← ギリシア詞華集

ギリシア詞華集 5

§16.15a-16.29

風刺的対話と箴言および勝者や英雄の銘文

大食らいのサテュロスの鍛冶屋転落、適度の教訓、牧神パンへの祈願、借金や主教への警句、文法学者批判、競技勝者(カスミュロス、ミロン、ダモストラトス)や英雄・戦死者(ディルフュス戦死者、フィロポイメン、ヘクトル等)の銘文が連ねられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
16.15a

​Anonymi Epigrammatici α. ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων † πήγματα, καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε; τίς σε παρὰ σμίλαισι, ποδίκροτον ἅμμα καθάψας, θήκατο, τὸν Βρομίῳ σπάργανʼ ἑλιξάμενον; β. ἀσχήμων ἔνδεια, καὶ ἁ πάντολμος ἀνάγκα, ἅ με παρʼ Ἡφαίστῳ θῆκε μαριλοπόταν.

無名詩人 甲:大食らいのサテュロスよ、あの杯はどこへ行ったのだ。テュルソスの美しい杖組や、酒宴の群れはどこへ行った、跳ね足のサテュロスよ。誰が足拍子をとる足枷をかけ、ブロミオスに産着を巻いてやったお前を鑿の傍らに据えたのか。 乙:見苦しい欠乏と、すべてを冒す必然とが、わたしをヘパイストスの傍らで炭灰を啜る者としたのだ。 無名詩人

​Anonymi Epigrammatici πᾶν τὸ περιττὸν ἄκαιρον· ἐπεὶ λόγος ἐστὶ παλαιός, ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.

行き過ぎたものはすべて時に適わない。蜜であっても度が過ぎれば胆汁となる、という古き言葉があるのだから。

​Anonymi Epigrammatici ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις, κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων, ὄφρʼ αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτος οὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον, σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶν φοίνιον ἐκ λασίου στήθεος αἷμʼ ἐρύγῃ,

無名詩人 おおパンよ、草食む群れに向けて聖なる声を響かせよ、黄金の葦笛の上に曲がった唇を寄せながら。そうすれば羊らは白い乳の重みある贈り物を乳房に湛えてクリュメノスの家に絶えず運び、また山羊たちの夫は、祭壇の傍らに凛々しく立ち、そなたのために毛深い胸から紅の血を吐き出すであろう。

​Anonymi Epigrammatici τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖς κάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην.

無名詩人 借金をして自らの心を喜ばせよ。そして小石の計算で指を曲げる苦痛は、貸し手どもに残しておくがよい。

​Anonymi Epigrammatici εἰρήνη πάντεσσιν, ἐπίσκοπος εἶπεν ἐπελθών. πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει;

無名詩人 「みなに平安あれ」と、入って来た主教は言った。彼独りが内に抱えているものを、どうしてみなに与えられようか。

​Herodicus φεύγετʼ, Ἀριστάρχειοι, ἐπʼ εὐρέα νῶτα θαλάσσης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφὶν καὶ σφῶιν,1 καὶ τὸ μὶν ἠδὲ τό νίν. τοῦθʼ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.

ヘロディコス 逃げ去れ、アリスタルコスの追随者どもよ、広大なる海の背を越えてヘラスの外へ、褐色の小鹿よりも臆病な者どもよ。 片隅で羽音を立てる単音節の連中、そなたらが気にかけるのは「彼らに」や「汝ら二人に」、また「彼を」や「かの者を」ばかり。これこそがそなたらのものとなるがよい、気難しい者どもよ。だがヘロディコスには、ヘラスと神の子らのバビロンが常に残らんことを。

20

​Palladas ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα, τὸν βαρύχειλον, τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον.

パラダス 厚い唇の弁論家マウロスを見て、わたしは感嘆した。弁論術の白衣をまとったダイモンを。

​Anonymi Epigrammatici εἰς Νικόλαον Πατριάρχην Ἀλεξανδρείας ὃς βασιλεῖς ἐδάμασσε, καὶ ἠνορέην κατέπαυσεν ἀντιπάλων, πατέρων εἵνεκεν εὐνομίης, οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε, ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς. ἀλλʼ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου, καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους. τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης, σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.

無名詩人、アレクサンドリアの総主教ニコラオスに寄せて 王たちを屈服させ、父祖たちのよき秩序のために敵の剛勇を静めたこの人は、この小さな塚の下に横たわっている、キリストの首座司祭であったニコラオスは。しかしあふれる徳は世界の果てへと飛び立ち、その魂は祝福された者たちの居室に仕えている。なぜなら、その美しい肉体を輝かしき労苦で締め上げ、地上にありながらこのような生を慕い求めていたからである。

​Anonymi Epigrammatici στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα, εἰκόνα Νικόλεω στήσατο Γρηγόριος.

無名詩人 よき秩序の記念柱、節制の奉納物として、グレゴリオスはニコラオスの肖像を建てた。

​Simonides α. εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δὲ νικῇς; β. Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.

シモニデス 甲:言え、お前は誰か、誰の子か、どこの国の出か、何に勝ったのか。 乙:エウアゴロスの子カスミュロス、ピュティア祭の拳闘勝者、ロドス人だ。 シモニデス これは美しきミロンの美しき像。

​Simonides Μίλωνος τόδʼ ἄγαλμα καλοῦ καλόν, ὃς ποτὶ Πίσῃ ἑπτάκι νικήσας, ἐς γόνατʼ οὐκ ἔπεσεν.

