- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.294-6.305
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
教師、書記、狩人、農民が自らの職具を神々に奉納し、死んだ犬儒派の遺品や神への質素な供物、借金から脱出した記念の塩入れの奉納が詠まれる。さらに詩人による鼠たちへの退去勧告や、海岸の釣り人との交渉、大食漢による調理器具の奉納が連作される。
Phanias Σκήπωνα προποδαγὸν, ἱμάντα τε, καὶ παρακοίταν νάρθηκα, κροτάφων πλάκτορα νηπιάχων, κέρκον τʼ εὐμόλπαν φιλοκαμπέα, καὶ μονόπελμον συγχίδα, καὶ στεγάναν κρατὸς ἐρημοκόμου, Κάλλων Ἑρμείᾳ θέτʼ ἀνάκτορι, σύμβολʼ ἀγωγᾶς παιδείου, πολιῷ γυῖα δεθεὶς καμάτῳ.
パニアス 歩みを導く杖、革鞭、幼き子らのこめかみを 打つ相棒の棒切れ、 よく撓る美声の馬毛鞭、一枚底の 靴、そして毛の抜けた頭の覆いを、 カローンは王たるヘルメースに捧げた、少年の薫陶の 証として。白髪の疲労に手足を縛られたればこそ。
Phanias Σμῖλαν Ἀσκώνδας δονακογλύφον, ὅν τʼ ἐπὶ μισθῷ σπόγγον ἔχεν καλάμων ψαίστορα τῶν Κνιδίων, καὶ σελίδων κανόνισμα φιλόρθιον, ἔργμα τε λείας σαμοθέτον, καὶ τὰν εὐμέλανον βροχίδα, κάρκινά τε σπειροῦχα, λεάντειράν τε κίσηριν, καὶ τὰν ἁδυφαῆ πλινθίδα καλλαΐναν, μάζας ἁνίκʼ ἔκυρσε τελωνιάδος φιλολίχνου, Πιερίσιν πενίας ἄρμενʼ ἀνεκρέμασεν.
パニアス 葦を削る小刀、報酬のために持ち、クニドスの葦ペンを 拭っていた海綿、 行を真っ直ぐに引く定規、位置を示す 石の重し、麗しき黒墨の壺、 円を描くコンパス、滑らかにする軽石、 そして甘い輝きを放つ青緑色の硯盤を、 アスコーンダスは、食い意地の張った徴税吏のパンにありついたとき、 貧困の道具としてピエリアの女神たちに懸け奉納した。
Leonidas Ἀστεμφῆ ποδάγρην, καὶ δούνακας ἀνδικτῆρας, καὶ λίνα, καὶ γυρὸν τοῦτο λαγωοβόλον, ἰοδόκην, καὶ τοῦτον ἐπʼ ὄρτυγι τετρανθέντα αὐλὸν, καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον, Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν ἥβης, ἐκ γήρως δʼ ἀδρανίῃ δέδεται.
レオニダス ゆるまぬ足罠、投げ打つ鳥黐の竿、 鳥網、そしてこの曲がった兎撃ち棒、 矢筒、鶉用に穴を開けた この呼び笛、そして泳ぐ獲物を捕らえる目の細かい投げ網を、 ソーシッポスはヘルメースに捧げた。青春の大半を 泳ぎ過ぎて、老いの無力さに縛られたゆえに。
Phanias ἄλκιμος ἀγρίφαν κενοδοντίδα, καὶ φιλοδούπου φάρσος ἄμας, στελεοῦ χῆρον ἐλαϊνέου, ἀρθροπέδαν † στεῖμόν τε, καὶ ὠλεσίβωλον ἀρούρης σφῦραν, καὶ δαπέδων μουνορυχὰν ὄρυγα, καὶ κτένας ἑλκητῆρας, ἀνὰ προπύλαιον Ἀθάνας θήκατο, καὶ ῥαπτὰς γειοφόρους σκαφίδας, θησαυρῶν ὅτʼ ἔκυρσεν, ἐπεὶ τάχʼ ἂν ἁ πολυκαμπὴς ἰξὺς κεἰς Ἀίδαν ᾤχετο κυφαλέα.
