼν ἐνόησεν ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι, νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων. πῶς δʼ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς.

無名詩人(冥府でオデュッセウスを見たアキレウスは何を語るか) まことにオデュッセウスは誰よりも臨機応変の男である。 生身の身でありながら、見ることが許されぬもの、 地下の深奥と死者たちの苦痛を目にしたのだから。 彼はいかにして神聖なる光を後にするに耐えたのか。いかなる必然が 望まぬ彼を導いたのか。オデュッセウスは地上でも、 大海原でも、死者たちのもとでも、知略に飽くことなき者となったのだ。

460

​Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὰ ὅπλα κείμενα μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ· οἶδα δὲ νῦν ὅτι Παλλὰς ἐφʼ Ἕκτορι χεῖρα κορύσσει ἡμετέρην, καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει.

無名詩人(置かれた武具を見たアキレウスは何を語るか) 母上よ、あなたは白兵戦を戦う我が子へと、かつて人が 目にしたこともない、これらの武具と輝かしい贈り物を携えてきてくださった。 いまや私は知っている、パラス・アテーナーがヘクトールめがけて 我が腕を奮い立たせ、トロイア勢に無残な破滅を引き起こそうとしていることを。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ὁ Πύρρος ἐπιβὰς Τροίας μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω, καὶ Πρίαμον βασιλῆα, καὶ οὓς προλέλοιπεν Ἀχιλλεύς, πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι, καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω, καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει.

無名詩人(トロイアに上陸したピュロスは何を語るか) 私の非の打ちどころなき父の労苦は完結を見なかった。 だが私はすべてのトロイア勢に殺戮を構えつつ やって来た。私は武勇によってより高い誉れを掲げており、 我が気魄は、プリアモス王も、アキレウスが倒し残した者たちも、 ことごとく戦の嵐の中で滅ぼす術を知っている。 私はトロイアの武威に満ちた砦を撃ち滅ぼし、 我が槍がダナオス勢の十年におよぶ労苦を成就させるのだ。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Δηϊδάμεια τοῦ Πύρρου πορθήσαντος τὴν Τροίαν πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην, ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου, ὃν Τροίη στονόεσσα κατέκτανεν. ἀλλὰ σὺ πᾶσαν Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δʼ Ἀχαιοῖς ἄφθιτον ὤπασας εὖχος, μὴ δεκέτηρος ἐνυοῦς πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι.2

無名詩人(ピュロスがトロイアを攻略したときにデーイダメイアは何を語るか) あなたは私の心から重苦しい嘆きをすべて払い去ってくれた、 嘆きのトロイアが討ち取った、 あなたの父アキレウスの運命ゆえの嘆きを。だがあなたはイリオスを ことごとく打ち倒し、熱望していたアカイア勢に 不滅の誉れを授けてくれた、 戦うすべてのダナオス勢に十年にわたる戦いの歳月が成し遂げ得なかったほどの誉れを。

​Anonymi Epigrammatici τί ἂν εἴποι Ἕκτωρ ὁρῶν τὸν Ἀχιλλέα ἐν τοῖς ὅπλοις Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος αἰνομόροις Τρώεσσι, καὶ Ἕκτορι, καὶ γενετῆρι, ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε.

無名詩人(武具を身にまとったアキレウスを見たヘクトールは何を語るか) 怒りに満ちたアテーナーが、ペーレウスの子にふたたび 不死の武具をまとわせた。まことに過酷な苦痛が、 不幸なトロイア勢に、ヘクトールに、そして父に降りかかるだろう、 神がこの男にこれらの武具を授けたからには。

​Anonymi Epigrammatici τί ἂν εἴποι Πάρις τρωθέντος Μενελάου ἔρρετε οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες, ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει.

無名詩人(メネラーオスが負傷したときにパリスは何を語るか) ことごとく滅び失せよ、恥辱に塗れたアイギアロス人どもよ。 いま斃れたメネラーオスが我が大いなる栄光を高めるのだ。

465

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Ἀλθαία παρακαλοῦσα τὸν Μελέαγρον τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι, οὐδʼ ἀλεγίζῃ πατρίδος ὀλλυμένης, βριαρὴν δʼ ἀπόειπες ἀκωκήν, αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας.

