← ギリシア詞華集

ギリシア詞華集 5

§13.1-13.19

多様な韻律による奉納詩と墓碑銘

多様な韻律形式(五歩格、跛行三歩格、混合韻律等)で詠まれたフィリッポス、テオクリトス、アナクレオン、カリマコス、シモーニデースらによる奉納詩・墓碑銘・祝勝詩集(アンソロギア・パラティナ第13巻1–19番)。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

​Philippus Πεντάμετρον μόνον Χαῖρε θεὰ Παφίη· σὴν γὰρ ἀεὶ δύναμιν κάλλος τʼ ἀθάνατον καὶ σέβας ἀμβρόσιον πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς· πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.

フィリッポス 五歩格のみ パポスの女神よ、御身に幸いあれ。御身の力、 不死の美、そして神々しき威厳を、 儚き日々の死すべき人間たちは皆、 あらゆる物語において、また美しき行いにおいて常に崇めております。 御身は至る所で、すべての人々に御身の栄誉を示しておられるからです。

​Phaedimus τρίμετρον Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον1 Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.

パイディモス 三歩格 ゼウスの使者よ、ケーピシアの若者カリストラトスが、 同輩の姿を分かち持つ像をあなたに奉納しました。 主よ、それを喜んで受け入れ、 アポロドロスの息子とその祖国をお救いください。

​Theocritus χωλὸν τρίμετρον ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.

テオクリトス 跛行三歩格 詩人ヒッポーナクス、ここに眠る。 邪な者であるなら、この墓に近づくな。 だが、誠実にして善き人々の出であるなら、 気兼ねなく腰を下ろし、望むならまどろむがよい。

​Anacreon τετράμετρον ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλων ὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην.

アナクレオン 四歩格 勇敢な友らの中で、アリストクレイデースよ、まずそなたを悼む。 そなたは祖国の隷属を防ごうとして、その若さを失った。

5

​Phalaecus τρίμετρον μείουρον ἢ κόλουρον νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων. ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. — καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής. ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. — καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; — Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.

パライコス 尾縮あるいは欠損三歩格 「私は二重走で勝つ」「だが私はレスリングで」「私は五種競技で」「だが私は拳闘で」 「ところで、お前は誰だ」「ティモデーモスだ」「だが私はクレタ人だ」 「私はクレーテウスだ」「だが私はディオクレースだ」 「してお前の父は誰だ」「クレイノスだ」「我らと同じだな」 「ところでどこで勝った」「イストモスで」「お前はどこで勝った」

​Phalaecus ἑνδεκασυλλάβιον τρίμετρον οὕτω καλούμενον τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα τοῦ κωμῳδογέλωτος, εἰς θρίαμβον κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν, ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη. ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ· μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ ἔν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα ἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς.

「ネメアの草原で、それにヘーラーの社でだ」 パライコス いわゆる十一音節三歩格 喜劇の笑い声を象ったこの華麗な肖像を、 祝勝のために蔦と花冠で飾り、 リュコーンの記念碑となるよう、私が建てた。 かの人は生前、いかに輝かしい人物であったことか。 談話の場においても酒宴においても愛すべき人であったかの人の、 この記念碑は、その姿を後の世に示す手本として、今もなお献げられている。

​Callimachus κωμικὸν τετράμετρον ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼν ἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην, Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.”

カリマコス 喜劇四歩格 リュクトスの人メノイタースは、これらの弓を次のように言って 奉納した。「サラピスよ、受け取られよ。弓と矢筒をあなたに捧げます。 だが矢のほうは、ヘスペリスの人々が持っております」

​Theodoridas Ἑσπερῖται τετράμετρον Ἀρχιλόχειον ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας, Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.2

テオドリダース ヘスペリスの人々 アルキロコス風四歩格 長距離走により、速さで制した者として、この鍛造の青銅の釜を、 アリストマケースの息子パイースが勝ち取った。

​Callimachus Πεντάμετρον βακχικόν. ἔστι δʼ οὐ τέλειον τὸ ἐπίγραμμα ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

カリマコス バッコス風五歩格。なお、この詩は未完である 葡萄酒の豊かなキオスからエーゲ海を渡って、多くの 壺がやって来る。レスボスの葡萄の花香る美酒を運ぶ多くの壺も。

10

​Callimachus τετράμετρον ἑκκαίδεκα συλλαβῶν. οὐ δὲ τοῦτο τέλειον ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας ἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω

カリマコス 十六音節四歩格。これもまた未完である わが命の唯一の甘き光を奪い去った船よ、 港を見守るゼウスにかけて、私はそなたに嘆願する。

​Simonides πεντάμετρον ὑπορχηματικόν α. τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; β. Δωριεὺς ὁ Θούριος. α. οὐ Ῥόδιος γένος ἦν; β. ναί, πρὶν φυγεῖν γε πατρίδα, δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.

シモーニデース 舞踊歌風五歩格 甲:誰がこの像を奉納したのか。 乙:トウリオイのドーリエウスです。 甲:生まれはロドス人ではなかったか。 乙:ええ、祖国を追放される前までは。 その恐るべき手で、多くの過酷で暴力的な業を犯したためです。

​Hegesippus ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενον ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα, βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός, οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο· ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός,3 ἵκετο πάτρην Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.

