- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.12-15.21
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哲学者レオンのエピクロス的隠遁の祈りをはじめ、玉座と十字架やイコンに関する銘文、盤上遊戯の発明者パラメーデースへの呼びかけ、婚礼の悲劇を歌う詩、パラダスの沈黙の勧め、そしてテオクリトスの難解な絵文字詩『シュリンクス』を収める。
Leo Philosophus εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μʼ Ἐπικούρου ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα· τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν; οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον, οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος. ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν· μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν· Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν· ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος, μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ ἀσφαλέως κλείσας προφυγεῖν1 γενετήσιον ὁρμήν. ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,
哲学者レオン 運命よ、そなたは私を善く扱ってくれる、エピクロスの最も甘美な 平穏によって私を育み、静寂によって喜ばせてくれる。 人間どもの気苦労の多い多忙が、私に何の用があろうか。 私は盲目で移り気な友たる富を望まぬし、 名誉も望まぬ。死すべき者の名誉は儚き夢にすぎない。 去れ、おおキルケーの暗き洞窟よ。なぜなら私は 天に属する生まれでありながら、獣のように団栗を食らうことを恥じるからだ。 私はロートパゴス族の、祖国を捨てさせる甘き食物を憎む。 人を破滅へと導く憎むべきセイレーンたちの歌を拒む。 そうではなく、神から魂を救う花、悪しき臆見を防ぐ防壁たる モーリュを授からんことを祈る。そして耳を蝋で 固く塞ぎ、生殖への衝動から逃れ去らんことを。 これらを語り、書きつつ、我が命の終わりに行き着かんことを。
Constantinus εἰς τὸν θρόνον αὐτοῦ εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο,2 πόρρω στῆθʼ ἀπʼ ἐμεῖο, καὶ ἄλλοθι δίζεο ἕδρην κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιΐστορας ἄνδρας.
コンスタンティノス:己の玉座に寄せて もしそなたが賢者であるなら、座るがよい。だがもしムーサを 指の先端で舐めた程度であるなら、 私から遠く離れて立ち、他所に座席を探すがよい。 我は知恵に通じた者たちを支える肘掛け椅子なのだから。
Theophanes Confessor ἀντίγραφον πρὸς ταῦτα καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές, ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δʼ ἀνταπερύκεις; οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα, ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν, Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο, πᾶσι σοφοῖς τʼ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην.
表白者テオパネース:これに対する返答 おお、空言を誇る者よ、汝は何の際立った印を帯びているゆえに、 賢者を愛し、教養なき者を退けるというのか。 汝は金を帯びることも、銀も、象牙も帯びず、 大工仕事を司る男たち、すなわち カリオペーを知らず、ヘーパイストスに教えを受けぬ者たちによって作られた、 賢き者にも愚かな者にも等しく、粗野な木の座席にすぎないではないか。
Constantinus εἰς τὸν σταυρὸν ὃν ἀνέθετο.ἐν τῇ Λίνδῳ Κωνσταντῖνος Ἰωάννου ἠδʼ Εὐδοκίης με τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα, καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος· ᾧ Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος σκῆπτρα θεοστήρικτα συνεξαγέτην3 βασιλείης.
コンスタンティノス:リンドスに奉納した十字架に寄せて イオーアンネースとエウドキアの名高き子たる コンスタンティノスが私を作った。誇り高きリンドスが、 先代の世代よりも優れた男、笏を執る皇帝レオンの忠実な 従者として生み出した男である。 そのレオン帝とともに、兄弟のアレクサンドロスと子のコンスタンティノスが、 神に支えられた帝国の笏を共同で執ったのである。
Constantinus εἰς τὸν αὐτὸν σταυρόν ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι· ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος· τὸ δʼ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος, ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε, τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει, καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.
コンスタンティノス:同じ十字架に寄せて いかなる作品も、そなたの尊厳に見合うものとは なりえません、この上なく尊き世界の女主人よ。 そなたの誉れは人間の技芸の外にあり、朽ちることがないからです。 しかしコンスタンティノスがそなたに捧げたこの作品は、 処女なる御母よ、もしそれがそなたの御子の王笏と、 その肉身のこの上なく幸いなる受難を正しく描き出しているならば、 それに値するものとなりましょう。
Constantinus εἰς τὴν εἰκόνα τῆς Θεοτόκου εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε, ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων, ἵνʼ ἐγράφης φωστῆρσιν, ὡς φωτὸς πύλη· ἀλλʼ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις· ἃ δʼ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος, τούτοις παρʼ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.
