- 底本
- Greek Anthology, Vol. 3. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc8:9.192-9.208
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ホメーロスの二大叙事詩への賛辞に始まり、歴史家、伝記作家、自然科学・数学者(テオーンとプロクロス)、小説『レウキッペーとクレイトポーン』、アイアースの投げた巨石、田園詩歌集、文法書校正の労苦、そしてエピクテートスの哲学的教えに至る多様な題材を詠んだ短詩群。
Antiphilus α. αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; β. θυγατέρες μὲν Μαιονίδου, μύθων δʼ ἵστορες Ἰλιακῶν ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος, ἔργα τε χειρὸς Ἑκτορέας, δεκέτους τʼ ἆθλα λέγει πολέμου· ἁ δʼ ἑτέρα μόχθον τὸν Ὀδυσσέος, ἀμφί τε λέκτροις χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας. α. Ἵλατε σὺν Μούσαισι· μεθʼ ὑμετέρας γὰρ ἀοιδὰς εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.
アンティピロス 質問者: 書物たちよ、お前たちは何者か。何を秘めているのか。書物: 我らはマイオニアの人の娘たち、イリオスの物語の証言者たちである。 一方はアキレウスの怒りと、ヘクトールの手の武勲、十年におよぶ戦争の苦難を語り、 他方はオデュッセウスの労苦と、高潔なペーネロペーの寡婦の寝床の周りでの涙を語る。 質問者: ムーサたちとともに慈しみ給え。お前たちの歌ののちに、世の時代はピエリアの女神たちを十一柱擁すると言ったのだから。
Philostorgius ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι, πράγματʼ ἀληθείης ποικίλʼ ὑφηνάμενος.
ピロストルギオス 私は神の賢明な恵みにより、真理の多彩な諸事を織り成して、歴史を完成させた。 無名詩人
Anonymi Epigrammatici γράμματα δώδεκʼ ἔχει Φιλοστόργιος, οὔνομα καλόν. τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους, ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς· καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας.
ピロストルギオスは十二の文字を持つ、美しき名である。 それゆえまさに彼は、第一の文字から始めて次々と文字を追ってこれらの言説を書き記し、 その各巻の初頭によって自らの名を記したのである。
Anonymi Epigrammatici Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης.
無名詩人 コンスタンティノポリスの人アスクレーピオスは、名高きアナザルボスの祖先の伝承を、町を讃えつつ書き記した。
Marinus εἰς τὸν βίον Πρόκλου ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων καὶ τάδʼ ἐπʼ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.·
マリノス(『プロクロスの生涯』に寄せて) 不死なる神々に常に喜ばれることを行い、マリノスは敬虔な思慮をもってこれらをも書き記した。
Marinus καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον, Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον ἀθανάτων, μερόπεσσι βοηθόον εὐσεβέεσσιν, ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ κάλλιπες,1 ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων γράψε τάδʼ ἐσσομένοις μνημήια σῶν ἀρετάων.
マリノス 福なるプロクロスよ、これもまたあなたの神聖なる身の並外れた業績である、あらゆる不死なる神々の生ける像であり、敬虔な死すべき人々を助ける者たるマリノスを、 あなたの神聖なる身の代わりに魂を救う防壁としてあなたが残されたというのは。その彼はあなたの神に愛でられし生を声高らかに歌い、 後世の人々のためにあなたの徳の記念碑としてこれらを書き記したのである。
Anonymi Epigrammatici Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις· ἐν Φαρίῃ δὲ ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων.
無名詩人 我はノンノスである。パノポリスこそ我が都市である。そしてパロスにおいて、我は声を持つ槍によってギガースたちの血統を刈り取った。
Anonymi Epigrammatici Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη,
無名詩人 神のごときオリバシオス。その不死の技術のゆえに、モイラはしばしば恐れを抱きつつ糸の紡ぎを延ばした。
Leo Philosophus βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε, Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον.2
哲学者レオン 力学の書である。マルケルスが同労者として労苦をともにするなか、キュリノスがこれを完成させた。
Leo Philosophus θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης ἀστρολόγων Παῦλὸς μʼ ἐδιδάξατο κύδιμος ἀνήρ.