パニアス 歯の抜けた熊手、騒々しい音を好む鍬の、 オリーブ材の柄を失った刃、 ……足枷、土塊を砕く農場の 槌、一本爪で大地を掘る鶴嘴、 引き掻く馬鍬、そして土を運ぶ縫い合わされた籠を、 アルキモスはアテーナーの前門に 捧げた、財宝を掘り当てた折に。さもなくば幾重にも曲がった 腰は、屈み曲がったまま冥府へ行っていたはずなのだから。
Leonidas πήρην, κάδέψητον ἀπεσκληρυμμένον αἰγὸς στέρφος, καὶ βάκτρον τοῦτὸ γʼ ὁδοιπορικόν, κὤλπαν ἀστλέγγιστον, ἀχάλκωτόν τε κυνοῦχον, καὶ πῖλον κεφαλᾶς οὐχ ὁσίας σκέπανον ταῦτα καταφθιμένοιο μυρικίνεον περὶ θάμνον σκῦλʼ ἀπὸ Σωχάρεος Λιμὸς ἀνεκρέμασεν,1
レオニダス 頭陀袋、鞣されず干からびた山羊の 皮、そしてこの道連れの杖、 肌かき器のない油壺、青銅を張らぬ犬革の巾着、 そして清められぬ頭を覆うフェルトの帽子―― これらを、身罷ったソーカレースから剥ぎ取った戦利品として、 飢餓がギョリュウの茂みの周りに掛け連ねた。
Phanias φάρσος σοὶ γεραροῦ τόδε βότρυος, εἰνόδιʼ Ἑρμᾶ, καὶ τρύφος ἰπνεύτα πιαλέου φθόιος πάρκειται, σῦκόν τε μελαντραγές, ἅ τε φιλουλὶς δρύππα, καὶ τυρῶν δρύψια κυκλιάδων, ἀκτά τε Κρηταιὶς, ἐυτριβέος τε ῥόειπα θωμὸς, καὶ Βάκχου πῶμʼ ἐπιδορπίδιον τοῖσιν ἅδοι καὶ Κύπρις, ἐμὰ θεός· ὔμμι δὲ ῥέξειν φημὶ παρὰ κροκάλαις ἀργιπόδαν χίμαρον.
パニアス 年輪を経たこの葡萄の房の片割れを、辻のヘルメースよ、 そして竃で焼かれた肥えた丸パンの一片を 汝に供える。黒く熟した無花果、よく熟して 落ちたオリーブ、丸いチーズのかけら、 クレタの麦粉、丹念に挽かれた大麦の 山、そして宴の後の一杯のバッコスの酒を。 これらが我が女神たるキュプリスの御心にもかないますように。汝らには 波打ち際で白足の山羊を犠牲に捧げようと私は誓う。
Leonidas Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεω κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω, ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην, καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον, κεὐοίνου σταφυλῆς ἔχʼ ἀποσπάδα πεντάρραγον, πότνια, καὶ σπονδὴν τήνδʼ ὑποπυθμίδιον. ἢν δὲ μέ γʼ, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.
レオニダス 潜み隠れる者よ、放浪の身にして貧しく、 粉甕も乏しいレオニダスからのこの恩恵を受け取りたまえ。 脂の乗った麦粉の焼き菓子、よく実ったオリーブ、 そして枝から摘み取ったこの青い無花果、 芳醇な葡萄の房から捥ぎ取った五粒の実を、 女王よ、受け取りたまえ、そして底に残るこの神酒を。 もし汝が病から私を引き上げてくれたように、忌まわしき貧困からも 救ってくださるなら、山羊を捧げる者として私を迎え入れたまえ。
Callimachus τὴν ἁλίην Εὔδημος, ἀφʼ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρᾳξι, λέγων ὅτι τήνδε, κατʼ εὐχήν, ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλός,2 ὧδʼ ἔθετο.
カリマコス エウデーモスはそこから質素な塩を舐めながら 借金の激しい冬の嵐を逃れたが、その塩壺を サモトラケの神々に捧げた、誓願に従い、 「大いなる神々よ、塩(海)から救われ、このように奉納した」と言って。
Leonidas Φεύγεθʼ ὑπὲκ καλύβης, σκότιοι μύες· οὔτι πενιχρὴ μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. αὐτάρκης ὁ πρέσβυς ἔχων ἅλα καὶ δύο κρῖμνα· ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. τῷ τί μεταλλεύεις τοῦτον μυχόν, ὦ φιλόλιχνε, οὐδʼ ἀποδειπνιδίου γευόμενος σκυβάλου; σπεύδων εἰς ἄλλους οἴκους ἴθι ʽ τἀμὰ δὲ λιτἄ, ὧν ἄπο πλειοτέρην οἴσεαι ἁρμαλιήν.
レオニダス 小屋から逃げ去れ、闇に潜む鼠たちよ。貧しき レオニダスの粉甕は鼠を養うすべを知らぬ。 この老人は塩と二つの大麦粉の塊で満ち足りている。 祖先から我らはこの暮らしを受け容れてきたのだ。 それゆえ何ゆえこの片隅を漁るのか、食い意地張るものよ、 夕餉の残飯の屑すら味わえぬというのに。 急ぎ他の家へ行け。我が暮らしは質素だが、 そこからならば、汝らはもっと多くの糧を得るであろう。
Ariston μύες, εἰ μὲν ἐπʼ ἄρτον ἐληλύθατʼ, ἐς μυχὸν ἄλλον στείχετʼ ʽ ἐπεὶ λιτὴν οἰκέομεν καλύβηνʼ, οὗ καὶ πίονα τυρὸν ἀποδρέψεσθε καὶ αὔην ἰσχάδα, καὶ δεῖπνον συχνὸν ἀπὸ σκυβάλων. εἰ δʼ ἐν ἐμαῖς βίβλοισι πάλιν καταθήξετʼ ὀδόντα, κλαύσεσθʼ, οὐκ ἀγαθὸν κῶμον ἐπερχόμενοι.
