← ギリシア詞華集

ギリシア詞華集 5

§14.56-14.70

事物や怪獣スピンクスの謎と歴史的神託

鏡・ナツメヤシ・アーティチョーク・アルゴー船・書字板・松脂・毬などの事物をめぐる謎解き詩、怪獣スピンクスの描写とその有名な謎、およびホメーロス、ラーイオス、カリュストス、リュクールゴスらに下された神託群を収める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
56

​Anonymi Epigrammatici εἰς εἴσοπτρον ἄν μʼ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας, ἀλλʼ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα. ἂν δʼ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει φωνή, ἐμοὶ δὲ μάτην χείλεʼ ἀνοιγόμενα.

無名詩人鏡について 汝が私を見つめるなら、私も汝を見つめる。汝は瞼をもつ目で見ているが、 私は瞼で見ているのではない。なぜなら瞼を持たないからだ。 汝が望むなら、私は声なしに語りかける。汝には 声が具わっているが、私にあるのは空しく開かれる唇だけなのだ。

​Anonymi Epigrammatici εἰς φοινίκων βάλανον οὔνομα μητρὸς ἔχω· γλυκερώτερός εἰμι τεκούσης· ἀλλʼ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω· ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δʼ ἔγωγε τρωκτὸς ἅπας, μοῦνον δʼ ἔντερʼ ἄβρωτα φέρω.

無名詩人ナツメヤシの実について 私は母の名をもつ。産みの親よりも甘い。 だが母は丈高く、私は小さくある。 母は頭(芽)のほかは食えないが、私は ことごとく食べられ、ただ腹わた(種)だけを食べられないものとして持つ。

​Anonymi Epigrammatici εἰς κινάραν ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη· σφαίρῃ δʼ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.

無名詩人アーティチョークについて 私は頭がないのに脳髄を帯びている。青々としながら 長い首から伸びて、大地より持ち上がっている。 笛の上の球のように私は見える。もし汝が 我が脇腹の内を探るなら、私は母の父を内に抱いている。

​Anonymi Epigrammatici εἰς τὴν Ἀργώ υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα † μηληστῶν πάντων ἔκτανον ἡγεμόνα. αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν τίκτον, χαλκείη, καὶ πάρος ἀνδρομέη.

無名詩人アルゴー船について ただ一つの腹に五十人の息子たちを宿し、 私はすべての略奪者たちの首領を殺した。 しかし彼が死んだのは二度目である。彼を産み落としたのは 二つの腹であり、青銅のものと、その前の人間のものであったからだ。

60

​Anonymi Epigrammatici Δελτός ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος· εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον· κλειομένη σιγῶ· λαλέω δʼ, ὅταν ἐκπετάσῃς με, κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.

無名詩人書字板 森が私を産み、鉄が新たに仕立て上げた。 私はムーサたちの秘めやかな受け皿である。 閉じられているときは沈黙しているが、汝が私を広げるとき語りかける、 アレース(鉄筆)のみを言葉の友として。

​Anonymi Epigrammatici οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ, πῦρ δὲ πατήρ, βῶλος δʼ εἰμὶ μελαινομένη· ἢν δὲ μʼ ἔσω κεράμοιο πατήρ τήξῃσι βαθείης, ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.

無名詩人 私は山々で生まれ、木が我が母となり、 火が父となり、黒ずむ塊となっている。 もし父が深い陶器の内において私を溶かすなら、 私は海を往く車(船)の傷口を救う。

​Anonymi Epigrammatici εἰς σφαῖραν λίην ἔντριχός εἰμι, τὰ φύλλα δέ μου κατακρύπτει τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δὲ τίς ἐστιν εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος..

無名詩人毬について 私はひどく毛深い。だが我が皮(革片)が 毛を覆い隠し、孔はいずこにも見えない。 多くの幼き少年たちに弄ばれるが、もし誰かが 投げることに不器用であるなら、その者はロバのように立ち尽くす。

​Mesomedes ἕρπουσα, πετωμένα, βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ. τὰ δʼ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθʼ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά, οὔτʼ ὄρνις ὅλον δέμας, οὔτε θήρ· κόρη γὰρ ἐφαίνετʼ ἄνευ ποδῶν, κεφαλὰν δʼ οὐκ ἔσχε βρέμουσα θήρ. φύσιν εἶχεν ἄτακτα κεκραμέναν, ἀτέλεστα τέλεια μεμιγμέναν.

