- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.679-7.694
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キプロス出身の総督ヨーアンネースを讃えるソフロニオスの詩に続き、過度な野心と占星術の託宣によって身を滅ぼした足の不自由な知識人ゲッ西オスを嘲弄するパラダースの一連の警句が並ぶ。後半ではキリスト教徒アペリアノス、智謀の誉れあるピュテアース、夫に殉じた妻カリクラテイア、名高き格闘家グリュコーン、遭難した漁師グレニス、道行く者の仕事を助ける英雄フィロプレーグモーンを詠んだ墓碑銘が続く。
Sophronius α. Τύμβε, τίς ἢ πόθεν, ἦν δʼ ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον, νεκρός, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. β. οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης. κτήμασι μὲν πολύολβος ὅλων πλέον ὧν τρέφε Κύπρος, ἐκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνων ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν, οὐδʼ ἐμοῦ ἐστι νόου, οὐδʼ ἑτέρων στομάτων πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων. τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη, εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.
ソフロニオス (問)「墓よ、おまえが内に秘めている死者は、誰であり、いずこの出で、さらに誰の子で、どのような業績と富の持ち主であったのかを語れ。」 (答)「この者は名をヨーアンネース、キプロスの生まれにして、名門ステパノスの子として生まれた。そして彼はファロスの牧者(総督)であった。代々の父祖から受け継ぎ、清らかな労苦によって得た財産において、キプロスが育んだすべての者たちを凌いで富み栄えていた。彼が地上で為した神のごとき業績のすべてを語ることは、私の心にも、他の誰の口にも能わぬ。彼は、徳によって他者を圧倒すると見なされていたいかなる男をも、その最も輝かしい徳によって凌駕したからである。この都市が得たすべての美しき建物も、彼が示した至高の親愛の情の飾りなのである。」 ソフロニオス
Sophronius ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται· θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει, ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.
神聖なる徳の主たるファロスの総督ヨーアンネースは、いま生の終りを迎え、愛する祖国の地に横たわっている。彼は死すべき肉体を授かったからである。たとえ彼は不滅の生を得るとしても。また地上において無数の不朽の偉業を成し遂げたとしても。
Palladas οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς· καὶ χωλός περ ἐὼν ἔδραμες εἰς ἀίδην, Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γὰρ ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.1
パラダース そなたは名誉のためではなく、死のために旅立ったのだ。足が不自由であったというのに、そなたは冥府へと駆け下った、運命の女神らよりも足早なるゲッシオスよ。心に抱いていた栄達の道から、そなたは生命そのものを断ち切られたのだから。
Palladas Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης· αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς ἀίδην.
パラダース ゲッシオスは運命の女神に追われて死んだのではない。彼みずからが冥府への道において運命の女神を追い抜いたのだ。
Palladas μηδὲν ἄγαν τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτʼ ἔπαθες· καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος, ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου. οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην, βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας· ἀλλʼ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης, Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.
パラダース 「何事も過ぐるなかれ」と七賢人のうちで最も賢い者が言った。だが、ゲッシオスよ、そなたは従わなかったがゆえに、この災厄を被ったのだ。雄弁な学者であったにもかかわらず、天への昇天を欲したとして、この上なく不条理な恥辱を受けることとなった。このようにして馬ペーガソスは、星々の配置の法則を知ろうと望んだベレロポーンを滅ぼした。だが、あちらは名馬と血気盛んな若さの力を持っていたのに対し、ゲッシオスは排泄する気骨すら持っていなかったのだ。 パラダース
Palladas μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι, μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.2 Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθείς, θνητῆς εὐτυχίης μηκέτʼ ἀνασχόμενος.
いかなる人間も、決して神たらんことや、高慢な誇りである高位の官職を求めてはならない。ゲッシオスみずからがそれを示した。死すべき身の幸運に甘んじることをもはや潔しとせず、思い上がった末に墜落したのだから。
Palladas ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε, ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην. ἀλλʼ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.
パラダース そなたは生涯と幸運の終焉を探し求めて見出した、終焉に向かってひた走る官職を求めたのだから。だが、ゲッシオスよ、そなたは死の定めの後にも名誉に浴した。官職の最後の象徴を受け取ったのだから。
Palladas Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος· “Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ;” τὸν δὲ μέγʼ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς· Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.
パラダース いま死んだばかりのゲッシオスが、よりいっそう足を引きずっているのを見て、バウカロスはこのような言葉をかけた。 「ゲッシオスよ、いかにして、いかなる目に遭って、裸で、誰にも葬られず、急ごしらえの墓の姿でハデースの館へと下ってきたのか。」 するとゲッシオスも甚だしく憤慨して、ただちに答えた。 「バウカロスよ、傲慢は死すらももたらすのだ。」
Palladas τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος, τὴν ἰδίαν γνώμην κατεμέμψατο, καὶ τὸ μάθημα, καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.
