- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.558-7.570
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夭折した若者ルーフィーノスや無念の死を遂げた者たち、医術の名医たちを悼む医道の神、亡き弁論家クラテロスや名優クリュセオマロス、そしてカンダウレースの故事や異郷で果てた女たちの墓碑銘を収める。
Anonymi Epigrammatici ᾌδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος. οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο, μητρὸς δʼ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην. ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, φεῦ, σοφὸς εἰς ἀίδην, καὶ νέος εἰς ἔρεβος. κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα· δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.
作者不詳 ハーデースは我が青春の果実を奪い去り、 石が祖父の代からのこの墓石のもとに私を隠した。 私は名をルーフィーノスといい、父アイテリオス、 母アガテーのもとに生まれた。だが、生まれてきた甲斐はなかった。 学芸と若さの頂点へと駆け上ったのに、 ああ、賢者でありながらハーデースへ、若者でありながら冥府の闇へと赴いたのだから。 道行く人よ、この文字を見て、お前も長きにわたり声を上げて泣くがよい。 生きとし生ける者である以上、お前もまた誰かの子か、あるいは父なのだから。
Theosebeia εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην πρῶτον ἐφʼ Ἱπποκράτει, καὶ δεύτερον ἀμφὶ Γαληνῷ· καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται, αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.
テオセベイア 医術の女神は三度の服喪を見た。女神はまず ヒッポクラテースのために髪を切り、二度目にはガレーノスのために切った。 そして今、アブラビオスの嘆きに満ちた墓碑の傍らに打ち伏している、 彼の死後、人々の前に姿を現すことを恥じて。
Paulus Silentiarius εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει, εἰ καὶ ἐρικλαύτων τῆλʼ ἔθανες γονέων, πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν δάκρυα, δυστλήτῳ πένθεϊ δαπτομένων. πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος, οἷά τε πάντων ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος. αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα, μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.
パウロス・シレンティアリオス レオンティオスよ、たとえ異郷の地がお前を覆い、 たとえ激しく嘆く両親から遠く離れて命を落としたとしても、 堪えがたい悲しみに胸を苛まれる人々の両眼からは、 お前のため、墓をめぐってあまたの涙が注がれた。 お前はすべての人々からあまりにも深く愛されていたからだ、あたかも万人の 共有の息子、万人の共有の友であるかのように。 ああ、運命の女神は無残にして情け容赦なかった、 哀れなる者よ、お前の若ささえ惜しまなかったとは。
Julianus ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρʼ ἔτικτεν ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων, τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα,1 τὸν καὶ ἀνιγροῖς κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις. εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης μέμφεο, βουλομένης κόσμον ἄκοσμον ἔχειν.
ユーリアーノス 自然の女神は久しく産の苦しみを経て、昔年の時代に相応しき 卓越した徳を備えた一人の男を産み落とした。 知恵においても名においても力強きあの男、クラテロスを、 その死を悼む悲嘆により、憎き敵対者たちにさえ涙を流させたあの男を。 彼が若くして死んだのなら、秩序なき世界を欲した、 あの至高なる運命の女神の糸を咎めるがよい。
Julianus ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον εἴ γε καὶ αὐδῆς ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις; ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα. οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι ὦτα λόγοις· κρατερῷ δʼ ἓν τέλος ἠδὲ λόγοις.
ユーリアーノス おお、クラテロスの声よ、そなたが敵対者たちにとって 発言の契機とも沈黙の契機ともなったところで、何になろう。 生きているあいだは誰もが声を張り上げていたが、そなたの死を境に、 彼らは再びおのれの口を縛りつけたのだから。 そなたの死後、言葉に耳を傾けようと耐えうる者は誰一人いない。 力強き者クラテロスと言の葉には、ただ一つの同じ終焉があったのだ。
Paulus Silentiarius σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον,2 οὐκέτι δʼ ἡμῖν εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων νεύμασιν ἀφθόγγοισι· τεὴ δʼ, ὄλβιστε, σιωπὴ νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.
パウロス・シレンティアリオス クリュセオマロスよ、お前は青銅のように沈黙し、もはや我らのために 原初の定命の者たちの姿を、 物言わぬ身振りで演じて見せることもない。この上なく仕合わせな者よ、 かつて我らを魅了したお前の沈黙が、今や忌まわしきものとなった。
Anonymi Epigrammatici τῇδὲ ποτʼ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα Λαοδίκην, δηΐων ὕβριν ἀλευομένην. σῆμα δʼ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο, Μάξιμος ἔκδηλον θῆκʼ Ἀσίης ὕπατος, καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατʼ ἄλλῃ κείμενον ἀκλειῶς, τῷδʼ ἐπέθηκε κύκλῳ.