哲学者レオン 予言的なポイボスの技の託宣と秘儀を、占星術師たちの名高き男パウロスが私に教え授けた。
Leo Philosophus βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα. Θέων πόλον μέν, καὶ Πρόκλος μετρεῖ χθόνα· Πρόκλος μὲν οὖν γῆν, καὶ Θέων μετρεῖ πόλον. ἄμφω δʼ ἐπίσης τῶν ἐπαίνων ἄξιοι, ἄμφω δʼ ἀμοιβὴν τῶν λόγων τετεύχατον. Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις, δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων, ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις. ἀλλʼ, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν χαίροις Θέων ἄριστε, πάνσοφον κάρα, ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον,
哲学者レオン あらゆる知恵を備えたテオーンとプロクロスの書物である。 この書は天球と大地の尺度をもたらす。 テオーンは天球を、プロクロスは大地の尺度を測る。 プロクロスは大地を、テオーンは天球を測る。 両者は等しく賞賛に値し、 両者は言説の相互のやり取りを成し遂げている。 なぜならテオーンはプロクロスの賢明な命題を受け取って、 これらによって星々の運行を指し示し、 プロクロスはテオーンの論証を受け取って、 これらによって命題を分析し提起するからである。 だが、おお賢明な二頭立ての組よ、私にとって大いに幸いあれ。 アレクサンドロスの町をいま飾り立てている、最も優れたテオーンよ、全知の頭部よ、幸いあれ。 そしてプロクロスよ、万人に称揚されているサルペードーンの最も優れた血統たるあなたも幸いあれ。
Leo Philosophus ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· ὁ Λευκίππης δὲ σωφρονέστατος βίος ἅπαντας ἐξίστησι· πῶς τετυμμένη, κεκαρμένη τε καὶ κατηχρειωμένη, τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει.3 εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλεις, φίλος, μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε· νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.
哲学者レオン クレイトポーンの物語が示すように、苦難に満ちた愛、しかし節度ある生涯である。 一方、レウキッペーの最も節度ある生涯は、すべての人を驚倒させる。いかに彼女が打たれ、 髪を切られ、辱められ、そして何よりも重大なことには、三度死にながらも耐え抜いたかを。 友よ、もしあなた自身も節度を保ちたいと望むなら、 書物の副次的な見世物を眺めるのではなく、 まず言説の筋道を学び取れ。 思慮深く愛を抱く者たちを、それは花嫁のように装わせるのだから。
Agathias Scholasticus μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου. εἰμὶ μέλας τρηχύς τε· σὺ δʼ εἴρεο θεῖον ὅμηρον, πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ. νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης. ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.
アガティアス・スコラスティコス 旅人よ、ヘクトールの胸を射当てた、アイアースのこの石である私を動かそうとするな。 私は黒く、かつ険しい。神聖なるホメーロスに尋ねるがよい、 いかにして私がプリアモスの息子を地面に転がしたかを。 だが今や、惨めな種族の恥辱である人間たちが、大地から私をわずかに動かすことすらおぼつかない。 誰か私を地の下に隠してくれまいか。価値なき男たちの 玩具となることを、私は恥じているのだから。
Artemidorus Βωκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
アルテミドーロス 田園のムーサたちは、かつては散り散りであったが、今やすべてともに 一つの囲いの中にあり、一つの群れの中にある。
Eupithius Στίξαντος τὴν Καθόλου Ταυτολόγων κανόνων φεῦ πληθύος, ἠδʼ ἀιδήλων ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ. ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι· τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου,4
エウピーティオス(『全般論』の校正者) ああ、細い葦ペンが刻みつけた同語反復の規則の群れ、そして見分け難い線の多さよ。 私の両眼、腱、背骨、項、両肩は疲弊した。 私は『全般論』の苦痛を全般的に背負っているのだ。
Anonymi Epigrammatici μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ, ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας, ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης.
無名詩人 エピクテートスの知恵を汝の心の中に納めよ、 高き道をたどる魂を大地から軽やかに解き放ち、 天上の空処へと汝が至るように。
Anonymi Epigrammatici ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν, μειδιάει, βιότοιο γαληνιόων ἐνὶ πόντῳ, καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν.
無名詩人 エピクテートスの賢明な意図を成就する者は、 人生の海の中で穏やかに微笑み、 生という航海ののちに、 天上の丸天井と星々の展望所へと到達する。
- 9.197ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ κάλλιπες
ὅττι 節内の主動詞は κάλλιπες(2人称単数過去)であり、その目的語は先行する Μαρῖνον である。ψυχοσσόον ἄλκαρ は Μαρῖνον に対する述語的同格(「魂を救う防壁として」)として機能し、ἀντὶ τεῆς ἱερῆς κεφαλῆς(「あなたの神聖なる身の代わりに」)がそれに前置詞句として係っている。
- 9.200Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον
属格絶対構文(genitive absolute)。γνωτοῖο は「知人」「親しい友」の意味の名詞または形容詞。κατὰ μόχθον は協力を表し、「労苦において(歩調を)共にして」の意をなす。
- 9.203τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει
τὸ δὴ μέγιστον は文全体にかかる独立対格(文副詞的対格「まことに最も重大なことには」)。τρὶς θανοῦσα は分詞構文で、物語中でヒロインが三度見かけ上の死(仮死)を遂げた劇的展開を指し、譲歩的(「三度死に瀕しながらも」)に主動詞 ἐκαρτέρει にかかる。
- 9.206τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου
名詞化された文法書標題 τῆς Καθόλου(ヘーローディアーノスの『全般論』De Prosodia Catholica を指す属格)と、末尾の副詞 καθόλου(「全面的に」「全体として」)による語類変化(polyptoton)を利用した掛詞・言葉遊びである。
