← ギリシア詞華集

ギリシア詞華集 2

§7.355-7.370

殺害者に埋葬された男とメナンドロスの墓碑銘

プラクシテレースへの追悼、強盗に殺害されその手で埋められた男への墓碑銘群、夭折した息子、修辞家アエティオスや英雄ゼノドトスへの追悼が詠まれる。さらに小動物の墓、カローンに導かれる幼子、海難死した競技者たち、婚礼直前に急死した若者、捕虜となり客死したアテナイの女、弁論家アンティパトロス、劇作家メナンドロスの墓碑が続く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
355

​Damagetus τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες, τῷ χρηστῷ χαίρειν εἴπατε1 Πραξιτέλει· ἦν δʼ ὡνὴρ Μουσέων ἱκανὴ μερίς, ἠδὲ παρʼ οἴνῳ κρήγυος. ὦ χαίροις Ἄνδριε Πραξίτελες.

ダマゲートス 道行く人々よ、快活で尊い声をあげて、 善良なるプラクシテレースに「幸いあれ」と告げよ。 彼はムーサたちから豊かな分前を受け、酒宴の席でも 誠実な男であった。 おお、アンドロス島人プラクシテレースよ、幸いあれ。

​Anonymi Epigrammatici εἴς τινα ὑπὸ λῃστοῦ ἀναιρεθέντα καὶ ὑπʼ αὐτοῦ πάλιν θαπτόμενον ζωὴν συλήσας, δωρῇ τάφον ἀλλά με κρύπτεις, οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου.

作者不詳 盗賊に殺され、その盗賊によって再び埋葬された者について 我が命を奪いながら、汝は墓を贈る。だが汝は我を隠しているのであり、 葬っているのではない。汝自身もまたそのような墓を得るがよい。 作者不詳

​Anonymi Epigrammatici εἰς τὸν αὐτόν κἄν με κατακρύπτῃς, ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος, ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα.

同人について 何びとも見ていないかのように、汝が我を覆い隠そうとも、 正義の女神の目は起こるすべてのことを見届けている。

​Anonymi Epigrammatici εἰς τὸν ἀντόν ἔκτανες, εἶτά μʼ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις.

作者不詳 同人について 汝は我を殺し、しかるのちに葬った、邪悪な男よ、我を 惨殺したまさにその両手で。復讐の女神ネメシスが汝を見逃さぬように。

​Anonymi Epigrammatici εἰς τὸν αὐτόν εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ, εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπʼ εὐσεβίῃ· νῦν δʼ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας, τῶν αὐτῶν μετέχοις ὧνπερ ἐμοὶ παρέχεις.

作者不詳 同人について もし汝が同情の心をもって骸となった我を見出し、葬ってくれたなら、 敬虔の報いを至福の神々から得ていただろう。 だが今や、我を殺害した男として墓の中に隠すのだから、 汝が我に与えたのとまさに同じ報いを受けるがよい。

360

​Anonymi Epigrammatici εἰς τὸν αὐτόν χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς, ἀλλʼ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις.

作者不詳 同人について 自らの手で殺しておきながら、汝は墓を築いた。葬るためではなく、 我を隠すために。汝もまた同じ目に遭うがよい。

​Anonymi Epigrammatici υἷϊ πατήρ τόδε σῆμα· τὸ δʼ ἔμπαλιν ἦν τὸ δίκαιον ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος.

作者不詳 父が子に捧げるこの墓碑。だが正義が命ずるところはその逆であった。 正義よりも嫉妬のほうが鋭く激しかったのだ。

​Philippus ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν Ἀετίου χρηστοῦ, ῥήτορος ἐκπρεπέος. ἦλθεν δʼ εἰς Ἀίδαο δέμας, ψυχὴ δʼ ἐν Ὀλύμπῳ τέρπεθʼ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσι ἀθάνατον δὲ οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται.2

ピリッポス ここにこの石棺は、善良にして卓越した弁論家、 アエティオスの聖なる頭部を覆い隠している。 その身体はハデスへと赴いたが、魂はオリュンポスにあって ゼウスや他の至福の神々とともに歓喜している。 身体を不死となすことは、言葉にも神にも能わないのだ。

​Anonymi Epigrammatici ʽ ʽΤετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει3 Ζηνοδότου· ψυχὴ δὲ κατʼ οὐρανόν, ᾗχί περ Ὀρφεύς, ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν. ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος, κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δʼ ἄρα μύθοις Σωκράτεος μίμημα παρʼ Αὐσονίοισιν ἐτύχθη· παισὶ δὲ καλλείψας πατρώϊον αἴσιον ὄλβον, ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις.

