- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:6.179-6.190
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
空・陸・海の猟具をそれぞれパーンに奉納して獲物の豊穣を願う三兄弟(ピグレース、ダーミス、クレイオール)の一連の変奏詩群と、テーリマコス、クレオーニュモス、詩人レオニダースによる神々への奉納と加護の祈願が収められている。
Archias Ἀγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπʼ ἄλλης αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης,1 Πίγρης μὲν δειραχθὲς ἐΰβροχον ἅμμα πετανῶν, Δᾶμις δʼ ὑλονόμων δίκτυα τετραπόδων, ἄρκυν δʼ εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ διʼ αἴθρας καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα.
アルキアース 野に住まうパーンよ、生計を支える網張りの猟具を、おのおの異なる技から、 同胞たる三人の兄弟が贈り物として捧げる。 ピグレースは鳥を捕らえる首縊りの見事な輪縄を、 ダーミスは森に棲む四足獣の網を、 クレイトールは海の獲物の網を供えた。彼らのために、空と 海と地を通して、狙いの狂わぬ網を送り給え。
Archias ταῦτά σοι ἔκ τʼ ὀρέων, ἔκ τʼ αἰθέρος, ἔκ τε θαλάσσης τρεῖς γνωτοὶ τέχνης σύμβολα, Πάν, ἔθεσαν ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων οἷς ἅμα χερσαίαισιν, ἅμʼ ἠερίαισιν ἐν ἄγραις, Ἀγρεῦ, ἅμʼ ἐν πλωταῖς, ὡς πρίν ἀρωγὸς ἴθι.
アルキアース 山から、空から、そして海から、これらをあなたに、 三人の兄弟が己の技の証しとして捧げた、パーンよ。 クレイオールはこれら海の獲物の網を、ピグレースはあれら 鳥どもの網を、ダーミスは第三の網として四足獣のものを。 彼らに対し、陸の獲物にも、空の獲物にも、 狩人なる神よ、海上の獲物にも、かつてのように助け手として行き給え。
Archias Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας ἄλλος ἀπʼ ἀλλοίας σοὶ λίνα, Πάν, ἔθεσαν, καὶ τὰ μὲν ὀρνίθων Πίγρης, τὰ δὲ δίκτυα θηρῶν Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δʼ ἠερίῃσιν ἐν ἄγραις αἰέν, ὁ δʼ ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.
アルキアース 山に住まう神よ、同胞たる三人の兄弟が、おのおの異なる技から、 これら網をあなたに捧げた、パーンよ。 ピグレースは鳥の網を、ダーミスは野獣の網を、 そしてクレイオールは海の獲物の網を供えた。 彼らのうち、ある者は木立の中で、ある者は空の獲物において 常に、またある者は海において狙いの狂わぬ網を持ちますように。
Alexander Πίγρης ὀρνίθων ἄπο δίκτυα, Δᾶμις ὀρείων, Κλείτωρ δʼ ἐκ βυθίων, σοὶ τάδε, Πάν, ἔθεσαν, ξυνὸν ἀδελφειοὶ θήρης γέρας, ἄλλος ἀπʼ ἄλλης, ἴδρι τὰ καὶ γαίης, ἴδρι τὰ καὶ πελάγευς· ἀνθʼ ὧν τῷ μὲν ἁλός, τῷ δʼ ἠέρος, ᾧ δʼ ἀπὸ δρυμῶν πέμπε κράτος2 ταύτῃ, δαῖμον, ἐπʼ εὐσεβίῃ.
アレクサンドロス ピグレースは鳥から得た網を、ダーミスは山獣の網を、 クレイオールは深海の獲物からの網を、あなたに捧げた、パーンよ。 兄弟たちは、おのおの異なる技から、狩りの共通の褒賞として、 陸のことにも、海のことにも通じた〔パーン〕よ、これらを捧げた。 これらに代えて、ある者には海の、ある者には空の、ある者には森からの 支配力を授け給え、神よ、この信心に対して。
Zosimus σοὶ τάδε, Πάν, θηρευταὶ ἀνηρτήσαντο σύναιμοι δίκτυα, τριχθαδίης δῶρα κυναγεσίης· Πίγρης μὲν πτανῶν, Κλείτωρ ἁλός, ὃς δʼ ἀπὸ χέρσου, Δᾶμις, τετραπόδων ἀγκύλος ἰχνελάτης. ἀλλὰ σὺ κἠν δρυμοῖσι, καὶ εἰν ἁλί, καὶ διὰ μέσσης ἠέρος εὔαγρον τοῖσδε δίδου κάματον.
