← ギリシア詞華集

ギリシア詞華集 1

§5.205-5.216

恋の呪具の奉納と夜半の忍び逢いや情熱の諸相

恋の呪具の奉納、老いた奏者たちの引退の奉納、同性愛への非難、少年愛の拒絶、水浴の乙女への情熱、浅黒い美姫への讃美、眠れぬ恋の苦悩や夜這いの情景、そして恋の手管に関する訓戒が歌われる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
205

​Anonymi Epigrammatici ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,1 χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον, πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα, τῆς Λαρισσαίης ξείνια φαρμακίδος.

詠み人知らず 海を越えて男を引き寄せ、奥部屋から処女たちを誘い出す術をも知る ニコーの魔術の車が、 透き通る紫水晶から彫り出され、黄金で飾られて、 キュプリスよ、そなたへの愛しき捧げ物として横たわっている。 紫に染めた牝羊の柔らかな毛で真ん中を結ばれた、 ラリッサの魔女からのもてなしの品として。

​Leonidas Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω παῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες· Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖς αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων σύγκωμον, κηρῷ ζευξαμένη, δόνακα, ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ ηὔγασεν αὐλείοις οὐ κοτέουσα2 θύραις.

レオニダス 年波の寄ったメーローとサテュレー、アンティゲネイデスの 娘たちであり、ムーサたちの気安い働き手たる二人は―― メーローはピムプレイアのムーサたちへ、素早い唇の息を吹く 笛と、このツゲ材の笛入れを捧げた。 愛に燃えるサテュレーは、夕べの酒客たちの騒宴の友であり、 蜜蝋で結ぎ合わされた、甘美に奏でる葦笛を捧げた。 これとともに彼女は夜を通して暁を目にし、 門扉に閉め出されても腹を立てることはなかった。

​Asclepiades αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις, εἰς δʼ ἕτερʼ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι, μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας,

アスクレピアデス サモスの女ビットーとナンニオンは、アプロディーテーのもとへ 女神自身の掟に従って通うことを拒み、 良からぬ別の営みへと走っている。女主人たるキュプリスよ、 そなたの寝所から逃亡した者たちを憎み給え。

​Meleager οὔ μοι παιδομανὴς κραδία· τί δὲ τερπνόν,Ἔρωτες, ἀνδροβατεῖν εἰ μὴ δούς τι λαβεῖν ἐθέλει; ἁ χεὶρ γὰρ τὰν χεῖρα.3 καλά με μένει παράκοιτις· ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.

メレアグロス 私には少年狂いの心はない。 自分が与えもしないのに奪うことばかり望むなら、男との交わりの 何が快いというのか、エロースたちよ。 手は手を洗うもの。美しい妻が私を待っている。 男に掴みかかる男狂いの輩など、みな失せてしまえ。 ポセイディッポス

​Posidippus σῇ, Παφίη Κυθέρεια, παρʼ ᾐόνι εἶδε Κλέανδρος Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην· καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο. χὠ μὲν ἐναυάγει γαίης ἔπι· τὴν δέ, θαλάσσης ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί. νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ εὐχαί, τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.

パポスのキュテレイアよ、そなたの渚の傍らで、クレアンドロスは 澄んだ青い波間に泳ぐニコーを見初めた。 男はエロースによって胸の内に燃え上がったが、 濡れた少女から乾いた炭火を自らの中へと引き入れたのだ。 そして彼は陸の上にありながら難破し、波に触れていた 彼女のほうは、穏やかな浜辺に抱かれていた。 だが今や二人の愛の情欲は等しい。あの渚の上で 彼が立てた祈りは、無駄には終わらなかったのだから。

210

​Asclepiades τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲ τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν. εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλʼ ὅτʼ ἐκείνους θάλψωμεν, λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.

アスクレピアデス 小枝を手にしたディデュメーが私を虜にした、ああ情けない。 私は火の傍らの蜜蝋のように、彼女の美しさを見つめて溶けていく。 彼女が浅黒いとして、それが何だというのか。炭もまた黒い。 だがひとたび火を熾せば、薔薇の蕾のように輝くのだ。

​Posidippus δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἆραι ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν; λήγω δʼ οὔποτʼ ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος·

ポセイディッポス 涙よ、夜の宴よ、なぜお前たちは私を呼び覚ますのか、 キュプリスの別の炭火へと、火から足を抜く間もなく。 私は恋の苦しみから決して解き放たれず、分別なき熱望が いつでもアプロディーテーから私に新たな痛みをもたらす。

