← ギリシア詞華集

ギリシア詞華集 2

§8.42-8.56

祭壇傍らでの母ノンナの帰天を讃える墓碑銘

グレゴリオスは、祭壇の傍らで祈りながら最期を迎え、魂を天へ引き上げられた母ノンナの聖なる死と祈りの生涯を、旧約の義人たちや殉教者に比肩するものとして数々の碑銘で讃える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
42

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Νόννʼ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ.

ナジアンゾスのグレゴリオス、同じ母へ 聖なるノンナよ、あなたは全生涯を神へと差し伸べ、 最後に魂を清らかな犠牲として捧げた。 ここで祈りつつ命を去ったからである。我が母よ、祭壇が あなたの死に栄光を与えたのだ。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν τῆσδε πατήρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης μήτηρ δʼ εὐχομένη πὰρ ποσὶ λῆξε βίου, Γρηγόριος Νόννα τε μεγακλέες· εὔχομʼ ἄνακτι τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι.

ナジアンゾスのグレゴリオス、同じ母へ 私の父はこの祭壇の大いなる奉仕者であり、 母は祈りつつその足元で生涯を終えた、 名高きグレゴリオスとノンナ。主よ、私にも このような生と最後に出会わせてくださるよう祈る。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν “πολλά, τράπεζα φίλη, Νόννης καὶ δάκρυʼ ἐδέξω· δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην.” εἶπε καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δʼ ἄρα μοῦνον, παῖδʼ ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον.

ナジアンゾスのグレゴリオス、同じ母へ 「愛する祭壇よ、ノンナの多くの涙をも受け取ってくれた。 魂をも受け取ってくれ、最後の犠牲を。」 そう語ると四肢から心は飛び去った。ただ一つだけ、 子らのうちまだ残されている子を彼女は恋い慕っていた。

45

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἔνθα ποτʼ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ·1 εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ. γράψατʼ ἐπερχομένοις θαῦμα τόδʼ, εὐσεβέες.

ナジアンゾスのグレゴリオス、同じ母へ ここでかつて祈っていたノンナの精神はあまりに高く飛び去り、 ついに魂さえも引き上げられる精神に従ったほどであった。 祈る彼女の遺体は聖なる祭壇の傍らに横たわっていた。 敬虔なる者たちよ、この奇跡を後の世の者たちのために書き記すがよい。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν τίς θάνεν ὡς θάνε Νόννα, παρʼ εὐαγέεσσι τραπέζαις, τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων.

ナジアンゾスのグレゴリオス、同じ母へ 清らかな祭壇の傍らで、聖なる板に 手で触れながら、ノンナが死んだように誰が死んだだろうか。 祈るノンナの姿勢を誰が解いたのか。遺体さえも敬虔なまま、 どれほど長くそこに留まることを望んでいたことか。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἔνθα ποτʼ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν ἔρχεο· ἡ δʼ ἐλύθη σώματος ἀσπασίως, χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, τῇ δʼ ἔτι λισσομένη· ἵλαθι, Χριστὲ ἄναξ.

ナジアンゾスのグレゴリオス、同じ母へ ここでかつて祈っていたノンナに、神は天から 「来なさい」と仰せられた。 彼女は喜んで肉体から解き放たれ、 両手のうち一方では祭壇を掴み、 もう一方ではなお祈り求めていた。「主キリストよ、憐れみたまえ。」

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος,2 καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, πάντʼ ἐκένωσα φέρουσα· τὸ δʼ ἔσχατον, ἔνθεν ἀέρθην νηῷ γηραλέον Νόννα λιποῦσα δέμας.

ナジアンゾスのグレゴリオス、同じ母へ 私は敬虔なる根から生まれ、司祭の肉となり、 母となった。キリストへと肉体、命、涙、 すべてを運んで注ぎ出した。そして最後に、私はここから引き上げられた、 聖堂に老いた肉体を残して、私ノンナは。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ μητέρʼ ἐμὴν πρώτην οἶδε τράπεζα τόδε, ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη εἰσέτι λισσομένη σώματι Νόννα φίλη.

ナジアンゾスのグレゴリオス、同じ母へ 信仰はエノクとエリヤを移し変えたが、女たちの中では 祭壇は私の母をこの最初の者として知っている。 ここから血ならぬ犠牲とともに、愛するノンナは なお肉体において祈りつつ引き上げられたのだ。

50

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν οὐ νόσος, οὐδέ σε γῆρας ὁμοίιον, οὔ σὲ γʼ ἀνίη, καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν ἀλλʼ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης, εὐχομένη Χριστῷ, Νόννʼ, ἀπέδωκας ὄπα.

