← ギリシア詞華集

ギリシア詞華集 3

§9.43-9.61

清貧の美徳と運命の逆説や七不思議

パルメニオーンの清貧の称揚、黄金と首吊り縄の逆説的機知、盲目の母への恩寵、恩を仇で返す狼の寓話、神々の変身譚、人生の浮沈、墓を弔った漁師への報酬、ヒッポクラテースの医術、老境の逆説、凍結した河での少年の惨死、夜啼くツバメの悲哀、世界の七不思議とアルテミス神殿、ガイウス・カエサルの天井画、ファロス灯台、そして逃亡した我が子を処刑するスパルタの母の厳格さを詠む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
43

​Parmenion ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις δουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος. μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρʼ ὀφρὺν στήσομαι οἶδʼ ὀλίγης δαιτὸς ἐλευθερίην.

パルメニオーン 私には外套の質素な覆いで足りる。豪奢な食卓に 仕えることもなく、ムーサたちの花を糧とするのだ。 愚かな富、へつらう者たちの養い親を私は憎む。傲慢な眉の傍らに 立つこともない。私は乏しき食卓の自由を知っているのだ。

​Statyllius Flaccus χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον αὐτὰρ ὁ χρυσὸν ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.1

スタテュッリオス・フラックス ある男は黄金を見つけて首吊り縄を捨てた。だが、 自ら残した黄金を見つけられなかった男は、見つけた縄を首に締めた。

45

​Statyllius Flaccus χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν ῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.

スタテュッリオス・フラックス ある男は黄金を見つけ、もう一人はそれを失った。そのうち見つけた男は 縄を投げ捨て、見つけられなかった男は悲惨な縄を結んだのだ。

​Antipater πηρὸς ἄπαις, ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι εὐξαμένη, δοιῆς ἔμμορεν εὐτυχίης· τίκτε γὰρ εὐθὺς ἄελπτα μετʼ οὐ πολύ, καὶ τριποθήτου αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους. Ἄρτεμις ἀμφοτέροισιν ἐπήκοος, ἥ τε λοχείης μαῖα, καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων.

アンティパトロス 盲目で子なき女が、光を見るか子を産むかのいずれかを 祈願したところ、二重の幸運に恵まれた。 ほどなく思いがけず直ちに子を産み、心から切望していた 甘美な光の輝きをその同じ日に目にしたのだ。 アルテミスが双方の祈りに耳を傾けたのだ、出産の 産婆であり、白銀の輝きをもたらす光の女神なる彼女が。

​Anonymi Epigrammatici τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα, ἀλλὰ μʼ ἀναγκάζει ποιμένος ἀφροσύνη. αὐξηθεὶς δʼ ὑπʼ ἐμοῦ, κατʼ ἐμοῦ πάλι θηρίον ἔσται· ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται.

無名詩人 私は自らの乳房から狼を育てている、望みもせぬのに。 だが羊飼いの浅はかさが私に強いるのだ。 私によって育てられたこの野獣は、再び私に向かって襲いかかるだろう。 恩愛も生まれ持った本性を変えることはできないのだ。

​Anonymi Epigrammatici Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς διʼ ἔρωτα Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης.

無名詩人 ゼウスは白鳥、牡牛、サテュロス、そして黄金となった、 レーダー、エウローペー、アンティオペー、ダナエーへの愛ゆえに。

​Anonymi Epigrammatici ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμένʼ εὗρον οὐδὲν ἐμοὶ χʼ ὑμῖν· παίζετε τοὺς μετʼ ἐμέ.

無名詩人 希望よ、そして汝、運命よ、永遠にさらばだ。私は港を見出した。 私とお前たちには何の関係もない。私のあとに続く者たちと戯れるがよい。

50

​Mimnermus τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

ミムネルモス 汝自身の心を喜ばせよ。情け容赦なき同胞たちのうち、 ある者は汝を悪く言い、ある者は良く言うであろうから。

​Plato αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.

プラトーン 歳月はすべてを奪い去る。永き時は 名も形も本性も、そして運命をも変えるすべを知っている。

​Carphyllides ἰχθύας ἀγκίστρῳ τις ἀπʼ ᾐόνος εὔτριχι βάλλων εἵλκυσε ναυηγοῦ κρᾶτα λιποτριχέα. οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσώματον χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον. εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις.

カルピュッリデース ある男が浜辺から見事な釣り糸の釣り針で魚を釣ろうと投げ入れたところ、 難破した者の毛の抜け落ちた頭を引き上げた。 そして肉体なき死者を哀れみ、手ずから土を掘り起こして 質素な墓を盛り上げた。 するとそこに隠されていた黄金の財宝を見出したのだ。まことに正しき 人々にとって、信心の恩恵が失われることはない。

​Nicodemus Ἱπποκράτης φάος ἦν μερόπων, καὶ σῴετο λαῶν ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν ἀίδῃ.

ニコデーモス ヒッポクラテースは死すべき人間たちの光であった。諸民族の 民は命を救われ、ハーデースには死者の欠乏が生じていた。

​Menecrates γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δὲ ποτʼ ἔλθῃ, μέμφεται· ἔστι δʼ ἀεὶ κρεῖσσον ὀφειλόμενον.

メネクラテース 老境はそれが遠くにある間は誰もが望むが、いざ訪れると 不満を漏らす。老境とは常に、返済を迫られぬ負債であるほうが勝るのだ。

55

​Menecrates εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι γηράσκειν πολλῶν εἰς ἐτέων δεκάδας.