作者不詳 美しく彫られた石のこの切り出された墓が、 大いなる英雄ゼノドトスの亡骸の身体を覆っている。 その魂は天にあって、オルペウスが、 プラトンがいるその場所で、神々を迎える聖なる座を見出した。 まことに彼は王に仕える勇武の騎士であり、 名高き者、言行正しい者、神に似た者であった。そして談論においては アウソニア人のもとでソクラテスの写しとなった。 子らに父祖のしかるべき富を遺し、 彼は壮健な老境で世を去り、高貴な友人たちと町と市民たちに 果てしない悲痛を遺した。

​Marcus Argentarius Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα, λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν, ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν ᾅδης, τὴν δʼ ἑτέρην ἥρπασε Περσεφόνη.

マルクス・アルゲンタリウス キリギリスとセミにミュローはこの墓を捧げ、 自らの両手で質素な土をふりかけ、 火葬の薪の上で愛しさに涙を流した。歌い手を ハデスが奪い去り、他方の者をペルセポネーが奪い去ったゆえに。

365

​Diodorus Zonas Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης κωπεύεις νεκύων βᾶριν, † ἐλῶν ὀδύνην, τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐμβαίνοντι κλίμακος ἐκτείνας, δέξο,4 κελαινὲ Χάρον πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα· γυμνὰ δὲ θεῖναι ἴχνια δειμαίνει ψάμμον ἔπʼ ᾐονίην.

ディオドロス・ゾーナス この葦生い茂る沼の水の上で、死者たちの小舟を ハデスのために漕ぎ、苦痛を運ぶ者よ、 乗船の梯子に足をかけるキニュラスの子に手を差し伸べて、 受け取ってくれ、暗きカローンよ。 サンダルがその子の歩みをよろめかせ、素足で 渚の砂を踏むことをその子は恐れているのだから。 アンティスティオス

​Antistius Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε, λαῖλαψ Καρπαθίη, καὶ σὲ πόρος Σικελὸς ὤλεσεν ἐν πόντῳ, Διονύσιε· φεῦ πόσον ἄλγος Ἑλλάδι· τοὺς πάντων κρέσσονας ἀθλοφόρων.

アオーオスの河口が汝を、メネストラトスよ、そして汝をカルパトスの 暴風が、メナンドロスよ、そして汝をシケリアの海峡が 海にて滅ぼした、ディオニュシオスよ。ああ、ギリシアにとって 何たる悲痛か、あらゆる勝者たちの中で最も優れていた者たちよ。

​Antipater Αὔσονος Ἠγερίου με λέγειν νέκυν,5 ᾧ μετιόντι νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος, ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος κούρην. φεῦ κείνης, Ἥλιε, θευμορίης· ἔρροι δὴ κεῖνο φθονερὸν σέλας, εἴθʼ Ὑμέναιος ἧψέ μιν οὐκ ἐθέλων, εἴτʼ Ἀίδης ἐθέλων.

アンティパトロス 我をアウソニアのエーゲリオスの亡骸であると言え。彼が花嫁を 迎えに行こうとしたとき、鈍い雲がその眼を覆い、 娘を一目見ただけの彼の目とともに息の根を絶った。 ああ、太陽よ、かの過酷なる天命よ。 去り行け、あの嫉み深き光よ、婚礼の神ヒュメナイオスが 望まずしてそれに火を灯したにせよ、ハデスが望んで灯したにせよ。

​Erycius Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις· ἐκ δὲ μʼ Ἀθηνῶν λοιγὸς Ἄρης Ἰταλῶν πρὶν ποτʼ ἐληίσατο, καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης ὀστέα νησαίη Κύζικος ἠμφίασε. χαίροις ἡ θρέψασα, καὶ ἡ μετέπειτα λαχοῦσα χθών με, καὶ ἡ κόλποις ὕστατα δεξαμένη.