彼はピサにおいて七度勝ち、一度として膝をつくことがなかった。

25

​Philippus τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον, πίτυν λαβόντα τὴν κατʼ Ἰσθμὸν ἑξάκις, τοῦτον δέδορκας· οὗ κατʼ εὔγυρον πάλην ψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν. ἴδʼ ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτι σῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν. λέγει δʼ ὁ χαλκός· “ἁ βάσις με λυσάτω χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι”2

フィリッポス もしシノペのダモストラトスの名を聞いたことがあるなら、イスツモスで松の冠を六度受けたあの男を、いま目にしているのだ。円き格闘場において、倒れた彼の背が砂に跡を刻むことは決してなかった。猛獣のような気迫の顔を見よ、勝利をめぐる昔の闘争心をいかに今なお保っているかを。青銅はこう語っている。「台座よ、わたしを解き放て。息吹き込まれた者として、いま七度目の粉塵にまみれよう」。

​Simonides Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί·3 σῆμα δʼ ἐφʼ ἡμῖν ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται, οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα, τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.

シモニデス 我らはディルフュスの襞の下で倒された。そして我らのために、エウリポスの近くに公の塚が築かれた。不正にではない。なぜなら我らは戦の荒々しい暗雲を受け止め、愛らしき青春を失ったのだから。

​Anonymi Epigrammatici εἰς Οὐράνιον τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς, πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος ἕσπετʼ ἐνὶ πολέμῳ, δούρατος ἁγεμόνι· μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων Σπάρτας· αὐξαμέναν δʼ ἄρατο δουλοσύναν. ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸν στᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.

無名詩人、ウラニオスに寄せて ヘラス全土にわたるこの人の武徳と誉れ、ある時は戦陣で、ある時は評議において多くの功業を成し遂げたアルカディアの槍働きフィロポイメンの誉れである。 大いなる栄光が戦において、槍の指導者たる彼に従った。スパルタの僭主たちから打ち立てられた二つの戦勝記念碑がそれを告げている。彼は増大する隷従を打ち払ったのだ。これゆえにテゲアは、非の打ちどころなき自由の成就者たるクラウギスの高邁な息子をここに立てた。

​Philippus τοῦ Μακεδόνων βασιλέως Ἄφλοιος καὶ ἄφυλλος, ὁδοίπορε, τῷδʼ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἡλίβατος.

マケドニア王フィリッポス 旅人よ、樹皮もなく葉もない、そびえ立つ十字架が、この山の背の上でアルカイオスのために突き立てられている。

​Anonymi Epigrammatici εἰς Σαρδανάπαλον εὖ εἰδώς ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα,4 καὶ μετʼ ἔρωτος τέρπνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται, ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν.

無名詩人、サルダナパロスに寄せて 死すべき定めとして生まれたとよく知って、心を喜ばせよ、祝宴を楽しみつつ。死んだお前には何の益もないのだから。大いなるニノスを統治したわたしも灰にすぎない。わたしが持つのは、食らい、奢り、愛とともに学んだ快楽の数々のみ。あの多くの富はすべて遺されたのだ。これこそが人間たちへの、生の知恵ある勧めである。

​Anonymi Epigrammatici Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς· Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου.

無名詩人 ヘラスは笛においてテーバイを第一と見なし、テーバイはオイニアデスの子プロノモスを第一と見なした。

​Anonymi Epigrammatici εἴ τινα πώποτʼ ἄκουσας Ἐνυαλίου φίλον υἱὸν, καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν, Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι, ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ, αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα· ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει.

無名詩人 もし武神エニュアリオスの愛し子で、力において剛毅で戦いに雄々しい者をかつて聞いたことがあるなら、それはプリアモスの息子ヘクトル独りであったと思え。かつて戦う彼を男ディオメデスが討ち取った。トロイアの地の前に立ち、ダナオス勢に戦いを挑んでいた彼を。そしてここに死した彼を、この墓が覆い包んでいる。

構文注4 件
  1. 16.19aοἷσι μέμηλε / τὸ σφὶν καὶ σφῶιν

    非人称動詞 μέλει(ここでは完了 μέμηλε)が関心を持つ人物を示す与格 οἷσι を取り、関心の対象として中性定冠詞 τό を冠した代名詞形 σφίν(彼らに)および σφῶιν(汝ら二人に)を主語に据えている。文法学者たちの狭隘な言語学的拘泥を名詞化された代名詞によって皮肉っている。

  2. 16.25χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι

    χὠς は καὶ ὡς の縮合(crasis)。ἕβδομον は副詞的対格(「七度目として」)。動詞 κονίσομαι は「砂粉にまみれる」を意味する κονίω の中動未来形であり、古代ギリシアの格闘競技者が闘技場(パライストラ)で体に砂をまぶして試合に臨む慣習を表す。

  3. 16.26Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί

    受動相動詞 ἐδμήθημεν(δάμνημι「倒す、屈服させる」のアオリスト受動態)に対し、行為者ではなく場所を示す ὑπό+与格(「ディルフュス山の襞の下で」)が結合している。エウボイア島のディルフュス山麓で戦死した戦士たちの哀悼詩の導入句。

  4. 16.27τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα

    相関構文 τόσσα... ὅσσα(中性複数対格)によって主節の目的語と関係節内の目的語が対応している。サルダナパロスが「飲み食いし放蕩を尽くした分だけが、死後もなお我が手中にある」と豪語する快楽主義的銘文の常套表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.15a-16.29