← ギリシア詞華集

ギリシア詞華集 2

§8.14-8.27

父長老グレゴリオスと母ノンナへの墓碑銘

グレゴリオスが同名の父(長老グレゴリオス)の聖なる生涯、牧会、自分への職務の継承を称える墓碑銘群(14-23)と、信仰篤く祭壇で息を引き取った母ノンナの徳と最期を悼む墓碑銘群(24-27)。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
14

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, ὅν ποτε τηλόθʼ ἐόντα χάρις μέγαν ἀρχιερῆα θήκατο νῦν δʼ ἱερῆς ἐγγὺς ἔχει Τριάδος.

ナジアンゾスのグレゴリオス、同じ父へ もし山の高みから清らかな声の秘儀参入者となった者がいるとすれば、 モーセがそうであり、偉大なるグレゴリオスの精神もそうであった。 かつて遠く離れていた彼を、恩寵が大いなる大司教とし、 今は聖なる三位一体の御そばに留めている。

15

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν αὐτὸς νηὸν ἔρεψα Θεῷ, καὶ δῶχʼ ἱερῆα Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν.

ナジアンゾスのグレゴリオス、同じ父へ 私自身が神のために聖堂の屋根を葺き、清らかな三位一体に輝く 司祭グレゴリオスを捧げた、 真理を声高らかに告げる使者、民の牧者、 二つの知恵を司る若き指導者を。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, τὴν δʼ ἀγανοφροσύνην ἄξιος1 ʽοὔ τι πλέον εὔξασθαι θέμις ἐστἴ· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας.

ナジアンゾスのグレゴリオス、同じ父へ 我が子よ、他のことでは父よりも優れてあれ、 しかし温厚さにおいては父にふさわしくあれ(これ以上を 祈ることは許されない)。そして深い老境へと達するがよい、 このような庇護者を得て、幸いなる者よ。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ὄις, εἶτʼ ὀίων προφερέστατος· αὐτὰρ ἔπειτα ποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας, θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης. ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον;

ナジアンゾスのグレゴリオス、同じ父へ 羊ですらなく、次いで羊らのうちで最も優れた者となり、その後には 牧者となり、次いで父となり、牧者たちの牧者となって、 死すべき人間と不死なる大いなる神を一つに集め合わせつつ、 私、グレゴリオス、グレゴリオスの生みの親がここに横たわる。 仕合せに恵まれ、良き老後を送り、良き子孫を得て死んだ、大司教の 大司教たる父、グレゴリオス。これ以上何があろうか。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις.

ナジアンゾスのグレゴリオス、同じ父へ 決して朝早くから実り豊かな葡萄園に来たわけではなかったが、 それでも先に来た者たち以上の報酬を私は得ている、 グレゴリオス、良き牧者として、温和な気質によって キリストのためにより多くの群れを育て上げた者として。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος· ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων.

ナジアンゾスのグレゴリオス、同じ父へ 私は聖ならざる根から出た若枝であったが、敬虔なる 夫婦の頭となり、三人の子らの頭となった。 心を一つにする群れの長を務め、地上の歳月にも 天上の歳月にも満ち足りて、ここを去った。

20

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγόριος, τὸ δὲ θαῦμα,2 χάριν καὶ πνεύματος αἴγλην ἔνθεν ἀειρόμενος ῥῖψʼ ἐπὶ παιδὶ φίλῳ.

ナジアンゾスのグレゴリオス、同じ父へ グレゴリオスは、驚くべきことに、恩寵と霊の輝きを ここから引き上げられつつ、愛する子へと投げかけた。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει, τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος· ὣς δʼ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομʼ, ἄγοις.

ナジアンゾスのグレゴリオス、同じ父へ 真珠は小さいが、石たちの上に君臨する。 ベツレヘムも小さいが、それでもキリストを宿した。 そのように私も小さな、しかし最善の群れを授かった、 このグレゴリオスは。愛する子よ、どうかあなたがそれを導いてくれ。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα Γρηγόριος· σὺ δέ μοι τέκνον ἐπισταμένως σημαίνειν3 ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις.

ナジアンゾスのグレゴリオス、同じ父へ 牧者の笛をお前の手に置いた、 グレゴリオスが。子よ、お前は心得て 音を奏でよ。すべての人に命の扉を開き放ち、 時至って父の墓に出会うがよい。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Στράψε μὲν οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, τῆμος ὅτʼ εἰδώλων ἔφυγε ζόφον ὡς δʼ ἐκαθάρθη, ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτʼ ἄγει.

ナジアンゾスのグレゴリオス、同じ父へ かつて山でキリストがその前で姿を変えた者たちに光が輝いたように、 清らかなグレゴリオスの精神にも光が輝いた、 彼が偶像の暗闇を逃れたその時に。そして清められると、 彼自身の捧げ物によって己の民を今なお導いている。

​Gregorius Nazianzenus εἰς τὴν μητέρα ἐκ τοῦ θυσιαστηρίου προσληφθεῖσαν παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον ἦμαρ κυριακόν. πένθεϊ πένθος ἅπαν, μῆτερ ἐμή, τίουσα, μόναις ὑπόεικες ἑορταῖς. εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα.