メネクラテース もし誰かが老いてなお生き長らえることを祈るならば、その者は 幾十もの長き年にわたって老いさらばえるに値する。

​Philippus Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον ἐς ποταμὸν δʼ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν, κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη.2 καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας· ἡ δὲ μένουσα ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν. δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ· ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως.3

ピリッポス 凍てついたトラーキアのヘブロス川の氷の上に 幼子が足を踏み入れ、死を免れることができなかった。 すでに緩み始めていた川へと足が滑り落ち、 氷によってその柔らかな首をまわりから断ち切られたのだ。 そして残る胴体は押し流され、残された 頭部こそが埋葬のやむなき口実となった。 火と水とがその産みの苦しみを分け合った不運な母よ。 その子は双方に属するように見えて、実はいずれにも属していないのだ。

​Pamphilus τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα, μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων; ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος;

パンピロス 何ゆえ終日、パンディーオーンの不運なる娘よ、 涙に暮れながら舌足らずな口でさえずるのか。 トラーキアのテーレウスが恐ろしくも力ずくで奪い去った、 汝の処女性への慕情が訪れたというのか。

​Antipater καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος καὶ τὸν ἐπʼ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην, κάπων τʼ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν, καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον, μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλʼ ὅτʼ ἐσεῖδον Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον, κεῖνα μὲν ἠμαύρωτο4 † δεκηνιδε νόσφιν Ὀλύμπου ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.

アンティパトロス 峻厳なるバビュローンが誇る戦車が疾駆する城壁も、 アルペイオス河畔のゼウス像をも私は眺めた。 空中庭園も、ヘーリオスの巨像も、 天に聳えるピラミッドの大いなる労作も、 そしてマウソーロスの巨大な墓廟も。だが雲に届くばかりに 伸びるアルテミスの神殿を目にしたとき、 かの名勝の数々は色褪せてしまった。まことにオリュンポスを除けば、 太陽はいまだかつてこのような偉容を照らしたことがない。

​Antipater τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δʼ Ἀφροδίταν, ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δʼ ἀφόβητον Ἄρη, σεῖο κατʼ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα. θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπρις εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης.

アンティパトロス 四体の勝利の女神が、大きく広げた翼の背の上に、 同数の不死の神々の子らを高く掲げている。 一人は戦いを受け止めるアテーナーを、一人はアプロディーテーを、 一人はアルケイデースを、一人は恐れを知らぬアレースを、 美しき屋根を持つ汝の天井画の上に。そして彼女らは天へと 向かっている、祖国ローマの護りたるガイウスよ。 牛を喰らう者〔ヘーラクレース〕が汝を不敗とし、キュプリスが汝を 良き婚姻に恵まれし者、パラスが良き知慮ある者、アレースが恐れなき者となさんことを。

60

​Diodorus πύργος ὅδʼ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος.

ディオードーロス 海の岩礁の上に立つこの塔、島と同じ名を持つ 私こそは、停泊地の標たるパロスである。

​Anonymi Epigrammatici γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο παῖδʼ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα, ἀντίη ἀίξασα διʼ ἥπατος ἤλασε λόγχαν, ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ· “ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾅδαν, ἔρρʼ, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.”

無名詩人 戦場から背を向け、武具を捨てて祖国へと 足を速める我が子を見たスパルタの母は、 真正面から駆け寄り、その肝臓を槍で刺し貫き、 討ち取られた息子の前で男勝りの声を放った。 「スパルタには無縁の血筋よ、冥府へと失せろ、 失せるがよい、祖国と父を裏切ったのだから」。

構文注4 件
  1. 9.44αὐτὰρ ὁ χρυσὸν / ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον

    主語 ὁ に対し、分詞句 οὐχ εὑρὼν χρυσὸν ὃν λίπεν(自らが残した黄金を見つけられず)と主動詞句 ἧψεν βρόχον ὃν εὗρε(見つけた縄を首に結んだ)が極度の語順倒置(交差配列)によって織り合わされている。χρυσόν は関係節 ὃν λίπεν の先行詞、βρόχον は ὃν εὗρε の先行詞であり、二人の男の行動(拾得と放棄、喪失と自殺)が対称的に凝縮されている。

  2. 9.56κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη

    動詞 ἀμφεκάρη は ἀμφικείρω の受動態アオリスト(直説法第3人称単数)。主語 νήπιος に対し、被災部位を表す「部分の対格(いわゆる拘束の対格・観点の対格)」として τοὺς ἁπαλοὺς αὐχένας(柔らかな首)が置かれている。詩的複数形の αὐχένας は単数の首を意味する。

  3. 9.56ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως

    分詞 δοκῶν に不定詞 εἶναι が省略された構文。属格 ἀμφοτέρων および οὐδενός は所有・所属を表す述語属格(「双方のものであること」「誰のものでもない」)として機能している。「水と火の双方に帰属するように思われながら、実はいずれにも属していない」という逆説的帰結を簡潔に示す。

  4. 9.58κεῖνα μὲν ἠμαύρωτο

    主語は前述の七不思議の記念碑群を指す中性複数代名詞 κεῖνα であるが、述語動詞には三人称単数の過去完了中受動態 ἠμαύρωτο が用いられている。中性複数の主語に対して単数動詞を取る古典ギリシア語の通則(スキーマ・アッティクム)に従った語法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.43-9.61