- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.409-7.420
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンティマコス、テスピス、アイスキュロス、ピュラデース、ヒッパルキア、リントン、カリマコスら詩人・劇作家・哲学者を称える墓碑銘に続き、メレアグロスが多言語・コスモポリタン的視点から自身の生涯を総括する自作墓碑銘群と、奏者レスボーンへの哀悼が詠まれる。
Antipater ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο, ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων, Πιερίδων χαλκευτὸν ἐπʼ ἄκμοσιν, εἰ τορὸν οὖας ἔλλαχες,1 εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα, εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις μαίεαι. εἰ δʼ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει, καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος· ἀλλʼ Ἐνοσίχθων τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δʼ ὕπατος· καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ, ἁγεῖται δʼ ἄλλων πλάθεος ὑμνοπόλων.
アンティパトロス:倦むことを知らぬアンティマコスの力強い詩行を称えるがよい。古の半神たちの威厳にふさわしく、ムーサたちの金床で鍛え上げられたその調べを。もしそなたが明敏な耳を授かり、笑みなき声を羨み、他者には踏み荒らされず立ち入られぬ道を求めるならば。たとえホメロスが歌の笏を執るとしても、ゼウスもまた大地を揺るがす神に優る。されど大地を揺るがす神は彼に劣るとはいえ、不死の神々のなかでは至高である。コロポーンの住人もまた、ホメロスには次席に甘んじるが、他の詩人の群れに立っては先導しているのだ。
Dioscorides Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασε πρῶτος ἀοιδὴν κωμήταις νεαρὰς καινοτομῶν χάριτας, Βάκχος ὅτε τριετῆ ˘ κατάγοι χορόν, ᾧ τράγος ἄθλων χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι. οἱ δὲ μεταπλάσσουσι νέοι τάδε· μυρίος αἰὼν πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δʼ ἐμά.
ディオスコリデース:これはテスピスなり。悲劇の歌を最初に形づくり、村人たちに若々しき新たな喜びを開拓した者。バッコスが三年祭の舞踊を率い、競い合いの褒賞には山羊が、そしてアッティカ産の無花果の籠がまだ褒賞であった頃に。若き者たちはこれらを作り変えている。無窮の歳月はさらに多くの他のものを見出すであろう。されど我がものは我がものなり。
Dioscorides Θέσπιδος εὕρεμα τοῦτο, τὰ τʼ ἀγροιῶτιν ἀνʼ ὕλαν παίγνια, καὶ κώμους τούσδε, τελειοτέρους Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας γράμματα, χειμάρρῳ δʼ οἷα καταρδόμενα, καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντη δεξιόν, ἀρχαίων ἦσθά τις ἡμιθέων.
ディオスコリデース:これはテスピスの発明であり、田野の森をめぐるこの遊戯と祝宴の列を、より完成された高みへと引き上げたのはアイスキュロスであった。彼は鑿で削り出したような文字ではなく、奔流に潤されたかのような文字を刻み、舞台の諸事を刷新した。ああ、あらゆる面で巧みなる声よ、汝は古の半神のひとりであったのだ。
Alcaeus πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλάς, ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα· αὐτὸς δʼ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον Μοῦσαι δʼ ἐκλαύσαντο· ῥόον δʼ ἔστησεν ἀκούων Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης, εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω.
アルカイオス:ピュラデースよ、汝の逝去に全ギリシアが泣き叫び、編みもしない髪を肌すれすれに刈り落とした。ポイボス自らも刈り取られぬ月桂樹の冠を解き、しかるべき礼をもって自らの賛歌者を称えた。ムーサたちも涙を流し、アーソーポス河はその嘆く口元からの響きを聞き入って流れを止めた。そしてディオニューソスの館は舞踏を止めた、汝がハデスの鉄の道を歩み行ったときに。
Antipater οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν, τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος· οὐλὰς δὲ σκίπωνι συνέμπορος, ἅ τε συνῳδὸς δίπλαξ, καὶ κοίτας βλῆμα χαμαιλεχέος. ἄμμι δὲ Μαιναλίας κάρρων † ἄμιν Ἀταλάντας τόσσον, ὅσον σοφία κρέσσον ὀριδρομίας.
アンティパトロス:裾長き衣をまとう女たちの営みではなく、私ヒッパルキアはキュニコス派の力強い生を選んだ。留め針留めの衣も、底の厚き靴も、油塗られた頭巾も私を喜ばせはしなかった。杖の道連れとなるのは革袋、調和をなす二重のマント、そして地べたに敷く敷布であった。私にとって我が名はマイナロス山のアタランテーよりも優れている、知恵が山野を駆けることに勝るのと同じほどに。
Nossis καὶ καπυρὸν γελάσας παραμείβεο, καὶ φίλον εἰπὼν ῥῆμʼ ἐπʼ ἐμοί. Ῥίνθων εἴμʼ ὁ Συρακόσιος, Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδραψάμεθα,
ノッシス:からからと笑って通り過ぎるがよい、私に対して好意ある言葉をかけながら。私はシュラクサイのリントン、ムーサたちのささやかな小夜啼鳥だ。だが悲劇的フリュアクス劇から、私自身の蔦の冠をもぎ取ったのだ。
Callimachus Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας, εὖ μὲν ἀοιδὴν εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι.
カリマコス:汝はバッティアーデースの墓の傍らに足を運んでいる。歌をよく弁え、酒とともに折にかなって笑い興じることを心得ていた男の墓に。
Anonymi Epigrammatici Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι καὶ Μούσαις κεράσανθʼ ἡδυλόγους Χάριτας.