​Meleager αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος, ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει· οὐδʼ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλʼ ὑπὸ φίλτρων ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος. ὦ πτανοί, μὴ καὶ ποτʼ ἐφίπτασθαι μέν, Ἔρωτες, οἴδατʼ, ἀποπτῆναι δʼ οὐδʼ ὅσον ἰσχύετε;

メレアグロス 私の耳には絶えずエロースの羽音が巡り、 眼はひそかに恋心のために甘美な涙を流す。 夜も、昼の光も私を眠らせることはなく、媚薬によって すでに胸の内には見覚えのある刻印が焼き付いている。 ああ、翼あるエロースたちよ、お前たちは飛び来ることだけを知り、 飛び去ることはいささかもできないとでもいうのか。

​Posidippus Πυθιάς, εἰ μὲν ἔχει τινʼ, ἀπέρχομαι· εἰ δὲ καθεύδει ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐσκαλέσαις. εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν ἦλθον, Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι,

ポセイディッポス もしピュティアスに誰かいるのなら、私は立ち去ろう。だがもし こうして一人で眠っているのなら、ゼウスにかけて、どうか少しの間、中へ呼んでおくれ。 合図として告げてくれ、私が酒に酔い、盗賊の間をくぐり抜けて、 奔放なエロースを道案内にやって来たと。

​Meleager Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δʼ, Ἡλιοδώρα, βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν. ἀλλʼ ἄγε συμπαίκταν δέξαι Πόθον εἰ δʼ ἀπὸ σεῦ ῥίψαις, οὐκ οἴσει τὰν ἀπάλαιστρον ὕβριν.

メレアグロス 私はエロースという球遊びの名手を養っている。ヘーリオドーラーよ、 彼は私の胸で脈打つ心臓を、お前に向けて投げつけるのだ。 さあ、球遊びの相棒たる情熱を受け止めておくれ。もしお前が 彼をお前から投げ捨てるなら、彼は競技の作法に反する無礼を決して許さないだろう。

215

​Meleager λίσσομʼ, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας κοίμισον, αἰδεσθεὶς Μοῦσαν ἐμὴν ἱκέτιν. ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν ἄλλον, ἀεὶ δʼ ἐπʼ ἐμοὶ πτηνὰ χέοντα βέλη, εἰ καί με κτείναις, λείψω φωνὴν προϊέντα γράμματʼ ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίην.

メレアグロス エロースよ、頼むから、ヘーリオドーラーへの私の眠れぬ情熱を 眠らせておくれ、嘆願者たる私のムーサに免じて。 まことに、他の者を射ることを教えられず、絶えず私めがけて 翼ある矢を注ぎ続けるそなたの弓にかけて誓う、 たとえそなたが私を殺そうとも、私は声を放つ文字を書き残そう、 「旅人よ、見よ、恋の殺戮を」と。

​Agathias Scholasticus εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης· ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι ὀφρύας,4 ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ. ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων. κεῖνος δʼ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ,

アガティアス・スコラスティコス もし愛しているなら、卑屈な嘆願に満ちた心を 挫けさせて完全に弛緩させてはならない。 少しは眉を引き締め、控えめな眼差しを向けるくらいには、 凛とした気品を保つがよい。 女たちは、ひどく惨めったらしい者を嘲笑し、傲慢な者を 蔑むのを習いとしているのだから。 最良の恋人とは、これらを調和させ、 少々の誇らしさを兼ね備えた哀れみを持つ者なのだ。

構文注4 件
  1. 5.205ἐπισταμένη

    分詞 ἐπισταμένη は続く不定詞 ἕλκειν を補足語として取り、「〜する術を知っている、〜できる」の意味を表す。前置される καί は「海を越えた男をも(引き寄せる)」と対比的な強調を成す。

  2. 5.206οὐ κοτέουσα

    分詞 οὐ κοτέουσα は与格 αὐλείοις... θύραις を取り、「中庭の扉に対して怒ることなく」を意味する。夜這い(パラクラウシテュロン)において扉に閉め出されても、不平を漏らすことなく夜明けまで笛を吹き続けたという献身・習熟の情景を描いている。

  3. 5.208ἁ χεὶρ γὰρ τὰν χεῖρα

    ギリシア語の格言「手は手を洗う」(ἁ χεὶρ τὰν χεῖρα νίζει 等)の動詞を省略した慣用句。ここでは愛や快楽における相互性(ギブ・アンド・テイク)を指す根拠として引かれている。

  4. 5.216ὅσσον ἐρύσσαι ὀφρύας

    ὅσσον は結果・程度を表す副詞的用法で、不定詞 ἐρύσσαι(および続く ἰδεῖν)を導き、「眉をひそめる/引き締める程度に」という限度を示す。前行の στεγανώτερον(より引き締まった、より自重した)の具体的基準を述べている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.205-5.216