- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.86-14.98
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
コリンコスの僭主政予言、ミレートスの陥落、アルゴスの戦い、グラウコスの誓約、ペルシア戦争におけるアテナイの「木の城壁」やスパルタ王レオニダースの戦死予言、バキスによるサラミス海戦の勝利予言など、歴史的事件に関わる神託を集める。
Anonymi Epigrammatici Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα. λάβδα κύει, τέξει δʼ ὀλοίτροχον· ἐν δὲ πεσεῖται ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.1
無名詩人 エーエティオーンよ、大いに尊ばれるべき身でありながら、誰もそなたを尊ばない。 ラブダは身ごもっており、転がる大石を産み落とすだろう。それは 独裁者たる男たちの上に落ち、コリントスを裁くだろう。
Anonymi Epigrammatici χρησμός αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα καρτερόν, ὠμηστὴν πολλῶν δʼ ὑπὸ γούνατα λύσει.
無名詩人神託 鷲は岩の中で身ごもっており、力強く 生肉を喰らう獅子を産み落とすだろう。それは多くの者たちの膝の力を抜くだろう。
Anonymi Epigrammatici ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.
無名詩人 わが館へと下り入るこの男は仕合わせである。 エーエティオーンの子キュプセロス、名高きコリントスの王だ。 彼自身と息子たちはそうだが、息子たちの息子たちはもはやそうではない。
Anonymi Epigrammatici καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων, πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ· σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις· νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.
無名詩人 そしてその時こそ、悪しき業を企むミレートスよ、 そなたは多くの者たちの餐讌となり、輝かしい贈り物となるだろう。 そなたの妻たちは髪長き多くの者たちの足を洗い、 ディデュマにあるわれらの神殿の世話は、他の者たちの役目となるだろう。
Anonymi Epigrammatici ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα ἐξελάσῃ, καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει·2 ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων· δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.
無名詩人 だが、牝が雄に打ち勝ち、 これを追い払い、アルゴス人の間で名声を博するとき、 その時、彼女は多くのアルゴスの女たちの両頬を悲嘆に裂かせよう。 このようにいつの日か、来たるべき世の人の誰かが語るであろう。 「恐るべき輪なす蛇は、槍に屈して滅び去った」と。
Anonymi Epigrammatici γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτως, ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι. ὄμνυʼ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. ἀλλʼ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα· ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
無名詩人 エピキュデースの子グラウコスよ、当座においては確かに、 誓いによって勝ち、財産を強奪する方が得策であろう。 誓え、誓いを守る男にも死は待っているのだから。 だが「誓約」には名もなき子がおり、手も足も ついていない。しかし疾風のごとく追いすがり、ついには 家系全体と屋敷をことごとく捕えて滅ぼすのだ。 だが誓いを守る男の家系は、後世においていっそう栄える。
Anonymi Epigrammatici ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι, οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον πολλοὺς δʼ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι· κατὰ δʼ ἀκροτάτοις ὀρόφοισιν αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην. ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.
無名詩人 哀れな者たちよ、なぜ座しているのか。大地の果てへと、住まいと 円形をなす都の高き頂を捨てて逃げ去れ。 頭部も確固として留まることはなく、胴体も、 最下部の足も、手も、中間のいかなる部分も 残されず、哀れな有様となるからだ。火と 鋭きアレースが、シリア生まれの戦車を駆ってこれを崩し倒すのだ。 彼は他の多くの城壁をも滅ぼし、そなたのものだけにとどまらず、 不死なる神々の多くの神殿をも猛火に委ねるだろう。 それらの神殿は今や汗を流しながら立ち尽くし、 恐怖に震えていることだろう。その屋根の天辺からは 黒い血が滴り落ち、災厄の必然を予見している。 さあ、神託所の奥処から立ち去り、災難に心を奮い立たせよ。
Anonymi Epigrammatici οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν,3 νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.
無名詩人 パラスは、あまたの言葉と緻密な知略をもって乞い願うも、 オリュンポスのゼウスを宥めることができない。 されどそなたには、鋼のごとく固きこの言葉を再び語ろう。 ケクロプスの境域と、神聖なるキタイローンの隠れ処が その内に抱く他のすべてが奪われるときにあっても、 広く見渡すゼウスは、トリトゲネイアに木造の城壁のみが 略奪されずに残ることを許す。それがそなたと子供たちを救うだろう。 騎兵の襲来や、大陸から押し寄せる大いなる歩兵の軍勢を 静かに待つことなく、背を向けて退け。 そなたはいずれまた対峙するであろう。 おお、神聖なるサラミースよ、そなたは女たちの子供たちを滅ぼすであろう、 デーメーテールが散らされる時か、あるいは集められる時に。
Anonymi Epigrammatici χρησμὸς Πυθίας ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσι, εἴσω τὸν προβόλαιον ἔχων, πεφυλαγμένος ἧσο, καὶ κεφαλὴν πεφύλαξο· καὶ δὲ τὸ σῶμα σαώσει.