エリュキオス 我はアッティカの女。アテナイこそ我が都市であった。だがかつて イタリアの破滅の戦神が我をアテナイから奪い去り、 ローマ人の市民とした。いまや死せる我の 骨を、島の町キュジコスが包んでいる。 幸いあれ、我を育んだ大地、のちに我を領した大地、 そして最後にその胸に我を受け入れた大地よ。

​Antipater Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δʼ ἔπνει ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης. κεῖται δʼ ἀμφήριστος, Ἀθηνόθεν, εἴτʼ ἀπὸ Νείλου ἦν γένος· ἠπείρων δʼ ἄξιος ἀμφοτέρων. ἄστεα καὶ δʼ ἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην κλήρῳ δʼ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός.

アンティパトロス 我は弁論家アンティパトロスの墓である。彼がどれほど大いなる業績を 息吹かせていたかは、全ギリシア人の証言に問うがよい。 彼はアテナイの生まれとも、ナイルの地からの 血筋とも争われて横たわっている。両方の大陸にふさわしい男であった。 ともかくも両都市は同じ血筋である、ギリシアの言い伝えによれば。 分け前によって、一方は常にパラスのもの、他方はゼウスのものである。 ディオドロス

370

​Diodorus Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους, Κεκροπίδην ὑπʼ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω, ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν εἰ δὲ Μένανδρον δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων.

バッコスとムーサたちに愛された、ディオペイテースの子、 ケクロプスの末裔たるメナンドロスを、客人よ、我が下にとどめている。 火によってわずかな灰となった彼を。だがもしメナンドロス自身を 探すのなら、ゼウスのもとか至福の神々のもとに見出すであろう。

構文注5 件
  1. 7.355χαίρειν εἴπατε

    εἴπατε に直接目的語として τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον(快活で尊い声を)が、さらに告げる内容として挨拶の不定詞 χαίρειν(幸いあれと/健康であれと)が与格 τῷ χρηστῷ Πραξιτέλει(善良なプラクシテレースに)とともに係っている。ギリシア語の日常的・書簡的挨拶表現「χαίρειν λέγω / φημί」の構文である。

  2. 7.362ἀθάνατον δὲ οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται

    ἀθάνατον は前行の δέμας(身体)を暗黙の目的語として前提する形容詞(述語的対格)であり、「身体を不死にすることは、言論にも神にもできない」という意味になる。直前の「魂はオリュンポスに、肉体はハデスに」という対比を受けて、肉体(δέμας)の可滅性を述べている。

  3. 7.363κατὰ σῶμα καλύπτει

    複合動詞 κατακαλύπτω の離脱(tmesis)として κατα...καλύπτει と解され、σῶμα(身体・遺骸)がその目的格となっている(あるいは κατὰ σῶμα を「身体に関して/身体を」という前置詞句と解して καλύπτει の目的語を νέκυος とする読みも可能だが、前者の分離動詞の解釈が詩的語法として自然である)。

  4. 7.365τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐμβαίνοντι κλίμακος ἐκτείνας, δέξο

    主動詞 δέξο(受け取れ)に対して、分詞句 τὴν χεῖρα ... ἐκτείνας(手を差し伸べて)が従属する。与格 τῷ Κινύρου ... ἐμβαίνοντι(梯子に足をかけるキニュラスの子に)は、分詞 ἐκτείνας の対象(〜に向かって手を差し出す)兼 動詞 δέξο の関与与格としてかかっている。

  5. 7.367Αὔσονος Ἠγερίου με λέγειν νέκυν

    不定詞 λέγειν は墓碑銘において命令の意(不定詞の命令法用法)として読まれるか、あるいは通行人に対して「[〜に]我をアウソニアのエーゲリオスの亡骸と呼ぶよう[言え]」という省略構文として機能している。対格 με(私を)および補語 νέκυν(亡骸と)が λέγειν の目的語群である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:7.355-7.370