- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.299-5.309
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
傲慢さを反省して恋人に屈服する男やその情景を詠んだ詩、遠方への愛の追跡と真珠の奉納、愛のあり方と種々の女たちを巡る懊悩、街頭でのエロース拿捕、老境の女への懇願、口づけの陶酔、愛の試金石、神話と自己の対比、冷淡な女への声かけ、そして愛の強盗性に至る小品群。
Agathias Scholasticus μηδὲν ἄγαν, σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος, ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις, καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης· ἡ δʼ ὑπερηέρθη, σοβαρὴν θʼ ὑπερέσχεθεν ὀφρύν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη. καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής, ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης· πάντα δʼ ἔναλλα γένοντο· πεσὼν δʼ ἐπὶ γούνασι κούρῃ ἴαχον· ἱλήκοις, ἤλιτεν ἡ νεότης.
アガティアス・スコラスティコス 「何事も過ぎるなかれ」と 賢人は言った。だが私は、自分がどれほど愛され、 どれほど美しいかと思い上がり、自惚れて、 おそらくは利口なあの娘の心全体が我が手の内に あると思い込んでいた。 しかし彼女はいっそう高慢になり、傲然と眉を跳ね上げ、 以前の自らの素振りを非難するかのように振る舞った。 そして今や、険しい顔つきの、鉄のように頑なで、説得に抗い、 かつて天高く飛んでいた男の私は、不意に崩れ折れた。 すべては逆転したのだ。私は娘の膝元にひれ伏して 叫んだ。 「あわれんでくれ、若さが過ちを犯したのだ」と。
Paulus Silentiarius ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρων κεῖται παρθενικῆς παίγνιον ἀδρανέος· ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν, αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.1 καὶ ῥʼ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις· ἡ δὲ κατʼ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει. παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες, σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.
パウロス・シレンティアリオス 傲慢に首をそらし、眉をひとつに寄せ合せていた男が、 無力な乙女の玩弄物となって打ち倒されている。 かつて驕り高ぶって娘を苛もうと思っていた男が、 自ら屈服させられて思いもよらぬ羽目に陥った。 そして彼はひれ伏し、哀れみを乞う歎願で女々しくくず折れるが、 彼女は目許に猛々しい怒りを宿している。 獅子の心を持つ乙女よ、たとえ正当な怒りに燃えているにせよ、 その驕りを消すがよい。そなたは間近にネメシスを見たのだ。
Paulus Silentiarius εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις, πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει. εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ, πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις. εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη. εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος, τὸ πρὶν ἐπʼ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.
パウロス・シレンティアリオス たとえそなたがメロエーよりも遠くへ足を踏み入れようとも、 有翼のエロースがその翼の力で私をそこへ運ぶだろう。 たとえそなたが同じ肌の色をした東方の曙の女神のもとへ行こうとも、 私は徒歩で果てしない道程を追っていくだろう。 そしてもし私が深海の贈り物をそなたに送るなら、乙女よ、心和らげておくれ。 かつて自らの輝きに誇りを抱いていたのを退け、 そなたの慕わしい肌の美しさに打ち負かされた 海のパポスの女神が、そなたにこれを捧げるのだから。
Agathias Scholasticus ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον;2 ἐν μὲν ἀγυιαῖς μαχλάδος οἰμώξεις χρυσομανεῖ σπατάλῃ· εἰ δʼ ἐπὶ παρθενικῆς πελάσεις λέχος, ἐς γάμον ἥξεις ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων. κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος; μοίχια λέκτρα κάκιστα, καὶ ἔκτοθέν εἰσιν ἐρώτων, ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη. χήρη δʼ, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστήν, καὶ πάντα φρονέει δήνεα μαχλοσύνης· ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα δέχνυται ἀστόργου κέντρα παλιμβολίης, καὶ στυγέει τὸ τελεσθὲν ἔχουσα δὲ λείψανον αἰδοῦς, ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας. ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος· εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει, ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου. πάντʼ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δʼ ὑμέναιον ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.
アガティアス・スコラスティコス エロースにかけて、いったい人はどちらの道を行くべきか。街路では 淫売女の金に狂った放埓さに嘆息することになる。 もし処女の床に近づくなら、法にかなった婚姻に至るか、 あるいは誘惑者の受けるべき刑罰を受けることになる。 正妻に対して、義務に引きずられながら 歓びのない契りを交わすことに、いったい誰が耐えられようか。 姦通の床は最悪であり、愛の外にある。 少年を狂い求める罪深き過ちも、これらと同じに置かれるがよい。 未亡人はといえば、放縦な女はあまねく愛人を持ち、 淫らな企てばかりを思案している。 つつましい女はといえば、滅多に愛を交わさず、交わしたとて 無情な気まぐれの棘を受け止めることになり、 事を遂げたあとを忌み嫌い、わずかに残る羞恥心ゆえに 婚姻解消の告辞へと立ち戻ってしまう。 もし自らの女中に手を出すなら、そなた自身も 逆に女奴隷の奴隷へと身をやつすことに耐えねばならず、 他人の女中であるなら、他人の身体への侵害を咎める 法が、そなたに汚名を着せるだろう。 それゆえディオゲネスはこれらすべてを避け、ラーイスを求めることなく、 自らの掌で婚礼の歌を歌ったのだ。
Anonymi Epigrammatici κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ ἄσπετος ἐν τριόδοις, οὐδʼ ἀλέγεις, Παφίη; ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.