作者不詳 かつてこの地で、口を開けた大地が、敵の陵辱を逃れんとする ラーオディケーを、葬礼も受けぬまま呑み込んだ。 知られぬ時の流れがその墓を薄れさせると、 アシアの総督マクシモスがそれを明白なものとし、 この乙女の青銅像が別の場所で名誉もなく 横たわっているのを見出すや、この円形の墓石の上に据え付けたのだ。
Julianus αὐτὴν Θειοδότην ὁ ζωγράφος.3 αἴθε δὲ τέχνης ἤμβροτε, καὶ λήθην δῶκεν ὀδυρομένοις.
ユーリアーノス 画家はテオドテーその人を描いた。ああ、その腕前がしくじり、 嘆き悲しむ者たちに忘却を与えてくれていたならばよかったものを。
Macedonius II γαῖα, καὶ Εἰλείθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις· χαίρετον ἀμφοτέρας ἤνυσα τὸ στάδιον. εἶμι δέ, μὴ νοέων πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.
マケドニオス二世 大地よ、そしてエイレイテュイアよ、一方は私を産み、他方は私を覆う。 さらば両者よ、私は双方にまたがる競技場を走り抜けた。 私は去る、どこへ向かうかも知らずに。お前たちのことさえ、 誰の子として、何者として、どこから移ってきたのかも知らぬのだから。
Agathias Scholasticus Κανδαύλου τόδε σῆμα· δίκη δʼ ἐμὸν οἶτον ἰδοῦσα οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη. ἤθελε γὰρ δισσοῖσιν ὑπʼ ἀνδράσι μηδὲ φανῆναι, ἀλλʼ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον. χρῆν ἄρα Κανδαύλην παθέειν κακὸν οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.4
アガティアース・スコラスティコス これはカンダウレースの墓である。正義の女神は我が過酷な運命を見て、 我が妻はいささかも罪を犯していないと宣じた。 妻は二人の男のもとで身を晒すことを望まず、 以前の夫を留めるか、さもなくばおのれの裸身を知った男を得るか、そのどちらかを望んだのだから。 ならばカンダウレースが悲惨な目に遭うのは当然であった。我が妻の裸身を 他人の眼前に晒すことなど、耐えて忍ぶべきではなかったのだ。
Agathias Scholasticus ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες, οὐδʼ ἐπὶ παστοὺς ἠγάγετʼ οὐδʼ ἐρατῆς ἔργα τεκνοσπορίης; οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν στυγεροῦ δʼ εἰς Ἀχέροντος ἔβην. ἀλλὰ θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε παύσατε, τηκομένων εἵνεκʼ ἐμεῦ φθιμένης.
アガティアース・スコラスティコス 十四歳を数えていた私を、神が奪い去った。 母タレイアが父ディデュモスのもとに唯一人もうけたこの私を。 ああ、運命の女神たちよ、なぜそれほど過酷で、天蓋つきの寝台へも、 愛らしき子作りの営みへも導いてくださらなかったのか。 両親は私を婚礼のヒュメナイオスへと導くつもりであったのに、 私は忌まわしきアケローンへと赴いたのだ。
Agathias Scholasticus ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, εὖτʼ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην “κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος· ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, ὄφρʼ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.”
神々よ、乞い願います、亡き私のために痩せ衰えてゆく 母と父の嘆きの声を、どうか鎮めてください。 アガティアース・スコラスティコス 旅人よ、切に願います、愛する夫に伝えてください、 私の故郷テッサリアを目にする折には。 「お前の妻は死に、ボスポロスの海辺の近く、 ああ、地の底の塚が彼女を留めている。 だがお前の傍らのかの地に、私のための空墓を築いておくれ、 かつての正妻であった私のことを思い出せるように」と。
Anonymi Epigrammatici Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.
作者不詳 君主たちは、その卓越した徳ゆえにドゥルキティオスを人生の無上の富と 前執政官たる栄誉へと導いた。 しかし自然の女神が彼を大地から解き放つと、不死の神々が 彼自身を抱き留め、この霊廟がその遺体を留めている。
- 7.561τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα
σοφίην τε καὶ οὔνομα は限定(関係)の対格。「知恵においても、またその名(Κρατερός=力強き者)においても力強い者クラテロス」の意で、固有名詞の語義を掛けた修辞的表現。
- 7.563σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον
τὸ χάλκεον は副詞的対格(同族対格的用法)で、「青銅の沈黙を保つ」「青銅のように深く沈黙している」の意。パントマイム俳優が沈黙の身振りで生きていたことと、死後の銅像のような絶対的沈黙とを対比させている。
- 7.565αὐτὴν Θειοδότην ὁ ζωγράφος
述語動詞(ἔγραψεν など「描いた」)が省略された破格・簡潔構文。主語 ὁ ζωγράφος と直接目的語 αὐτὴν Θειοδότην のみが提示され、「画家がテオドテー本人そのものを(描いた)」という迫真性を強調している。
- 7.567οὐ γὰρ ἂν ἔτλη δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις
ἄν+アオリスト直説法 ἔτλη による反実仮想的表現。「(もし分別ある夫であったなら)自分の妻の裸身を他人の目に晒すことなど耐えられなかったはずだからだ」の意。カンダウレースが妻をギュゲースに覗かせた逸話を踏まえる。