ナジアンゾスのグレゴリオス、祭壇から召し上げられた母へ あなたにとっていかなる言葉や業よりも、 主の日が最善であった。すべての悲嘆を悲嘆をもって尊びながら、 我が母よ、ただ祝祭にのみ屈した。あなたは歓喜の、 そして苦痛の証人たる聖堂を持っている。 あらゆる場所があなたの涙で封じられ、母よ、 ただ十字架によってのみ涙も凍りついた。

25

​Gregorius Nazianzenus εἰς τὴν αὐτὴν μητέρα Νόνναν οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα,4 οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος· οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δʼ ἔκτοθι πᾶσι πέφανται· τοὔνεκα καὶ θείῳ σῶμʼ ἀπέλειπες ἕδει.

ナジアンゾスのグレゴリオス、同じ母ノンナへ 供物を載せる祭壇があなたの背を見ることは決してなく、 口から不敬な言葉が洩れることもなかった。 柔らかな頬に笑いが宿ることもなかった、秘儀に与る者よ。 至福の人よ、あなたの隠れた労苦については沈黙しよう。 内面はこのようなものであり、外面は万人に明らかである。 それゆえにこそ、あなたは神聖なる神殿の座に肉体を残して去ったのだ。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν πῶς ἐλύθη Νόννης καλὰ γούνατα; πῶς δὲ μέμυκεν χείλεα; πῶς ὄσσων οὐ προχέει λιβάδας; ἄλλοι δʼ αὖ βοόωσι παρʼ ἠρίον ἡ δὲ τράπεζα οὐκέτʼ ἔχει καρποὺς τῆς μεγάλης παλάμης· χῶρος δʼ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δʼ ἱερῆες οὐκέτʼ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δʼ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ καὶ γάμος εὐζυγέων, κέρσατʼ ἄπο πλοκάμους, τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, τῆμος ὅτʼ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας,

ナジアンゾスのグレゴリオス、同じ母へ どのようにしてノンナの美しい膝は力を失ったのか。どのようにして唇は 閉ざされたのか。なぜ眼から涙の泉を注ぎ出さないのか。 他の者たちは墓のそばで大声で叫んでいる。だが祭壇は もはや彼女の偉大なる御手からの実りを受けていない。 その場は清らかな足跡を失い、司祭たちは もはや頭の上に震える手を置くこともない。 寡婦たちよ、孤児たちよ、お前たちはどうするのか。処女たちよ、 そして幸いなる婚礼の者たちよ、髪を切り落とせ、 彼女が頭に誇っていたそれらすべてを大地へと投げ落とせ、 彼女が聖堂の中で皺寄る肉体を解き放ったその時に。

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθʼ ἱερῆα μέγαν, σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. Ἄννα, σὺ δʼ υἷα φίλον καὶ τέκες εὐξαμένη, καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ ἡ δʼ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν Νόννα δʼ ἀμφοτέρων ἔλαχε κλέος· ὑστάτιον δὲ νηῷ λισσομένη πάρθετο σῶμα φίλον.

ナジアンゾスのグレゴリオス、同じ母へ サラは愛する夫を敬う賢き妻であった。しかし母よ、あなたは 光から遠く離れていた高貴な夫を、 まずキリスト者とし、次いで大いなる司祭とした。 アンナよ、あなたは祈って愛する息子を産み、 聖堂に清らかな仕え人サムエルとして捧げた。 また別の女はその懐に大いなるキリストを受け入れた。 ノンナはその双方の栄光にあずかった。そして最期には、 聖堂で祈りつつ愛する肉体を横たえた。

構文注4 件
  1. 8.16τὴν δʼ ἀγανοφροσύνην ἄξιος

    τὴν ἀγανοφροσύνην は限定の対格(関係の対格)で、形容詞 ἄξιος(「ふさわしい、同等の価値がある」)に係っている。直前の「他のことでは父よりも優れてあれ(πατρὸς καὶ φέρτερος εἴης)」に対し、「しかし温厚さにおいては父と同等・相応であれ」と対比している。

  2. 8.20τὸ δὲ θαῦμα

    文全体に対する同格または副詞的対格として挿入され、「そして驚くべきことには」を意味する慣用的な表現。旧約のエリヤがエリシャに外套を投げた故事を踏まえ、父が子へと霊の賜物を伝達した驚嘆すべき出来事を示す。

  3. 8.22σημαίνειν

    命令を表す不定詞(命令的不定詞)。主語 σὺ(「お前は」)を伴い、続く願望希求法 πετάσειας(「開いてくれ」)、ἀντιάσαις(「出会ってくれ」)と並んで、父から子への遺訓・祝福の命令的指示として機能している。

  4. 8.25οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα

    主語は τράπεζα θυηδόχος(供物を受ける祭壇・聖卓)、目的語は νῶτα(背中)、動詞は ἔδρακε(見た)。「祭壇があなたの背中を見たことは一度もなかった」という擬人化表現であり、祈りの場において決して祭壇に背を向けず、敬虔に正対し続けたことを示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.14-8.27