ゾーシモス あなたに、パーンよ、狩人たる兄弟たちが懸け奉った、 これら網を、三つに分かたれた狩猟の賜物として。 ピグレースは飛ぶものの網を、クレイオールは海の網を、そして陸からは、 四足獣を追う腰の曲がった足跡追跡者ダーミスが網を捧げた。 願わくはあなたよ、森においても、海においても、空のただ中を 通しても、彼らに獲物の多き労苦を与え給え。
Zosimus τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπʼ ἄλλης τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα· Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δʼ ἁλίοισιν Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις. τοὔνεκα, Πάν, τὸν μέν γε διʼ αἰθέρος, ὃν δʼ ἀπὸ λόχμης, τὸν δὲ διʼ αἰγιαλῶν θὲς πολυαγρότερον.
ゾーシモス 三人の狩人たちが、おのおの異なる技から、 これら三つの網をパーンの神殿に捧げた。 ピグレースは飛ぶものへと網を投げ、クレイオールは 海のものに、ダーミスは荒野に住まう獣たちに投げかける者。 それゆえパーンよ、ある者を大空を通して、ある者を茂みから、 ある者を海辺を通して、獲物多き者となし給え。
Zosimus βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν Δᾶμις, καὶ Πίγρης πτηνολέτιν νεφέλην, ἁπλότατον δʼ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον Κλείτωρ εὐθήρῳ Πανὶ προσευξάμενοι. τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν, Πίγρῃ δʼ οἰωνῶν, Κλείτορι δʼ εἰναλίων.
ゾーシモス 野獣を捕らえるこの重き網を ダーミスが捧げ、ピグレースは鳥を滅ぼす雲のごとき細網を、 そして海において糸で縫い合わされたこの最も薄手の投網を クレイオールが捧げた、獲物に恵み深きパーンに祈りを捧げつつ。 それゆえパーンよ、剛毅なるダーミスには野獣の獲物を、 ピグレースには鳥の獲物を、クレイオールには海の獲物を与え給え。
Julius Diocles δίκτυα σοὶ τάδε, Πάν, ἀνεθήκαμεν οἶκος ἀδελφῶν οἱ τρεῖς, ἐξ ὀρέων, ἠέρος, ἐκ πελάγευς. δικτυβόλει τούτῳ δὲ παρʼ ἠιόνων κροκάλαισιν· θηροβόλει τούτῳ δʼ ἄγκεσι θηροτόκοις· τὸν τρίτον ἐν πτηνοῖσιν ἐπίβλεπε· τῆς γὰρ ἁπάντων, δαῖμον, ἔχεις ἡμέων δῶρα λινοστασίας.
ユーリオス・ディオクレース これら網をあなたに、パーンよ、我ら兄弟の家より 三人が捧げた、山から、空から、海から。 この者には浜辺の小石の傍らで網を投げさせ給え。 この者には獣を産み落とす谷間で獣を仕留めさせ給え。 第三の者を鳥たちの中で見守り給え。神よ、我らすべての 網張りの猟具から、あなたは贈り物を受け取られたのだから。
Alpheus Πανὶ κασιγνήτων ἱερὴ τριάς, ἄλλος ἀπʼ ἄλλης, ἄνθετʼ ἀπʼ οἰκείης σύμβολον ἐργασίης, Πίγρης ὀρνίθων, ἁλίων ἀπομοίρια Κλείτωρ ἔμπαλιν ἰθυτόμων Δᾶμις ἀπὸ σταλίκων. ἀνθʼ ὧν εὐαγρίην τῷ μὲν χθονός, ᾧ δὲ διδοίης ἐξ ἁλός, ᾧ δὲ νέμοις ἠέρος ὠφελίην.
