- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:5.169-5.179
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アスクレピアデスとノッシスが愛の甘美さを讃え、メレアグロスが杯への嫉妬、暁の冷酷さ、眠る恋人への願い、浮気した女への怒り、そして捕らえがたい童子エロースの悪戯とそれに対する葛藤を詠む。
Asclepiades ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταις ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον· ἥδιον δʼ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπʼ ἀμφοτέρων.
アスクレピアデス 夏の日に渇いた者にとって雪の飲み物は心地よい。船乗りたちにとって 冬を越えて春の西風を目にすることは心地よい。 だがより甘美なのは、一枚の外套が二人の愛し合う者を 覆い隠し、アプロディテが両者によって讃えられる時である。
Nossis ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάντα ἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι. τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν, οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα.
ノッシス 愛より甘美なものは何もない。あらゆる富など二の次だ。 蜜でさえ私は口から吐き捨てた。 ノッシスはこう語る。キュプリスに愛されなかった者は、 薔薇がどのような花であるかを知らない。
Meleager τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δʼ ὅτι τᾶς φιλέρωτος Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος. ὄλβιον εἴθʼ ὑπʼ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.1
メレアグロス 杯は甘美に喜び、愛を好む ゼノピラの雄弁な口元に触れていると語る。 果報者よ。彼女が今、我が唇の上に唇を重ね、 息もつかずに我が内の魂を飲み干してくれたらよいものを。
Meleager ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ; εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης, ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον. ἤδη γὰρ καὶ πρόσθεν ἐπʼ Ἀλκμήνῃ Διὸς ἦλθες ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.
メレアグロス 暁よ、恋を邪魔する者よ、なぜお前は、私が愛しい デモの肌で温まったばかりの時に、寝床の周りに早くも現れたのか。 速やかな歩みを再び引き返し、宵の明星となってくれたらよいものを。 甘美なる光よ、私には最も苦痛に満ちて注がれる者よ。 かつてお前はアルクメネのもとでゼウスに対抗し、 逆行したではないか。引き返す術を知らないわけではあるまい。
Meleager ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ, ἄλλος ἐπεὶ Δημοῦς θάλπεθʼ ὑπὸ χλανίδι; ἀλλʼ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης, ὡς βάλλων ἐπʼ ἐμοὶ φῶς ἐπιχαιρέκακον.
メレアグロス 暁よ、恋を邪魔する者よ、なぜ今はお前は世界の周りを遅々と巡るのか、 別の男がデモの薄衣の下で温まっているときに。 だが私がかのしなやかな女を胸に抱いていたときには、お前は素早く立ち現れ、 まるで私に悪意の光を注ぎかけるかのようであった。
Meleager εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος. εἴθʼ ἐπὶ σοὶ νῦν ἄπτερος εἰσῄειν Ὕπνος2 ἐπὶ βλεφάροις, ὡς ἐπὶ σοὶ μηδʼ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων, φοιτήσαι, κάτεχον δʼ αὐτὸς ἐγώ σε μόνος.
メレアグロス 眠っているのか、ゼノピラ、繊細なる若枝よ。今お前の 瞼の上に、私が翼なき眠りの神となって入っていけたらよいものを。 ゼウスの目さえ魅了する眠りの神でさえお前のもとを訪れず、 私一人だけがお前を抱き留めていられるように。
Meleager οἶδʼ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος, μηνύει δʼ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα, καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος· ἔσκυλται δʼ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος, πάντα δʼ ὑπʼ ἀκρήτου γυῖα σαλευτὰ φορεῖς. ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.
メレアグロス 私に対する誓いが空虚なものであることを私は知っている。放蕩を好むお前を、 香油の匂い立つ、濡れたばかりの巻き毛が告発しているのだから。 見よ、眠れずに重くなった目も、 髪に固く巻かれた花冠の紐も告発している。 乱れた巻き毛はだらしなくもつれ、 生酒のせいで手足のすべてを揺らがせている。 立ち去れ、誰のものとも知れぬ女よ。酒宴を好む竪琴と、 手を打ち鳴らすカスタネットの響きがお前を呼んでいるのだから。
Meleager δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω, καὶ πάλιν, οἰμώζων πολλάκι, δεινὸς Ἔρως; ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς ἥδεται· ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται. θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα κύματος, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.
メレアグロス 恐るべきはエロース、恐るべきもの。だが私が何度も呻き声を上げ、 「恐るべきはエロース」と幾度繰り返したところで、何の得があろう。 実際、あの童子はこれを聞いて笑い、絶えず罵られては 悦び、私が悪態をつくほどに勢いづくのだ。 私にとって不思議なのは、キュプリスよ、青灰色の波間から 現れたあなたが、いかにして水から火を生み落としたのかということだ。
Meleager κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι ὀρθρινὸς ἐκ κοίτας ᾤχετʼ ἀποπτάμενος. ἔστι δʼ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής, σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος. πατρὸς δʼ οὐκέτʼ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ, οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος· πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλʼ ἐσορᾶτε μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα. καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας, τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.
