← ギリシア詞華集

ギリシア詞華集 5

§15.29-15.38

ビザンティン知識人の哀悼詩とホメロス校訂銘

イグナティオスによる自らの墓碑銘と知人への哀悼詩、アレタスによる早世した妹アンナへの追悼詩と修道女への墓碑銘、テオファネスの愛の願望詩、およびコメタスによるホメロス校訂を記念する銘文を収める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
29

​Ignatius Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας, ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας· καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον, οἴμοι· ψυχῇ μου μακρὰ κολαζόμενος. ἀλλά, κριτὰ ʽβροτός εἰμι, σὺ δʼ ἄφθιτος ἠδʼ ἐλεήμωνʼ, ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.

イグナティオス 多くの過ちのうちに生きたイグナティオスは、 甘美に輝く太陽の光を去った。 そして今、暗き墓の中にここに横たわり、 ああ、わが魂において長き罰を受けている。 されど、審判者よ、「われは死すべき人、汝は朽ちざる者にして憐れみ深き方」、 慈しみたまえ、慈しみたまえ、恵み深き眼差しをもって。

30

​Ignatius εἰς Παῦλον μοναχόν σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου τοῦδὲ γʼ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ, ἠδʼ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα. εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,1 ζήσας δʼ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.

イグナティオス:修道士パウロスに寄せて この墓は尊きパウロスの体を地下に隠せども、 その徳を隠しはしない。けだしこの太陽の 輝きのごとく、彼の卓越した言行は輝きわたり、 徳の労苦は大いなる誉れを保っているからだ。 彼は地上において二十三年を全うし、 また理にかなって生きて、善き最期を迎えた。

​Ignatius εἰς Σαμουὴλ διάκονον τῆς μεγάλης ἐκκλησίας ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης, πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ· καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν, δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.

イグナティオス:大教会の執事サムエルに寄せて 聖なるサムエルは地の胎の内に隠され、 命のすべてのもの、持てる限りのものを神に委ねた。 そして今、敬虔な者らの輝かしき庭へと走り入り、 大いなる労苦に対して栄光を受けようとしている。

​Arethas γεγονότος δὲ καί ʽἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ἐπὶ τῇ ἰδίᾳ, ἀδελφῇ εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος, λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος, ἀλλὰ γʼ ἄρʼ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴν θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ, οὐδʼ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον, ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος ἄτλητον μαλερῷ τηκεδόνος δάμασε πυρσῷ. τρεῖς πρὸς ἐείκοσ’ ἐποιχομένην ἐνιαυτοὺς ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης ἡμετέρης· ἔνθʼ ὕφηνον γενετῆρες ἅπασι γηραλέοι θρῆνον τιλλόμενοι πολιήν, καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

アレタス:カッパドキアのカイサレイアの大司教となった者、自身の妹に寄せて 速やかなる運命がわが命のともし火を消し去り、 われらの松明の光を奪い去ったとしても、 かの霊は自らの悪意の狂気をもって、 わがすべての生を忌まわしきものとするに十分であった。 乳房がまさに膨らみ始めたころに私を寡婦とし、 美しい我が子が戯れるのを見ることも、 両親の腕の中の愛らしい歓びを目にすることもなかった。それゆえに堪え難き悲嘆が 消耗の烈しき炎をもって私を圧倒した。 二十三歳へと向かう私を、 われらの血筋を客として迎えるこの墓が収めた。 そこでは老いた両親が白髪を引き抜きつつ、 すべての人々に向かって哀歌を紡ぎ、 気高き兄弟たちの列は呻き声をあげ、 アンナの姿の眩い美しさを慕わしく追憶している。

​Arethas εἰς τὴν αὐτήν τὸ σεμνὸν ἦθος,2 τὴν φιλάνθρωπον χάριν, τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον ʽἁἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας παρών̓, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα, καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ, ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην ʽἁ̓φʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν μόνανδρον ἐκλάμποντἁ τὴν παρρησίαν Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος. πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα καλὸν φερούσης νουθέτημα τῷ βίῳ εἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον αὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.

アレタス:同じ妹に寄せて その慎み深き人柄、人への深い慈愛、 両親に対するその素直な従順さ―― 偉大なる師のごとく傍らにあって慎みが導いていたのだ――、 その家柄の輝かしき証、 そして、寡婦の辛苦によって定まりなきものを 激しく動揺させようとする自然に対する、夫を愛する抵抗、 しかしより高きものへの結びつきによって自然は屈服させられた―― これらから輝く栄冠が、唯一の夫に尽くした功績に応じて輝き出る――、 これらアンナの誇り高き誉れを、墓は覆い隠すことができないであろう。 いかなる者の口も彼女を忘れることは決してない、 彼女は生き方において美しき訓戒を示しているのだから。 たといそうでなくとも、まさにこの墓の傍らに置かれた この碑文こそが、誰よりも多くを語るであろう。

​Arethas εἰς Φεβρωνίαν μοναχήν Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν Φεβρωνία ἑῆς σύμβολα συμπαθίης, εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν οὐδὲ γὰρ οὐδʼ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης· ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν Χριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλʼ3 ἀφθορίης, λαμπάδʼ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης· ἧς τόδε σῆμʼ ὕπνου γνῶθι πολυχρονίου.