メソメーデース 這い、飛び、歩み行く乙女、 まがいの足跡を踏みしめる素早き雌獅子。 前部は翼ある女であり、 中部は吠えたける雌獅子の野獣、 後部はとぐろを巻く蛇であった。 這うものとして走り去るでもなく、女でもなく、 体全体が鳥でもなく、野獣でもない。 足のない乙女として現れ、 吠える獣は頭を持たなかった。 秩序なく混じり合わされた自然をもち、 未完成なものと完全なものとが混ぜ合わされていた。

​Anonymi Epigrammatici τὸ αἴνιγμα τῆς Σφιγγός ἔστι δίπουν ἐπὶ γῆς, καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται, ἀνὰ τʼ αἰθέρα καὶ κατὰ πόντον. ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

無名詩人スピンクスの謎 地上には二足のもの、四足のもの、そして三足のものがおり、その声は一つである。 大地を這い動くもの、気中を、また海中を行くあらゆるものの中で、それだけが姿を変える。 しかし、最も多くの足に頼って歩むときこそ、 その四肢の速さは最も鈍いものとなる。

65

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς Ὁμήρῳ ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.

無名詩人ホメーロスに与えられた神託 母の故郷であるイオス島がある。そこがお前が死したとき 迎え入れるだろう。しかし幼き童たちの謎に用心せよ。

​Anonymi Epigrammatici ἕτερος πρὸς τὸν αὐτόν ὄλβιε καὶ δύσδαιμον (ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι), πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης Μίνωος γαίης οὔτε σχεδόν, οὔτʼ ἀποτηλοῦ ἐν τῇ μοῖρʼ ἐστίν σε τελευτῆσαι βιότοιο, εὖτʼ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν,1 τὴν δʼ ἀθανάτοις ἰσόμοιρον, ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.

無名詩人同じ者への別の神託 幸いにして不運なる者よ、お前は双方の運命のもとに生まれたのだから。 お前は故郷を尋ね求めている。だがお前には父の都ではなく母の 母なる都市が島にある。広大なるクレーテーの、 ミーノースの地から近くもなく遠く離れてもいない島に。 その地において、お前が生の終わりを迎えることが定められている、 曲がりくねった言葉で語られた、理解しがたい歌を 童たちの口から聞きながら、お前が悟らないときに。 なぜならお前は二つの生の分け前を得たからだ。一方は二つの太陽を 遮られた暗きものであり、他方は不死の神々と等しき分け前であって、 生きているときも死したのちも続く。だが死してのちは、お前はなおいっそう老いることがない。

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς Λαΐῳ τῷ Θηβαίῳ Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς. δώσω τοι φίλον υἱὸν ἀτὰρ πεπρωμένον ἐστί, τοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.

無名詩人テーバイ人ラーイオスに与えられた神託 ラブダコスの子ラーイオスよ、汝は幸福なる子孫を求めている。 汝に愛しき息子を授けよう。しかし、 その子の手によって光を失う(死ぬ)定めである。私がそのように頷いたからだ。

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς Καρύστῳ Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο, Κάρυστε, Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·2 ἔνθʼ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.

無名詩人カリュストスに与えられた神託 名高きケイローンが愛しき子、カリュストスよ、 ペーリオンを後に去り、エウボイアの突端に至れ。 そこに神聖なる地を創建することが、汝に神託によって定められている。

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς Λυκούργῳ ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσιν. δίζω ἤ σε θεὸν μαντεύσομαι, ἠέπερ ἄνδρα· ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.

無名詩人リュクールゴスに与えられた神託 リュクールゴスよ、汝は我が富める神殿へとやって来た、 ゼウスに愛され、オリュンポスの館を領するすべての神々に愛された者よ。 汝を神と託宣すべきか、それとも人間と託宣すべきか、私は迷う。 だがなおさら神であろうと私は期待する、リュクールゴスよ。

70

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς ἐκ τοῦ Σαράπιδος μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν,3 ξένε· ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.

無名詩人サラピスより与えられた神託 異邦人よ、運命を呪うな、神々を決して咎めるな。 父が汝を種播いた、その時節(星回り)を咎めよ。

構文注3 件
  1. 14.66ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν

    先行する δοιὰς ζωῆς μοίρας に対する同格的分割配分(ἣν μέν ... τὴν δέ)。ἠελίων δισσῶν は欠如・奪格的属格で、形容詞 ἀμαυράν を修飾し、「二つの太陽(両目の視力)を奪われて暗い」の意をなす。

  2. 14.68ἵκεσθαι

    命令を表す不定詞(infinitivus pro imperativo)。神託特有の簡潔な託宣文体において、直前の分詞 ἐκπρολιπών を伴って「ペーリオンを去りて至れ」と命令・指示の意匠を担う。

  3. 14.70μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν

    否定詞 μή の反復による強調構文。次行から補われる動詞 μέμφου(μέμφομαι)は対格 θεούς(咎める対象)を直接目的に取り、μηδέν は副詞的対格(内的な程度副詞「いささかも…ない」)として機能する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.56-14.70