メレアグロス 私はあの狂暴なエロースを触れ回る。たった今、 明け方に寝床から飛び去ってしまったのだ。 あの童子は甘い涙を流し、おしゃべりで、敏捷で、恐れを知らず、 嘲笑い、背中に翼を持ち、矢筒を背負っている。 だが誰の父から生まれたのかはもはや私には言えない。天も 大地も、大海原もあの不敵な者を生んだとは言わないからだ。 至る所で、すべての人から嫌われているのだ。だがお前たち、見張るがよい、 どこかでお前たちの魂に新たな網を張っているのではないかと。 いや、見よ、あいつは隠れ家の周りにいる。弓を引く者よ、 ゼノピラの瞳に身を隠していても、私にはお見通しだ。
Meleager Πωλείσθω, καὶ ματρὸς ἔτʼ ἐν κόλποισι καθεύδων, πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν; καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δʼ ὄνυξιν κνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ· πρὸς δʼ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός, ἄγριον, οὐδʼ αὐτῇ μητρὶ φίλῃ τιθασὸν πάντα τέρας, τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω. καίτοι λίσσετʼ, ἰδού, δεδακρυμένος. οὒ σ’ ἔτι πωλῶ· θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε,
メレアグロス 売られてしまえ、母の懐でまだ眠っているとしても、 売られてしまえ。なぜ私がこの生意気な童子を養わねばならぬのか。 何しろ生まれつき獅子鼻で、翼を持ち、爪の先で 引っ掻き、泣きながらその合間にしきりに笑うのだ。 その上なお手に負えず、絶えずしゃべり立て、鋭い眼差しをし、 獰猛で、実の母にさえ懐かない。 全くの怪物だ。だから売られるのだ。船出する商人の中で、 この童子を買い取りたい者がいるなら、前に出よ。 だが、見よ、涙を流して哀願しているではないか。もう売るまい。 安心せよ。ここでゼノピラの幼なじみとして留まるがよい。
Meleager ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην φλέξω, ναί, τί μάταια γελᾷς, καὶ σιμὰ σεσηρὼς μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις. ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας, χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην. καίτοι Καδμεῖον κράτος οἴσομεν,3 εἴ σε πάροικον ψυχῇ συζεύξω, λύγκα παρʼ αἰπολίοις. ἀλλʼ ἴθι, δυσνίκητε, λαβὼν δʼ ἔπι κοῦφα πέδιλα ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.
メレアグロス キュプリス神にかけて誓おう、エロースよ、お前の道具をすべて焼き尽くしてやる、 弓も、矢を収めるスキタイ風の矢筒も。 焼き尽くしてやる、そうだ。なぜお前は無駄に笑い、鼻にしわを寄せて 嘲笑うのか。まもなく苦い冷笑を浮かべることになるだろう。 欲望たちの歩みを導くお前の素早い翼を切り落とし、 お前の両足に青銅の足枷を固く嵌めてやるのだから。 だが、もしお前という同居人を我が魂に結びつけるなら、山羊の群れに山猫を置くようなもので、 私はカドモスの勝利を得る破目になるだろう。 さあ去れ、手強い者よ。軽やかなサンダルを履いて、 他の者たちのもとへと素早い翼を広げて飛び立て。
- 5.171ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι
動詞 προπίνω は通常「健康を祝して杯を飲み干す、乾杯する」を意味するが、ここでは直接目的語として ψυχὰν τὰν ἐν ἐμοὶ(私の内にある魂)を取り、口づけによって相手の魂を一息に(ἀπνευστί)吸い込み・飲み干すという比喩的動作を表している。
- 5.174ἄπτερος εἰσῄειν Ὕπνος
接続詞 εἴθε に導かれる εἰσῄειν は直説法未完了過去(1人称単数)で、現在における実現不可能な願望(反実仮想的願望)を表す。「翼を持たない眠りの神として私が(あなたの瞼へ)入っていけたらよいのに」の意。主語は語尾 -ν で示される話し手自身であり、ἄπτερος Ὕπνος は述語的な同格。
- 5.179Καδμεῖον κράτος οἴσομεν
Καδμεῖον κράτος(カドモスの勝利)は勝者自身にも破滅をもたらす「ピュロスの勝利」に相当する慣用表現。続く条件文 εἴ σε πάροικον / ψυχῇ συζεύξω(もし汝を魂の同居人として結びつけるなら)に対し、主節で直説法未来 οἴσομεν が用いられ、その結果の必然性と自滅的結末を強く予告している。