無名詩人ピューティアーの神託 近隣の民には憎まれ、不死の神々には愛されし者よ、 投げ槍を内側に引き、身を警戒して座していよ、 そして頭を守れ。頭が胴体を救うであろう。
Anonymi Epigrammatici χρησμός ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.
無名詩人神託 愚かな者たちよ、カミコスで起こった自らの死に対しては 彼らがともに報復を果たさなかったのに、かの者たちに対しては 異国の男にスパルタから奪われた女のためにともに報復を果たしたことで、 メネラーオスのための報復から、憤るミーノースが汝らに送った あまたの涙を、汝らは恨めしく思うのか。
Anonymi Epigrammatici ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι πέρθεται· ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος. οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημι σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.4
無名詩人 広き辻をもつスパルタの住人たちよ、汝らに告げる。 ペルセウスの後裔たる男たちの手によって偉大で名高き都市が略奪されるか、 あるいはそうではなく、ヘーラクレースの血統から出た、 亡き王をラケダイモーンの境域が悼むかのいずれかである。 雄牛たちの力も獅子たちの力も彼を押し留めはしない、 向かい来る力に対して。彼はゼウスの力を帯びているからだ。私は言う、 これら二つのうちの一方をことごとく引き裂くまでは、彼が退くことはない、と。
Athenaeus χρησμὸς Πυθίας φράζεο βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.
アテーナイオスピューティアーの神託 異国の言葉を話す者がパピルスの軛を海にかけるとき、 しきりに鳴く山羊たちをエウボイアから遠ざけるよう用心せよ。
Athenaeus —Βάκιδος χρησμὸς περὶ τῆς τῶν Ἑλλήνων νίκης ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν, δεινὸν μαιμώωντα, δοκεῦντʼ ἀνὰ πάντα πιθέσθαι. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης πόντον φοινίξει· τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.
アテーナイオスギリシア人の勝利に関するバキスの神託 だが、彼らが狂気じみた希望を抱き、輝くアテナイを略奪し、 黄金の剣もつアルテミスの聖なる岸辺と、海に突き出たキュノスラを 船によって橋渡しするとき、 気高き正義の女神が、恐ろしく荒れ狂い、すべてを意のままに従わせようと 思い上がっている傲慢の息子、強大なる飽食を消し去るであろう。 青銅が青銅と交わり、アレースが血によって 海を深紅に染めるからだ。その時、広く見渡すクロノスの御子と 尊き勝利の女神が、ギリシアの自由の日をもたらすであろう。
- 14.86δικαιώσει δὲ Κόρινθον
動詞 δικαιόω は古典期において「正当とみなす」「正義を行う」のほかに「裁く」「処罰する」の意を帯びる。ここでは独裁者たち(バッキアス家)を討ち倒してコリントスに正義をもたらす、あるいはコリントスを厳しく裁く・処罰するという両義的な響きを持つ。
- 14.90πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει
動詞 θήσει(τίθημι の未来形)が二重対格(目的語 πολλὰς Ἀργείων と述語形容詞 ἀμφιδρυφέας)を従える使役・結果構文。「多くのアルゴスの女たちを両頬をかきむしる(悲嘆に暮れる)状態にする」の意。
- 14.93μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν
不定詞 μένειν および ὑποχωρεῖν は命令を表す不定詞(infinitive for imperative)。文脈上アテナイ人への指示・勧告を表す。主語の格は対格ではなく主格(σύ)および主格形容詞(ἥσυχος)で保たれている。
- 14.96πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται
διὰ ... δάσηται は動詞 διαδατέομαι(「徹底的に引き裂く、分け尽くす」)の分断(tmesis)であり、接続法アオリスト。否定文(οὐδέ ἑ φημι σχήσεσθαι)に続く πρίν 節として接続法を伴い、「これら二つのうち一方を徹底的に引き裂いてしまうまでは(引き下がることはない)」の意を導く。
