- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.374-16.388
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
競技場の名騎手たち(コンスタンティノス、ウーラニオス、アナスタシオス、ポルフュリオス、ファウスティノス、ユリアノス)の卓越した走りと肖像・彫像の迫真性を称え、末尾にエロースを酒とともに飲み干す抒情詩を収める。
Anonymi Epigrammatici πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος εἰς μίαν ἠριγένειαν ἑλὼν, ἤμειψε μὲν ἵππους ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα, τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας. πολλάκι δʼ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ, τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.1
詠み人知らず コンスタンティノスはただ一人、一朝のうちに二十五の勝利を収めたのち、馬を対戦相手たちと交換した。そして以前に自らが打ち破ったあの馬たちを引き取り、同じその馬たちによって再び二十一の勝利を収めた。両派の民衆の間には、どちらが彼を自らの御者とするかをめぐりしばしば争いが起こったが、彼らは二つの衣のいずれを選ぶかの裁量を彼自身に委ねたのである。
Anonymi Epigrammatici ἔγρεο, Κωνσταντῖνε· τί χάλκεον ὕπνον ἰαύεις; σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις, σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.
詠み人知らず 目覚めよ、コンスタンティノスよ。なぜ青銅の眠りに就いているのか。民衆は競技場においてそなたの車台を恋い焦がれ、そなたの教えに飢えた御者たちは、孤児たちと見まごうばかりに座り込んでいる。
Anonymi Epigrammatici εἰς Οὐράνιον ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις κῦδος ἀπʼ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος, εἰσέτι διφρεύων. τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει. αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις ἐς δίφρους, νίκης μνωόμενοι προτέρης.
詠み人知らず「ウーラニオスに」 ただ一人の身でありながら双方の民衆のもとで卓越した働きを見せ、ウーラニオスは、なお馬車を駆りつつ、両派の双方から栄光を授かった。彼に対する最初の栄誉は緑党から授けられたのであり、今や彼らの隣に座を占めている。競技場を引退していた彼を、かつての勝利を偲ぶ彼ら自身が再び車台へと引き戻したのである。
Anonymi Epigrammatici παυσάμενον σταδίων βασιλεὺς ἐπʼ ἀγακλέι νίκῃ αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων οὐράνιον δήμοισι, φέρων φέρων χάριν οὐ ποθέει γὰρ ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας. τοὔνεκα διφρεύοντα τὸ δεύτερον, ὑστατίης τε νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.
詠み人知らず 皇帝は、名高き勝利ののちに競技場を去っていたウーラニオスを、民衆のために恵みをもたらして、再び勝利をもたらす戦車の上に立たせた。都市はウーラニオスのいない競技を望まないからである。それゆえ都市は、二度目に車を駆る彼を、かつての勝利と最後の勝利の両方を讃えて、ここに像として建てたのである。 詠み人知らず
Anonymi Epigrammatici οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε Ῥώμην, τῆς μὲν ἐών, τῇ δʼ ἔνι κῦδος ἑλών. νικᾷ δʼ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν. τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ, κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.
ウーラニオスはニカイアと、新しきローマをその傍らに従えている。一方の生まれであり、他方において栄光を勝ち取ったのである。彼は両側から勝利する。あちらへもこちらへも、前に駆け抜け、また追い抜いて馬を駆ることに長けていたからである。それゆえ人々は、富の中でも最も尊き黄金の金属により、最も尊き御者たる彼を刻み記したのである。
Thomas εἰς Ἀναστάσιον τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων ἐνθάδʼ Ἀναστάσιον κείμενον οὖδας ἔχει, ὃς τόσσους ἀνεδήσατο πρὶν στεφάνους, ὅσα ἄλλοι ἔδρακον ἡνιόχων ἤματα ἱππασίης.
トマース「アナスタシオスに」 果敢なる御者にして、今や戦車の競技を忘れ去ったアナスタシオスが横たわるのを、ここ大地の土が抱いている。かつて彼は、他の御者たちが目にした馬を駆る日々の数ほども多くの冠を自らの頭に結んだのであった。
Anonymi Epigrammatici εἰς Πορφύριον, μέρους Βενέτων ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων. νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην, ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.
詠み人知らず「青党のポルフュリオスに」 地上のあらゆる戦車兵に打ち勝ち、青党の奇跡たるポルフュリオスは、天空へと馳せるべく美しくも高められた。この男は地上のあらゆる御者に打ち勝ったゆえに、太陽とさえともに馳せるべく高く昇るのだ。
Anonymi Epigrammatici ἴουλον ἀνθῶν πρῶτον2 οὗτος ἡνίας Πορφύριος Κάλχαντος εἷλκε Βενέτου. ἐκπλήττομαι δὲ πῶς γράφει χεὶρ ἐμπνόους τούτου τις ἵππους. ˘ καὶ γὰρ ἂν πλήξῃ πάλιν, οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.
詠み人知らず まだ初髭を咲かせ始めたばかりの頃、このポルフュリオスは青党のカルカースの手綱を執っていた。絵筆の手がどのようにしてこの男の馬たちに息を吹き込んだのか、私は驚嘆する。もし再び鞭を当てるならば、思うに、またしても勝利を見出すべく馳せ走るであろう。 詠み人知らず「緑党のファウスティノスに」
Anonymi Epigrammatici εἰς Φαυστῖνον, μέρους Πρασίνων σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου· εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπῃ, πρὸς οὐρανοὺς ἂν ὦρτο3 Φαυστῖνος τρέχων ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων. ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.