ナジアンゾスのグレゴリオス、同じ母へ 病も、残酷な老いも、苦難も、 老いていたとはいえ、我が母よ、あなたを打ち倒さなかった。 傷つくことなく、屈することなく、祭壇の清らかな足元で、 キリストに祈りつつ、ノンナよ、あなたは息を引き取った。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην μῆτερ ἐμή, σὺ δʼ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον.

ナジアンゾスのグレゴリオス、同じ母へ アブラハムは神に犠牲として息子を捧げ、名高きエフタも 娘を捧げた、二人とも大いなる犠牲を。 我が母よ、あなたは清らかな生を捧げ、そして最後に 魂を、祈りの愛するいけにえを捧げた、ノンナよ。 ナジアンゾスのグレゴリオス、同じ母へ

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἦ ποθέουσα τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, Νόννα, Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων.

愛するサラよ、なぜあなた自身のイサクを残していったのか。 神を心に抱くグレゴリオスたるアブラハムの懐に一刻も早く巡り合おうと切望してのことか、 ノンナよ。聖堂と犠牲の外で死ぬことすらなかったとは、 まことに大いなる驚異である。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ· τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη.

ナジアンゾスのグレゴリオス、同じ母へ 殉教者たちよ、恵み深くあれ。労苦において愛するノンナは 隠れた戦いにおいても公の戦いにおいても、決して劣ってはいない。 それゆえにこそ彼女はこのような生の終わりに巡り合い、 祈りと生の一つの結末を見出したのだ。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἡ Τριὰς ἣν ποθέεσκες, ὁμὸν σέλας, ἕν τε σέβασμα, ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, εὐχομένην ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνά, οὐδʼ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν.

ナジアンゾスのグレゴリオス、同じ母へ あなたが熱望していた三位一体、ひとつの光輝、ひとつの尊崇が、 祈っていたあなたを、ノンナよ、大いなる聖堂から天へと奪い去った。 そしてあなたはより清らかな命の終わりを見出したのだ。 決して清らかな唇を不浄な唇と交わすこともなく、 食事に至るまで不信の掌に清らかな手を交わすこともなかった、 我が母よ。その報いこそ、犠牲の中で生を去ることであった。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, ἔνθα ποτʼ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δʼ ἐνθάδε κάλλιπε νηῷ.

ナジアンゾスのグレゴリオス、同じ母へ 光輝に満ち、この上なく輝かしい御使いがあなたを奪い去った、ノンナよ、 かつてここで祈り、四肢においても精神においても清らかであったあなたを。 そしてあなたの一方を奪い去り、他方をここ聖堂に残したのだ。

55

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν νηὸς ὅδʼ (οὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαι), ψυχῆς οἰχομένης, μοῦνον ἐπέσχε δέμας, ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη.

ナジアンゾスのグレゴリオス、同じ母へ この聖堂は(ノンナ全体を引き留めることは掟に反していたゆえに)、 魂が去ったあと、ただ肉体のみを引き留めた。 再び目覚めたときにここからより清らかに引き上げられ、 労苦した肉体に栄光を纏うために。 ナジアンゾスのグレゴリオス、同じ母へ

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶν τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος.3

ノンナの他の美徳となら清らかな者の誰かが競うこともあろうが、 祈りの度合いと競うことは許されない。 祈りの中で解き放たれた命の終わりこそがその証である。

構文注3 件
  1. 8.45μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ

    μέσφʼ ὅτε は「〜に至るまで/〜の時まで」を表す接続詞。ἀειρομένῳ は前行の νόος(精神、心)を指す男性与格分詞であり、祈りによって高く舞い上がった精神に「魂(ψυχή)さえも引き上げられるもの(精神)に従った」という入れ子状の昇天の比喩構造をなす。

  2. 8.48ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος

    詩の語り手がグレゴリオスから亡き母ノンナの一人称(墓碑銘の自白体)へと転換している。ῥίζης は起源の属格で「敬虔な根から生まれ」、σὰρξ ἱερῆος(司祭の肉身)は創世記の「二人は一体となる」を踏まえた夫婦の一致を表す述語名詞である。

  3. 8.56τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος

    τέκμαρ(証拠、しるし)は文頭の文全体(祈りの度合いと競うことは適わぬこと)を承ける述語的対格(apposition to the sentence)。続く βιότοιο τέλος は τέκμαρ と同格で置かれており、その生が祈りの中で解き放たれて終焉を迎えたこと(λιτῇσι λυθέντος)自体がその無上の祈りの証拠であることを示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.42-8.56