アルペイオス パーンに兄弟たちの聖なる三つ組が、おのおの異なる、 自らの生業の印を捧げた。 ピグレースは鳥の〔印〕を、クレイオールは海の獲物の一角を、 ダーミスは他方、真っ直ぐに削られた網張り杭から捧げた。 これらに代えて、ある者には地の獲物の豊かさを、ある者には海からの 獲物を与え、ある者には空の恵みを分け与え給え。
Leonidas ὁ Κρὴς Θηρίμαχος τὰ λαγωβόλα Πανὶ Λυκαίῳ ταῦτα πρὸς Ἀρκαδικοῖς ἐκρέμασε σκοπέλοις. ἀλλὰ σὺ Θηριμάχῳ δώρων χάριν, ἀγρότα δαῖμον, χεῖρα κατιθύνοις τοξότιν ἐν πολέμῳ, ἔν τε συναγκείαισι παρίστασο δεξιτερῇ οἱ, πρῶτα διδοὺς ἄγρης, πρῶτα καὶ ἀντιπάλων..3
レオニダース クレタ人テーリマコスは、これら兎打ち棒を アルカディアの岩山でリュカイオスのパーンに懸け奉った。 だが狩人の神よ、テーリマコスに贈り物の報いとして、 戦いにおいては弓引くその手を正しく導き、 山あいの谷間では彼の右手に立ち寄り、 狩りの最高の獲物と、敵に対する最高の戦果とを与え給え。
Moero νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί, χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ εἵσαθʼ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.
モイロー アニグロス川のニュムペーたちよ、川の娘らよ、不死にして 常に薔薇色の足でこれら深みを踏み歩く者たちよ、 幸いあれ、そしてクレオーニュモスを守り給え、これら美しい 木像を松の木の下であなた方女神らに建て奉ったその者を。
Gaetulicus I λάζεο, τιμήεσσα Κυθηριάς, ὑμνοπόλοιο λιτὰ τάδʼ ἐκ λιτοῦ δῶρα Λεωνίδεω· πεντάδα τὴν σταφυλῆς εὐρώγεα, καὶ μελιηδὲς πρώιον εὐφύλλων σῦκον ἀπʼ ἀκρεμόνων, καὶ ταύτην ἀπέτηλον ἁλινήκτειραν ἐλαίην, καὶ ψαιστῶν ὀλίγον δρᾶγμα πενιχραλέων, καὶ σταγόνα σπονδῖτιν, ἀεὶ θυέεσσιν ὀπηδόν, τὴν κύλικος βαιῷ πυθμένι κευθομένην. εἰ δʼ, ὥς εὑ βαρύγυιον ἀπώσαο νοῦσον, ἐλάσσεις καὶ πενίην, δώσω πιαλέον χίμαρον.
ガエトゥーリコス一世 受け取り給え、栄えあるキュテラの女神よ、簡素な歌人 レオニダースからの、これら簡素な贈り物を。 粒のよく実った五粒の葡萄の房と、葉豊かな 梢からもぎ取られた甘い初物の無花果と、 塩水に浮かべられた、この葉のないオリーブと、 慎ましき捧げ物の大麦団子のわずかな一握りと、 そして常に犠牲に付き従う献酒の滴、 杯の小さな底に隠されたその滴を。 もしあなたが、彼の足腰を重くする病を退けてくださったように、 貧困をも追い払ってくださるなら、肥えた若い山羊を捧げましょう。
- 6.179βιαρκέος ἄλλος ἀπʼ ἄλλης / αὔθαιμοι τρισσοὶ δῶρα λινοστασίης
ἄλλος ἀπʼ ἄλλης は「それぞれ異なる〜から」を表す慣用的な配分表現であり、属格 βιαρκέος... λινοστασίης(命を支える網張り猟)に係る。続く3行で三兄弟がそれぞれ鳥網(空)、獣網(陸)、魚網(海)という別々の領域の猟具を分担して奉納することが予告されている。
- 6.182ἀνθʼ ὧν τῷ μὲν ἁλός, τῷ δʼ ἠέρος, ᾧ δʼ ἀπὸ δρυμῶν / πέμπε κράτος
τῷ μὲν ... τῷ δʼ ... ᾧ δʼ による並列配分構文。目的語 κράτος に対し、最初の二者は無前置詞の目的格的属格(ἁλός, ἠέρος「海に対する/空に対する支配力」)を取り、三者目は前置詞句 ἀπὸ δρυμῶν(「森からの支配力/森における収穫」)によって変化をつけている。
- 6.188πρῶτα διδοὺς ἄγρης, πρῶτα καὶ ἀντιπάλων
中性複数対格 πρῶτα は「第一位のもの、最上の獲物/戦利品」を意味する名詞的用法(同族対格的)。これに目的格的属格 ἄγρης(狩りの獲物)と ἀντιπάλων(敵対者から奪う戦利品)が係り、平和時の狩猟における成功と有事の軍功の双方が対比されている。