この館の工匠の成せる業を見よ。もし強固な屋根で覆われていなかったなら、かつて緑党の誉れであったファウスティノスは、馬たちとともに生きているかのごとく駆けて天へと飛び去っていたであろう。屋根を取り払ってみよ、彼はただちに天空へと至るであろう。
Anonymi Epigrammatici Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης, ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ. γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος ἦν τις νεάζων, οὐδʼ ὅλως ἡττημένος.
詠み人知らず かつての戦車兵ファウスティノスとはこの男である。緑党の民衆は彼を得て、競走において敗北というものをまったく知らなかった。そなたが見るとおり彼は老人であったが、その力は若返ったかのようであり、決して負けることがなかった。
Anonymi Epigrammatici εἰς Κωνσταντῖνον ἡνίοχον Λευκῶν λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος, ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου, τοὺς τρεῖς ἐνίκα, πρῶτος αἰθέρα φθάνων. πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον· τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.
詠み人知らず「白党の御者コンスタンティノスに」 白党の手綱を操るコンスタンティノスは、もし館の堅牢さによって閉じ込められていなければ、真っ先に天空へ達して、三つの党派を破っていたであろう。息づくことなしに空を駆ける者を、そなたは目にしたのだ。この芸術の技は、彼が生きて息づいていると私に信じさせる。
Anonymi Epigrammatici Κωνσταντίνος γʼ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως. ἀφʼ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων, καὶ πᾶσα τέρψις τοῦ θεάτρου, καὶ τέχνη.
詠み人知らず 彼は確かにコンスタンティノスであった。しかしそれは、かつて白い馬毛の四頭立ての馬車を巧みに操っていた往時のことである。カローンが彼を連れ去って以来、競馬の競走の光は沈み、劇場のあらゆる歓喜も、その技芸も失われてしまった。 詠み人知らず「赤党の御者ユリアノスに」
Anonymi Epigrammatici —εἰς Ἰουλιανὸν ἡνίοχον Ῥουσίων χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας. Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει, ἕλκων, μεθέλκων Ῥουσίου τὰς ἡνίας· καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ· τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.
絵筆の手は、遠い昔に死んだ者たちを再び生み出す術を知っている。ユリアノスはかつてのように力に満ち、赤党の手綱を引いては操っている。今や描かれて、戦車とともに高く立っている。その手は合図を待っているのだ。出発の綱を放て。
Anonymi Epigrammatici Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου ἔχων, ἐνίκα τοὺς ἐναντίους δρόμῳ. ἀλλʼ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν, ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης καὶ πρόσθεν ἐλθεῖν, καὶ λαβεῖν καὶ τὸ στέφος.
詠み人知らず 赤党の戦車を駆るこのユリアノスは、走りで敵手たちを打ち破った。だがもし絵師が息吹の恵みをも添えていたならば、この御者は再び前へ進み出て、冠をも勝ち取る備えができている。
Julianus Στέφος πλέκων ποθʼ, εὗρον ἐν τοῖς ῥόδοις Ἔρωτα· καὶ τῶν πτερῶν κατασχὼν,4 ἐβάπτισ’ εἰς τὸν οἶνον. λαβὼν δʼ ἔπιον αὐτόν καὶ νῦν ἔσω μελῶν μου πτεροῖσι γαργαλίζει.
ユリアノス かつて冠を編んでいたとき、私は薔薇の中にエロースを見出した。そしてその翼を掴んで酒の中に浸した。そして手に取って彼を飲み干した。そして今や、彼は私の身体の内で、その翼でくすぐっている。
- 16.374ἐκ δύο πέπλων
前置詞句 ἐκ δύο πέπλων は κρίσιν(選択、決定)に係る。「二つの衣(=競走党派の服色、ここでは青党と緑党)の中から」を意味し、双方が自分たちの専属御者とすべく争った結果、本人の選択(κρίσιν)に委ねたことを示す。
- 16.381ἴουλον ἀνθῶν πρῶτον
ἴουλον は動詞 ἀνθέω(花咲かせる)に対する同族対格(または内制対格)。「最初の初髭を咲かせながら」という意味で、彼がまだ成人に達したばかりの若年であったことを表す慣用的な表現。
- 16.382εἰ μὴ γὰρ ἐστέγαστο ... ἂν ὦρτο
過去の反実仮想構文。条件節は過去完了直説法受動態(ἐστέγαστο)、帰結節は ἄν + アオリスト直説法中動態(ὦρτο、ὄρνυμι の無媒介アオリスト)。「もし屋根で覆われていなかったならば、天へと飛び去っていただろう」と述べ、彫像あるいは壁画の躍動感が空間を突き破るほどであることを強調している。
- 16.388τῶν πτερῶν κατασχών
動詞 κατασχών(κατέχω のアオリスト能動分詞)が部分の属格 τῶν πτερῶν を支配している。「(エロースの)翼を(の一部を)掴んで」の意。身体部位などの一部を掴む場合に属格を取るギリシア語の標準的統辞法。