無名詩人(メレアグロスを説得するアルタイアーは何を語るか) 我が子よ、汝は一族を忘れ、滅びゆく祖国を 気遣うこともなく、力強い槍先を投げ打って、 カリュドーンとオイネウスとその住民たちを辱めているのか。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους Ἄλκηστις, τοῦ Ἀδμήτου ζεύξαντος λέοντα καὶ κάπρον εἰς τὸ ὄχημα ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην, καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις.

無名詩人(アドメートスがライオンと野猪を車に軛づけたときにアルケースティスは何を語るか) 武勇の輝かしい業績が汝の車を飾り立て、 類まれなる労苦の婚礼歌をもって花嫁を招き迎えている。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ὁ Πηλεὺς ἀκούων ὅτι ἀπόμαχός ἐστιν Ἀχιλλεύς Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί, ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ, μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς.

無名詩人(アキレウスが戦線を離脱していると聞いたペーレウスは何を語るか) 若人を育むペーリオンの峰々よ、ケイローンが戦陣で 第一の勇士たることを教え込んだ我が子に告げておくれ、 怒りと、アカイア勢への破滅的な憎悪を投げ捨てるようにと。

​Anonymi Epigrammatici τίνας ἂν εἴποι λόγους ἡ Ἥρα ἀποθεωθέντος Ἡρακλέους σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος ἀνδράσιν οἶδεν ἄγειν μετʼ ἀπείρονα κύκλον ἀέθλων.

無名詩人(ヘーラクレースが神格化されたときにヘーラーは何を語るか) 汝の父は、ヘーラクレースよ、汝の武徳の汗に美しき報いを 返したのだ。労苦こそは、果てなき試練の巡りの果てに、 人々に計り知れない誉れをもたらす術を知っているのだから。

​Anonymi Epigrammatici εἰς τὸ αὐτό σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς, χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ.

無名詩人(同じ主題について) 労苦と人知を超えた汗が、かつて誰も得たことのない 福徳に満ちた領域を保持するという恩恵を、汝のために成し遂げたのだ。

470

​Anonymi Epigrammatici τί ἂν εἴποι Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα φιλιωθῆναι3 οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον ἄλγεα γαίης καλλείψας ἀγάπαζε τεὸν φίλον οὐ γὰρ Ὀδυσσεὺς ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δὲ σ’ ἔπεφνεν Ἀθήνη, Ζεύς τε πατήρ, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς. αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου δῖα Θέτις, καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς.

無名詩人(アキレウスがアイアースと和解するために何を語るか) 死者たちの間にとどまりながら怒りを抱くのは理に反する。地上の苦患を 置き去りにして、汝の友を受け入れよ。オデュッセウスが 意図して汝に罪を犯したわけではない。 強大なるアテーナーと、 父なるゼウスと、運命の女神モイラと、暗がりを行く復讐の女神エリーニュスが汝を討ったのだ。 願わくは高貴なるテティスが武具を塩の海の深みへと投げ込み、 汝の激情の争いを鎮めてくれていたならよかったものを。

構文注3 件
  1. 9.458σὸς γὰρ ἔρως

    所有形容詞 σός が客体(「汝への思慕」)として機能している客体的用法。主語的(「汝が抱く愛」)ではなく、故郷イタケーに向けられたオデュッセウスの思慕を意味する。

  2. 9.462μὴ δεκέτηρος ἐνυοῦς πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι

    否定詞 μὴ が導く関係節・限定表現で、先行する ἄφθιτον ... εὖχος を修飾する。「10年に及ぶ戦いの歳月が、戦うすべてのダナオス勢に成し遂げ得なかったような(不滅の誉れ)」という意味を表す。関係代名詞 ὃ οὐ に相当する圧縮構文ないし否定的結果を表す構文として解される。

  3. 9.470πρὸς τὸν Αἴαντα φιλιωθῆναι

    表題部における不定詞構文。アオリスト受動態不定詞 φιλιωθῆναι(和解する・友誼を結ぶ)が、前置詞句 πρὸς τὸν Αἴαντα とともに τί ἂν εἴποι に従属し、発話の目的(「アイアースと和解するために何を語るか」)または状況を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.458-9.470