- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.436-9.441
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アポローン神殿の奉納台座の年代記銘文、プリアーポスに恋の治療を祈願する牧歌的短詩、水甕に挑む蟻たちの機智、道端に打ち捨てられた頭蓋骨への省察、逃亡した愛神エロースの特徴と危険を触れ回るアプロディーテーの布告、そして三叉路に打ち捨てられたヘーラクレース像と詩人の対話が詠まれる。
Anonymi Epigrammatici ἐν Συρακούσαις ἐγράφησαν ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς·1 τοσσόσδʼ ἀριθμὸς ˘ ἐξέβη μετρούμενος..
無名詩人(シュラークーサイにて刻まれたもの) アポローンへの奉納品は古いものであった。 だがこの台座は、あるものよりは二十年、 あるものよりは七年、あるものよりは五年、あるものよりは十二年、 そしてあるものよりは二百年も新しい。 測り調べられて、これほどの年数が算出された。
Theocritus τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας, σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον· ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. ἕρκος δʼ εὐίερον περιδέδρομεν ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα. ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,2 κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δʼ ἀνανεύῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν νεύοι δʼ εὐμενέως ὁ θεός.
テオクリトス 山羊飼いよ、樫の木のあるあの小道を行き巡れば、 イチジクの木で作られた彫り立ての木像を見出すであろう。 三本足で、樹皮もそのまま、耳もない。だが子を成す 男根を備え、キュプリスの業を果たす力を持っている。 聖なる囲いがまわりを取り巻き、岩礁から湧き出る尽きぬ 流れがあらゆる方角へ、月桂樹とギンバイカと香わしい 糸杉とともに生い茂っている。そこには房をなす葡萄の蔓が 巻ひげとともにめぐり広がっている。春のクロツグミたちが 甲高い歌声で節回し豊かな調べを響かせ、 黄褐色のサヨナキドリたちもさえずりで鳴き応えて、 その口から甘い蜜のような声を歌い上げる。 さあ、そこへ腰を下ろし、愛らしきプリアーポスに祈ってくれ、 私がダプニスへの恋情を断ち切れるようにと。 そしてただちに美しい仔山羊を屠ってくれ。もし彼が首を振るなら、 この願いが叶えられたあかつきに、私は三つの生贄を捧げたい。 私は若い牝牛、毛深い牡山羊、そして囲い肥やしの仔羊を 捧げよう。願わくは神が慈悲深く聞き届けてくださるように。
Philippus Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκʼ ἔτενδε γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα, μηνίσας ὁ πρέσβυς, ἐς ὕδατα κρωσσὸν ἔβαψεν, ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν. οἱ δὲ νέας κάρφας ἀχυρίτιδας ἀντιφέροντες, αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν. ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.
ピリッポス 土塊を掘る蟻たち、大地の軍勢が、 土地持ちの養蜂家の甘い蜜の恵みをかすめ取っていたとき、 老人は怒って、水の中に壺を浸した、 大地からの者どもがここへは近寄るまいと思って。 だが彼らは麦わらの小舟を代わりに繰り出し、 自ら舵手となって水甕の器へと走り寄った。 ああ、愛する胃袋は、かくも微小な者たちをも、 大地から水辺のニュムペーたちへの新奇な漕ぎ手へと仕立て上げたのだ。
Crinagoras βρέγμα πάλαι λαχναῖον, ἐρημαῖόν τε κέλυφος ὄμματος, ἀγλώσσου θʼ ἁρμονίη στόματος, ψυχῆς ἀσθενὲς ἕρκος., ἀτυμβεύτου θανάτοιο λείψανον, εἰνόδιον δάκρυ παρερχομένων, κεῖσο πέλας πρέμνοιο παρʼ ἀτραπόν, ὄφρα μάθῃ τις ἀθρήσας, τί πλέον φειδομένῳ βιότου.
クリーナゴラース かつては毛髪に覆われていた頭蓋骨よ、荒涼とした 眼窩よ、舌を失った口の歯並びよ、 魂の儚き囲い、葬られざる死の 残骸、通り過ぎる者たちの道端の涙よ、 小道の傍らの切り株の近くに横たわるがよい、これを見つめて、 命を惜しむ者に何の益があろうかと、誰もが悟るように。
Moschus ἔρως δραπέτης ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· “εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ. μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δʼ ἀγάγῃς νιν, οὐ γυμνὸν τὸ φίλαμα,3 τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς. ἔστι δʼ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι4 μάθοις νιν. χρῶτα μὲν οὐ λευκός, πυρὶ δʼ εἴκελος· ὄμματα δʼ αὐτοῦ δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς, οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει. εὐπλόκαμον τὸ κάρανον ἔχει δʼ ἰταμὸν τὸ πρόσωπον. μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· βάλλει δʼ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα. γυμνὸς μὲν τό γε σῶμα, νόος δʼ οἱ ἐμπεπύκασται· καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτʼ ἐπʼ ἄλλως ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δʼ ἄχρι φορεῖται· καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δʼ ἐντὶ τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει. πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει. ἢν τὺ γʼ ἕλῃς τῆνον, δήσας ἄγε, μηδʼ ἐλεήσῃς· κἢν ποτʼ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ· κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι, φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί. ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα, μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γάρ πυρὶ πάντα βέβαπται.”