作者未詳:旅人よ、私はエウクラテースの子メレアグロスを抱いている。エロースおよびムーサたちとともに、甘美なる言葉のカリテスを混じり合わせた男を。
Meleager νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα, Γάδαρα· Εὐκράτεω δʼ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν. εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον ναίομεν· ἓν Θνατοὺς πάντας ἔτικτε Χάος. πουλυετὴς δʼ ἐχάραξα. τάδʼ ἐν δέλτοισι πρὸ τύμβου· γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω. ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην προτιειπὼν χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον,
メレアグロス:島なるテュロスが私を育み、アッシリア人の地に住まうアッティカ風の町ガダラが私を生み出した。エウクラテースの胤として、私はムーサたちを友とするメレアグロスとして生まれ、まずメニッポス風のカリテスとともに駆けた。私がシリア人だとして何の不思議があろう。旅人よ、我らは世界という一つの祖国に住んでいる。一つのカオスがすべての死すべき人間を生んだのだ。私は老齢にして墓の前に、書板にこれを刻んだ。老いはハデスのすぐ隣人であるからだ。されど饒舌な老人たる私に挨拶し、そなた自身も饒舌な老いへと達するがよい。
Meleager πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα, ἤνδρωσεν δʼ ἱερὰ δεξαμένα με Τύρος· εἰς γῆρας δʼ ὅτʼ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει. Μοῦσαι δʼ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν.
メレアグロス:まずガダラの高名な町が私の祖国であり、聖なるテュロスが私を受け入れて成人させた。そして老いに達したとき、ゼウスを養い育てたコスが、養子とされたメロプス人の市民として私を養老してくれた。ムーサたちはエウクラテースの子メレアグロスたる私を、数少ない者たちのなかでも、メニッポス風のカリテスによって輝かせたのだ。
Meleager ἀτρέμας, ὦ ξένε, βαῖνε· παρʼ εὐσεβέσιν γὰρ ὁ πρέσβυς εὕδει, κοιμηθεὶς ὕπνον ὀφειλόμενον, Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θʼ ἱερὰ χθών κῶς δʼ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει. ἀλλʼ εἰ μὲν Σύρος ἐσσί, Σαλάμ· εἰ δʼ οὖν σύ γε Φοῖνιξ, Ναίδιος·· εἰ δʼ Ἕλλην, Χαῖρε· τὸ δʼ αὐτὸ φράσον.2
メレアグロス:静かに歩め、旅人よ。信心深き人々の傍らで老人が眠っているのだから。果たすべき眠りについて。エウクラテースの子メレアグロス、甘く涙ぐましいエロースとムーサたちを朗らかなカリテスとともに着飾らせた男。神の子たるテュロスとガダラの聖なる土地が彼を成人させ、メロプス人の愛らしきコスが老人たる彼を養老した。だが、もし汝がシリア人なら「サラム」、フェニキア人なら「ナイディオス」、ギリシア人なら「カイレ」。そして同じ挨拶を述べよ。
Diotimus ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαὶ — οὐ γὰρ ἂν ὧδε Λέσβονʼ ὁ λυσιμελὴς ἀμφεκάλυψʼ Ἀίδης,3 ὅς ποτε καὶ βασιλῆι συνέδραμε, — ναὶ μετʼ Ἐρώτων χαίρετε κουφόταται δαίμονες ἀθανάτων. αὐλοὶ δʼ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε, κεῖσθʼ, ἐπεὶ οὐ θιάσους οἶδʼ Ἀχέρων.
ディオティモス:人間の希望よ、軽薄なる女神たちよ——さもなくば、手足を解くハデスが、かつて王とも競い走ったレスボーンをこのように覆い隠すことはなかったであろうに——まことにエロースたちとともに去れ、不死の神々のなかで最も軽きダイモーンたちよ。彼が息を吹き込んだ笛よ、声もなく響きも絶えて横たわれ、アケローンは祝宴の群れを知らぬのだから。
- 7.409εἰ τορὸν οὖας ἔλλαχες
εἰ に導かれる条件節が三重に並列(ἔλλαχες / ζαλοῖς / μαίεαι)され、直説法アオリスト・現在・現在を伴って、主節の命令法 αἴνεσον(称えよ)の条件・前提を成している。後続の εἰ δʼ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει は譲歩的条件文(「たとえホメロスが歌の笏を持つとしても」)として機能し、アンティマコスの詩的位置づけを比喩的に論証する。
- 7.419Σαλάμ· εἰ δʼ οὖν σύ γε Φοῖνιξ, Ναίδιος· εἰ δʼ Ἕλλην, Χαῖρε· τὸ δʼ αὐτὸ φράσον
セム語(シリア語)の挨拶 Σαλάμ(šlām/šalām)、フェニキア語の挨拶 Ναίδιος('生きよ/幸いあれ' を意味するセム系定型句音写)、ギリシア語の Χαῖρε の三者を等価に並置した文。末尾の τὸ δʼ αὐτὸ φράσον は「(読者である旅人よ、お前もまた私に対して)同じ挨拶を述べ返せ」という双方向的呼応を命じる句。
- 7.420οὐ γὰρ ἂν ὧδε Λέσβονʼ ὁ λυσιμελὴς ἀμφεκάλυψʼ Ἀίδης
ἄν と直説法アオリスト(ἀμφεκάλυψεν)による反実仮想構文。冒頭の呼びかけ ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαί に対する理由づけとして挿入され、「もし希望が当てにならない軽薄な神でなかったなら、ハデスがレスボーンをこのように奪うことはなかったはずだ」という論理を表す。この長大な挿入的理由節のあと、主動詞 χαίρετε(去れ/別れを告げる)へと文構造が回帰する。