アレタス:修道女フェブロニアに寄せて フェブロニアは、地下の死者らの霊魂の間でも、 おそらく自らの同情の証を何かしら行ったのであろう、 もしそこでも貧者らに富裕な者の助けが必要とされるならば。 かの地においてさえ、気高き人々の善行を 魂たちが完全に忘れることなどないのだから。 されど、この世におけるわれらの命の歳月は、 彼女をキリストの神聖なる花部屋へと送り出すに十分であらんことを。 彼女はこの方を不朽の尊き花婿として選び取ったのだ、 貧者を愛する油をもってともし火を輝かせながら。 この墓が、彼女の長き眠りの証であることを知れ。

35

​Theophanes Confessor εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.

テオファネス・コンフェッソル 白き百合に私がなれたなら、そなたが手にとって 私を摘み、そなたの肌で私をいっそう満たしてくれるものを。

​Cometas Grammaticus ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας κύρβεις γηραλέας, θῆκεν ἀειθαλέας.

文法学者コメタス 多くの物語を語る人よ、コメタスはそなたの、老いたる 双方の回転板を眺めやり、とこしえに青々としたものとした。

​Cometas Grammaticus εἰς τὴν ὑπʼ αὐτοῦ διωρθωμένην Ὁμήρου ποίησιν σεῖο βίβλους, μεγάθυμε, Κομητάς, Ὅμηρε, δύʼ ἄρδην εὑρὼν γηραλέας, τεύξατο ὁπλοτέρας· γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας τε βροτοῖσι πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.

文法学者コメタス:自ら校訂したホメロスの詩に寄せて 気高きホメロスよ、コメタスはそなたのすっかり老いたる二つの書を 見出して、より若々しきものへと仕立て上げた。 その老いを削ぎ落とし、思慮を備えた 賢き死すべき人々に対して、ことごとく燦然と輝くものとして示したのだ。

​Cometas Grammaticus εἰς τὸ αὐτό εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας, στίξας διεσμίλευσα4 ταύτας ἐντέχνως, τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν, γράψας δʼ.ʼ ἐκαινούργησα τὴν εὐχρηστίαν. ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.

文法学者コメタス:同じ詩に寄せて コメタスはホメロスの書物が 損なわれ、いささかも句読点が施されていないのを見出し、 句読点を施して私は巧みにそれらを削り磨いた。 腐朽した箇所は無用なものとして拭い去り、 書き直すことでその有用性を新たにした。 これによって書き写す者らは誤ることなく 学びを求めることができる、学ぶにふさわしいあり方で。

構文注4 件
  1. 15.30ἤρκεσε γαίῃ

    動詞 ἀρκέω に与格 γαίῃ が結びついた表現。「地上において満ち足りていた(地上での生を全うした)」、あるいは「大地にとって十分であった(23年間大地に留まった)」の意。後続の ζήσας... ἐσθλὸν ἔδεκτο τέλος と呼応し、地上での生涯が23年であったことを表す。

  2. 15.33τὸ σεμνὸν ἦθος

    一連の対格句(τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν, τὸ ... πειθήνιον, τὰ λαμπρὰ ... γνωρίσματα, τὰς φιλάνδρους ἐνστάσεις, τὴν παρρησίαν)は、後置された主節の不定詞 ἀμαυροῦν(主語は τάφος)の目的語として統語的に結びついている。挿入句や分詞節が長く挟まれることによる長大な統語的離隔(hyperbaton)の構造。

  3. 15.34τὸν ῥα νυὸν σεμνὸν ἕλʼ

    男性対格の関係代名詞 τὸν(強意小辞 ῥα を伴う)の先行詞は Χριστοῦ で動詞 ἕλʼ(εἷλε)の目的語となり、主語は後続の女性主格分詞 φαιδρύνουσα と一致するフェブロニアである。νυόν は補語的対格で、古典期には νυός は「息子の嫁・花嫁」を指すが、ここではビザンツ期の転用により男性形形容詞 σεμνόν を伴って「花婿」(νυμφίος の意)として用いられている。

  4. 15.38στίξας διεσμίλευσα

    冒頭の分詞節 εὑρὼν Κομητᾶς... では三人称で始まっているが、主動詞 διεσμίλευσα および後続の ἐκαινούργησα では一人称単数へと人称転換が生じている。作者自身の校訂作業の実感を直接語る詩的破格(enallage / anacoluthon)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.29-15.38