モスコス(逃亡したエロース) キュプリスは息子エロースを大声で呼び立てていた。 「三叉路をさまようエロースを見かけた者がいるなら、 そいつは私の逃亡奴隷です。知らせてくれた者には褒美を授けましょう。 あなたの報酬はキュプリスの口づけです。もし彼を連れてくるなら、 ただの口づけにとどまらず、旅人よ、さらなる褒美を得るでしょう。 その子は際立って目立ちます。二十人のなかにいてもすぐに見分けがつきます。 肌は白くなく、火に似ています。その両の眼は 鋭く燃え立っています。腹黒い心、甘いおしゃべり。 なぜなら心にあることと言葉が一致しないからです。声は蜜のようですが、 怒ると、その心は情け容赦もありません。人をたぶらかし、 真実を語らず、狡猾な童子で、残酷な戯れをします。 頭は美しい巻き毛をしていますが、顔つきはあつかましい。 その小手はまことに小さいですが、遠くまで矢を射ます。 アケローンへも、冥府の王へも射かけるのです。 その身は裸ですが、心は厚く覆い隠されています。 そして鳥のように羽ばたいて、代わる代わる 男たちや女たちへと飛び移り、その肝に居座ります。 ごく小さな弓を持ち、その弓の上には矢をつがえています。 彼の矢は微小ですが、天空にまで届きます。 そして背には黄金の矢筒を背負い、その中には 苦い矢が入っています。それらで彼はしばしば私をも傷つけるのです。 すべてが獰猛、すべてがです。彼の持つ小さな松明は とりわけ激しく、太陽そのものさえ燃え上がらせます。 もしあなたが彼を捕らえたなら、縛って引いてきなさい、憐れみをかけてはなりません。 もし彼が泣いているのを見ても、騙されないように用心しなさい。 もし彼が笑っても、引き立ててきなさい。もしあなたに口づけしようと望んでも、 逃げなさい。その口づけは禍いであり、その唇は毒薬なのです。 もし彼が『これらを受け取ってくれ、僕の武器をすべてあげるから』と言っても、 その欺きの贈りものに触れてはなりません。それらはすべて火に浸されているのですから。」
Palladas τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα, τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον. ὀχθήσας δʼ ἄρʼ ἔειπον “Ἀλεξίκακε τρισέληνε, μηδέποθʼ ἡττηθείς, σήμερον ἐξετάθης.” νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς· καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.
パッラダース 私は三叉路にあるゼウスの青銅の息子を仰ぎ見て驚いた、 かつては祈りを捧げられていたのに、今や投げ捨てられているのを。 憤って私は言った。「三夜の月のもとに生まれた災い除けの神よ、 決して敗れたことのなかったあなたが、今日打ち倒されるとは。」 だが夜、神が私の傍らに立ち、微笑みながら語りかけた。 「神であっても、時勢に仕えることを私は学んだのだ。」
- 9.436τοῖς μὲν εἴκοσι, τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς
τοῖς μέν ... τοῖς δέ は各奉納品(ἀναθήματα)を指す比較の対象(関係を表す与格)を示し、数詞を伴う ἐνιαυτοῖς が「〜年だけ(若い・新しい)」という隔たりを表す度量差の与格となっている。 νεωτέρη(比較級)に対して、対象(一部の奉納品)と差の年数が対比的に並置されている。
- 9.437ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους
動詞 εὔχου の目的語となる不定詞節。ἀποστέργω は「愛するのをやめる、思いを断つ」の意で、不定詞の意味上の主語は対格 με、目的語は τοὺς Δάφνιδός ... πόθους(ダプニスに対する恋情、目的格的属格)である。「私がダプニスへの愛を断ち切れるように(プリアーポスに)祈れ」と解するのが正しく、神を主語として「神が私の恋を消し去るように」と取るよりも不定詞構文の主語表示として自然である。
- 9.440οὐ γυμνὸν τὸ φίλαμα
名詞述語文の形式(動詞 ἐστί の省略)。「口づけは裸(単なるもの)ではない」、すなわち「口づけだけで終わるものではない」を意味し、後続の καὶ πλέον ἑξεῖς(さらに多くのものを得るだろう)と呼応して、単なる報酬以上の恩恵が約束されていることを示す。
- 9.440ἐν εἴκοσι πᾶσι
「全部で二十人いる中でも」という慣用的表現。数多くの人々の中に混ざっていても容易に見分けがつくことを表す状況・範囲の与格(ἐν+与格)。πᾶσι は「全部合わせて、総勢」の意を添える。