アリストーン 鼠たちよ、パンを求めて来たのなら、他の片隅へ 立ち去るがよい。我らは質素な小屋に住まうのだから。 そこなら肥えたチーズも、干し 無花果も、食べ残しの屑からなる豊かな晩餐も手に入ろう。 だがもし我が書物に再び歯を研ぐならば、 手痛い目に遭うぞ、歓迎されぬ宴に押し入った報いとして。
Phanias Ἀκτῖτʼ ὦ καλαμευτά, ποτὶ ξερὸν ἔλθʼ ἀπὸ πέτρας, καί με λάβʼ εὐάρχαν πρώιον ἐμπολέα. αἴτε σὺ γʼ ἐν κύρτῳ μελανουρίδας, αἴτε τινʼ ἀγρεῖς μορμύρον, ἢ κίχλην, ἢ σπάρον, ἢ σμαρίδα, αἴσιον αὐδάσεις με3 τὸν οὐ κρέας, ἀλλὰ θάλασσαν τιμῶντα, ψαφαροῦ κλάσματος εἰς ἀπάταν. χαλκίδας ἢν δὲ φέρῃς φιλακανθίδας, ἤ τινα θρίσσαν, εὐάγρει· λιθίναν οὐ γὰρ ἔχω φάρυγα.
パニアス 岩礁の釣り人よ、岩から乾いた岸へ上がって来て、 朝一番の獲物を買い取る客として私を迎えてくれ。 魚籠の中にクロヒメジがいるなら、あるいは シマアジ、ベラ、タイ、またはスジヒメジを獲ったなら、 もろいパン屑の欺きのために、肉ではなく 海の幸を重んじる私に、手頃な値段をつけてくれ。 だが骨ばかりの小魚や、ニシンを差し出すなら、 大漁を祈って他へ行ってくれ。私には石の喉はないのだから。
Leonidas Λαβροσύνᾳ τάδε δῶρα φιλευχύλῳ τε Λαφυγμῷ θήκατο † δεισόζου Δωριέος κεφαλά· τὼς Λαρισσαίως βουγάστορας ἑψητῆρας, καὶ χύτρως, καὶ τὰν εὐρυχαδῆ κύλικα, καὶ τὰν εὐχάλκωτον ἐύγναμπτόν τε κρεάγραν, καὶ κνῆστιν, καὶ τὰν ἐτνοδόνον τορύναν. Λαβροσύνα;, σὺ δὲ ταῦτα κακοῦ κακὰ δωρητῆρος δεξαμένα, νεύσαις μή ποκα σωφροσύναν.
レオニダス 貪食と、汁を好む過食の神に、これらの贈り物を ……ドリス人の男が捧げた。 ラリサ産の牛の腹のごとき大鍋、深鍋、 口の広い大杯、 青銅も見事なよく曲がった肉鉤、 おろし金、そしてスープをかき混ぜる杓子を。 大食の女神よ、悪しき奉納者からのこれら悪しき品を受け取ったなら、 彼が決して節制へと傾くことのないよう頷き許したまえ。
- 6.298Λιμὸς ἀνεκρέμασεν
文法的主語は女性名詞 Λιμός(「飢餓・飢饉」の擬人化)。文頭から列挙される対格名詞群(πήρην... στέρφος... βάκτρον... ὤλπαν... κυνοῦχον... πῖλον)を同格句 σκῦλα(戦利品)が受け、動詞 ἀνεκρέμασεν の直接目的語となっている。「飢餓が、ソーカレースを打ち負かして得た戦利品としてこれらの品を木に掛けた」という比喩的構成をとる。
- 6.301σωθεὶς ἐξ ἁλός
「塩」を意味する名詞 ἅλς(属格 ἁλός)と、「海」を意味する女性名詞 ἅλς(属格 ἁλός)を掛けた言葉遊び。前行で「塩(ἅλα)を舐めて借金から逃れた」とあるのに対し、ここでは海難救助の守護神であるサモトラケのカベイロス神たちへの奉納の定型句(「海から救われて」)を模して「塩(の節約生活)によって救われて」と二重の意を持たせている。
- 6.304αἴσιον αὐδάσεις με
二重対格構文で、αὐδάω(呼ぶ、称する)が対格の人(με)と述語的対格(αἴσιον「手頃な、正当な」)を取る。「汝は私を(正当な値をつけてくれる)好ましい買い手と呼ぶことになるだろう」の意。続く分詞句 τὸν οὐ κρέας... τιμῶντα は με の修飾(「肉ではなく魚を尊ぶ私を」)。