コンスタンティノス:神の母のイコンに寄せて 処女なる御母よ、もし誰かがそなたの姿を描こうと欲するなら、 絵具の代わりに、むしろ星々を必要とするでしょう、 光の門たるそなたが、光を放つ天体によって描かれるために。 しかしそれらは死すべき人間の言葉には従いません。 それゆえ、自然と絵画の定めの与えたもうたものによって、 そなたの姿は我らの手で記録され、描かれるのです。
Anonymi Epigrammatici εἰς τὴν τάβλαν ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου· ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας, ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.
無名詩人:盤上遊戯に寄せて パラメーデースよ、汝の骨は挽かれて、 戦に由来する技術の道具となるべきであった。 汝は戦乱の中にありながら、もう一つの戦いを、 木製の競技場における親しき友の戦いを示したのだから。
Anonymi Epigrammatici εἴς τινα ἰατρὸν Ἀσκληπιάδην Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην. μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων· τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας, πάντες κατηνέχθησαν εἰς ᾅδου δόμους, νεκροὶ δʼ ἔκειντο περὶ νεκροῖς πεπτωκότες· νυμφὼν δʼ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος, ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.
無名詩人:ある医者アスクレーピアデースに寄せて 医者アスクレーピアデースはある乙女を略奪した。 そして略奪による婚姻の穢れののち、 その本式の婚礼の席に、踊り手たる男たちと 哀れな女たちの群れを招いた。 だが夕暮れに邸宅が崩落したとき、 すべての者は冥府の館へと打ち倒され、 死者が倒れた死者の上に重なって横たわった。 薔薇で編まれた尊き花嫁の部屋は、 殺戮による紅の血を滴らせたのであった。
Palladas σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον, αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος· λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.4
パラダス 沈黙のうちにこの辛苦多き生をやり過ごすがよい、 沈黙のうちに進む時間そのものを真似て。 人知れず生きよ。さもなくば死んでからそうせよ。 テオクリトス
Theocritus οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτʼ ἐθρέψατο ταυροπάτωρ, ἀλλʼ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομʼ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος· ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ, ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω· ὃς σβέσεν ἀνορέαν ἰσαυδέα παπποφόνου Τυρίαν τʼ, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχάν, ᾇ βοτοβάμων, στήτας οἶστρε Σαέττας, κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ, Καλλιόπᾳ, νηλεύστῳ.
誰の床にもつかず、大戦争の母たる者が、 石に代わる乳母の素早き案内人を産んだ。 かつて牛を父とする者が育てた角持つ者ではなく、 かつて〔文字〕ピーを欠く盾の端がその心を焦がした者、 名において全体なる者、二重の生を持つ者であり、声より生まれた風のごとき メロプスの娘に思慕を抱いた者である。 彼は菫の冠を戴くムーサのために、 火の鳴動を伴う思慕の傷口であり誉れである笛を固く組み、 祖父殺しの男の、同じ声を放つ勇気と テュロスの民を滅ぼした者である。 盲目の者を運ぶ者たちのこの愛らしき所有物を、 シーミキダースたるパリスが彼に捧げた。 羊を追う者よ、サエッタエの女の狂乱よ、 盗人を父とし、父なき者、箱の脚を持つ者よ、 声を放たぬ処女、目に見えぬカリオペーに、 心歓びて甘く笛を吹き鳴らしてくれ。
- 15.12ἀσφαλέως κλείσας προφυγεῖν
不定詞 προφυγεῖν は前行の εὔχομαι に支配され、先行する不定詞 λαβεῖν と並列関係にある。分詞 κλείσας は προφυγεῖν の意味上の主語(話者自身)に一致して単数主格を取っている。
- 15.13δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο
「指の先端で舐める・味わう」という表現は、「学問や教養を皮相的・浅薄にかじるにすぎない」ことを表す慣用句。ここではムーサ(学芸)に対する不徹底な修養を指す。
- 15.15συνεξαγέτην
三人称双数未完了過去。主語は ᾧ(レオン帝)とともに統治した「兄弟アレクサンドロスと息子コンスタンティノス」の二人(Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος)であり、二人の共同統治者が動詞の双数形と一致している。
- 15.20εἰ δὲ μή, θανών
条件文の省略表現「そうでなければ(生前人知れず生きることができないならば)」の後、分詞 θανών に先行する λαθὼν δὲ καὶ βίωσον から「人知れずあれ(λάθε)」が補われ、「死んでから人知れずあれ」の意を成す。あるいは「死んでから隠れて生きよ」という諧謔的パラドックスとも解される。