パラダース ゲッシオスは異郷の死が間近に迫ったとき、アンモーニオスの詐術を悟り、みずからの了見と、その学問と、理なき占星術師たちを信じる者たちを呪った。
Palladas οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις, τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι. ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον, ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.
パラダース 二人のカルカースが誓いをもってゲッシオスを破滅させた、偉大なる執政官の座を約束して。ああ、風のごとく空しく、みずから憤激し、生涯の終わりに至るまで何一つ知ることのない人間という種族よ。
Anonymi Epigrammatici ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγʼ ἄριστος ψυχὴν δʼ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.
無名詩人たち この地に最も気高きアペリアノスは肉体を残し、おのが魂をキリストの御手に委ねた。
Anonymi Epigrammatici οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν, ἀλλʼ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει, ὅσσ’ ἔλαχὲς τʼ ἔμαθές τε, φύσει μῆτιν πανάριστε· τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.
無名詩人たち 死してなお、そなたは全土にわたる良き名声を失わなかった。むしろ、生まれつき知謀において何事にも優れていたピュテアースよ、そなたが得たもの、学んだもののすべて、そなたの魂の輝かしいすべてが今なお残っている。それゆえにこそ、そなたは至福者の島へと赴いたのだ。
Anonymi Epigrammatici Ἄλκηστις νέη εἰμί· θάνον δʼ ὑπὲρ ἀνέρος ἐσθλοῦ, Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην, ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκρινʼ ἐμὸν ἦτορ, οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.
無名詩人たち 私は新たなアルケースティスである。私は気高き夫ゼーノーンのために死んだ。胸の内に受け入れたただ一人の男、我が心が光よりも、また愛しき子らよりも優先した男のために。私の名はカリクラテイア、すべての死すべき人々に称賛される者である。
Philippus γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος, ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας, ὁ καινὸς Ἄτλας, αἳ τʼ ἀνίκατοι χέρες ἔρροντι· τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι,3 ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.
ピリッポス ペルガモンのアジアにおける誇り、パンクラティオンの雷鳴、足幅の広き者、新たなアトラースたるグリュコーン、そしてその無敵の腕は去った。かつてイタリアでも、ヘラスでも、アジアでも突き崩すことのできなかった彼を、すべてを征服するハデースが打ち倒したのだ。
Apollonides Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμάς, πικρῇ κατασπασθέντα κύματος δίνῃ, ὅτʼ ἰχθυάζετʼ ἐξ ἄκρης ἀπορρῶγος· χῶσαν δὲ μʼ ὅσσος λαὸς ἦν συνεργήτης, Πόσειδον, οὓς σὺ σῷζε, καὶ γαληναίην αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.
アポローニデース 険しい絶壁から魚を釣っていたとき、波の過酷な渦に呑み込まれたグレニスを、浜辺の小石の塚である私が覆っている。漁の仲間であったすべての民が私を盛り上げたのだ。ポセイドーンよ、彼らをお守りあれ。そして釣り糸を投ずる者たちに常に穏やかな浜辺をお与えあれ。
Adaeus ἢν παρίῃς ἥρωα, Φιλοπρήγμων δὲ καλεῖται, πρόσθε Ποτιδαίης κείμενον ἐν τριόδῳ, εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας·4 εὐθὺς ἐκεῖνος εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.
アダイオス ポティダイアの前、三叉路に横たわる「世話焼き」と呼ばれる英雄の傍らを通り過ぎるなら、いかなる用務へと足を向けているのかを告げるがよい。たちまち彼が、そなたとともに仕事の成し遂げやすさを見出してくれるであろう。
- 7.681ἐκ προκοπῆς γὰρ ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου
名詞 προκοπή(前進、栄達)と動詞 ἐκκόπτω(断ち切る、排除する)の語根(-κοπ-)の重複による言葉遊び。βιότου は動詞 ἐξεκόπης に伴う分離の属格(genitivus separationis)であり、「生命から切り離された」を意味する。
- 7.684μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον
先行する動詞 ζητήσῃ(否定辞 μή を伴う接続法命令・禁止)の目的語として καὶ θεὸς εἶναι と並列される対格句。κόμπον ὑπερφίαλον は ἀρχὴν μεγάλην に対する同格表現として機能している。
- 7.692τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι
関係代名詞・指示代名詞的対格 τὸν が主節の動詞 ἀνέτραπεν(主語は Ἀίδης)の目的語。三つの場所を表す句(οὔτʼ ἐν Ἰταλοῖς, οὔθʼ Ἑλλάδι, οὔτʼ ἐν Ἀσίδι)が動詞形容詞 προωστόν(推進されうる、押し動かされうる)を修飾し、「かつてはいかなる地でも突き崩すことのできなかった彼」という構造を成す。
- 7.694εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας
条件節 ἢν παρίῃς ἥρωα... に続く主節において、不定詞 εἰπεῖν が命令の意味(命令を表す不定詞、infinitivus pro imperativo)として用いられている。間接疑問節 οἷον ἐπʼ ἔργον ἄγεις πόδας が εἰπεῖν の目的語となる。