無名詩人 叫喚の響きが耳に届き、辻々には 夥しい騒動が起きていますが、パポスの女神よ、お気にとめないのですか。 あなたの息子が通りを歩いているのを、心に愛の松明を 抱く者たちが残らず取り押さえたのですから。
Anonymi Epigrammatici Ὄμφαξ οὐκ ἐπένευσας· ὅτʼ ἦς σταφυλή, παρεπέμψω. μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.
無名詩人 青い葡萄であったとき、そなたは肯かなかった。熟れた葡萄であったとき、そなたは拒絶した。 せめて干し葡萄のわずかばかりでも呉れるのを惜しまないでおくれ。
Anonymi Epigrammatici κούρη τίς μʼ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς. νέκταρ ἔην τὸ φίλημα· τὸ γὰρ στόμα νέκταρος ἔπνει· καὶ μεθύω τὸ φίλημα,3 πολὺν τὸν ἔρωτα πεπωκώς.
無名詩人 ある少女が夕暮れどきに、潤んだ唇で私に口づけをした。 その口づけは神酒であった。彼女の口は神酒を息吹いていたから。 そして私はその口づけに酔い痴れている、大いなる愛を飲み干して。
Philodemus δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς, ζηλοτυπεῖς, ἅπτῃ πολλάκι, πυκνὰ φιλεῖς. ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δʼ εἴπω παράκειμαι , καὶ μέλλῃς, ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.
ピロデーモス そなたは涙を流し、哀れっぽく語り、詮索するように見つめ、 嫉妬し、たびたび触れ、しきりに口づけをする。 これらは恋する者の振る舞いだ。だが私が「そばに横になっている」と言ったとき、 ためらうなら、そなたには恋する者のところなど何一つない。
Antiphilus χεῦμα μὲν Εὐρώταο Λακωνικόν· ἁ δʼ ἀκάλυπτος Λήδα· χὠ κύκνῳ κρυπτόμενος Κρονίδας. οἳ δέ με τὸν δυσέρωτα καταίθετε, καὶ τί γένωμαι ὄρνεον; εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.
アンティピロス エウロータースのラコーニアの川の流れ、そして身を露わにした レーダー、白鳥に身を隠したクロノスの子。 だが酷い恋に悩む私を焼き尽くす者たちよ、私は何という 鳥になればよいのか。ゼウスが白鳥なら、私はヒバリか。
Philodemus ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε ἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς. ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε; ὦ σοβαρή, ὑγίαινʼ. οὐδʼ ὑγίαινε λέγεις; καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν καὶ σοῦ σκληροτέρας. νῦν δʼ ὑγίαινε, γύναι.
ピロデーモス 「小粋な娘さん、待っておくれ。そなたの美しい名は?どこで 会えるだろう?望むものは何でもあげよう」――返事もしないのか。 「どこに住んでいるのかい?誰かを付き添わせよう。誰か男がいるのか?」 つれない人よ、さようなら。「『さようなら』とも言わないのか?」 「何度も何度もそなたのもとへ通ってやろう。そなたより頑なな女も 和らげる術を私は知っている。ひとまず、さようなら、娘さん」
Diophanes τρὶς λῃστὴς ὁ Ἔρως καλοῖτʼ ἂν ὄντως· ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.
ディオパネース エロースは真に「三倍の盗賊」と呼ばれるにふさわしい。 夜も眠らず、図々しく、身ぐるみ剥ぎ取るのだから。
- 5.300ἐλπίδος ἐκτὸς ἔβη
前置詞句 ἐλπίδος ἐκτός(「予想の外に、思いがけず」)を伴う慣用表現で、主語(ὁ πρὶν...)が「自ら屈服させられて、予期せぬ結果・破局に至った」ことを表す。
- 5.302ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον;
ἄν を伴わない思案の希求法(deliberative optative)であり、「人はどのような道を進むべきか」という当惑・自問を表す。πρὸς Ἔρωτος は誓言・懇請の表現(「エロースの名において/エロースにかけて」)または対象・関連(「エロースに関して」)を示す前置詞句である。
- 5.305μεθύω τὸ φίλημα
通常は自動詞である μεθύω(「酔っている」)が、その酔いの原因・内容となる事物(τὸ φίλημα)を内的対格(同族目的語的対格)として取っている構文。「その口づけによって酔い痴れている」を意味する。