ヘーゲーシッポス 六歩格に三歩格を添えたもの あの日よ、滅びよ。そして不吉な暗闇の夜よ、 吹き荒れる海の凄まじい轟きよ。 それらはかつて船を呑み込み、その船上で心優しき アブデーリオーンは、甲斐なく神々に祈っていた。 船はことごとく砕かれ、彼は大波によって 険しいセリーポス島へと押し流された。そこで 敬虔な異郷の友らの手により火葬の礼を受け、 青銅の壺に包まれて、故郷アブデーラへと帰ったのである。

​Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ πεντάμετρον, εἶτα τρίμετρον τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός, εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ, Κυδωνιάτας Κρησίλας εἰργάξατο.

無名詩人 六歩格ののち五歩格、ついで三歩格 ポリュムネーストスの愛児ピューレースがこれを奉納した。 トリトゲネイアなるパラスへ、十分の一の献げ物として祈願して。 キュドーニアの人クレーシラースがこれを制作した。

​Simonides ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρον Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται, νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας, Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία, δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ· τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.

シモーニデース 六歩格ののち五歩格と二つの三歩格、ついで六歩格 アルゴスの短距離走者ダンデース、ここに眠る。 馬を育む祖国に輝かしい勝利の誉れをもたらし、 オリュンピアで二度、ピュートーで三度、 イストモスで二度、ネメアで十五度。 そのほかの勝利は、数え上げることが容易ではない。

15

​Anonymi Epigrammatici ἐπὶ δύο ἑξαμέτροις πεντάμετρον εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκων τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ, τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.

無名詩人 二つの六歩格ののち五歩格 私はカリムブロトスの息子ディコーンである。私は ネメアで四度、オリュンピアで二度、ピュートーで五度、 イストモスで三度勝った。そしてシュラクサイ人の町を冠で飾る。

​Anonymi Epigrammatici ἐπὶ τρισὶν ἑξαμέτροις πεντάμετρον. Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί· ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα εἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶν Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.4

無名詩人 三つの六歩格ののち五歩格 スパルタの王たちはわが父であり、また兄弟である。 駿足の馬の戦車によって勝利を収めたキュニスカが この像を建てた。全ヘラスの女たちのうち、 この冠を得たのは私ただ一人であると私は言明する。

​Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ δίμετρον Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ ἔθρεψε Πειρήνης ἄπο.

無名詩人 六歩格ののち二歩格 イピーオーンが自らの手でこれを描いた。 かつてペイレーネーの泉の水が育んだ男である。

​Parmeniscus ἐπὶ ἑξαμέτρῳ ἑνδεκασύλλαβον χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου, ἥτις κεντροραγὴς βαλοῦσα παῖδα,5 ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου Παρμένων χρυσέης κύρησε νίκης. Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆες πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.

パルメニスコス 六歩格ののち十一音節 青銅の細工よ、快速の牝馬の勝利の歌と称されるがよい。 その馬は拍車に促され、騎手を振り落としながらも、 裸のまま平坦な走路を駆け抜けた。そのおかげで パルメノーンは黄金の勝利を手にしたのだ。 ポークリトスよ、アミュクライの王たちはそなたの息子に、 父祖伝来の競技で勝利の分け前を得ることを許したのだ。

​Simonides ἐπὶ ἑξαμέτρῳ ἑννεασύλλαβον ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποσὶ Νικολᾴδας, καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου· Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα ἀκτὴ Ποντομέδοντος ἆθλον· καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ, καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ, καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ· ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.

シモーニデース 六歩格ののち九音節 デルポイにおいて走力で勝者となったコリントスの人ニコライダースが、 この記念像を奉納した。 彼はパナテナイア祭においても五つの競技で勝利し、 オリーブ油のアンポラを次々と勝ち取った。 聖なるイストモスでは、海を統べる神の岬が、 彼が立て続けに三度勝利を収めたことを知っている。 ネメアでも彼は三度勝ち、さらに四度は ペレーネーで、リュカイオンで二度、 テゲアでも、アイギナでも、剛勇のエピダウロスでも、 テーバイでも、メガラの民の地でも勝った。 プリウースでは短距離走と五種競技で勝利を収めて、 大いなるコリントスを喜ばせたのである。

構文注5 件
  1. 13.2μορφῆς ξυνὸν ἥλικος τύπον

    ξυνόν(同等な、共有の)が名詞 τύπον(姿、模像)を修飾し、属格 ἥλικος(同齢の友の)が係っている。「同輩の友と共通の(あるいは同輩の姿を分かち持つ)像」を意味し、同朋・相棒の若々しい容貌をかたどった像を表す二重の限定関係となっている。

  2. 13.8ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας, / Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.

    主節の骨格は「Πᾶις Ἀριστομάχειος(主語)... ἀνείλετο(主動詞)τόνδε σφυρήλατον χάλκεον λέβητα(直接目的語)」。前置詞句 ἐκ δολίχου(長距離走から)は勝利の契機・競技を示し、分詞構文 ὡς τάχει κρατήσας(速さによって制した者として)が主語 Πᾶις の動機・様態を説明している。

  3. 13.12προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός

    λαχών は λαγχάνω(分け前として得る)のアオリスト能動分詞で、属格 πυρός(火)を直接目的語として従える(「火の分け前を得て」、すなわち「火葬に付されて」)。προξείνων ὑπὸ χερσί(異郷の庇護者の手によって)は行為の主体を示す前置詞句。

  4. 13.16μόναν δέ με φαμι γυναικῶν / Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.

    対格不定詞構文。主動詞 φαμί(私は言う)に対し、με(私を)が不定詞 λαβεῖν(得ること)の意味上の主語であり、μόναν γυναικῶν(女たちのうち唯一人として)がこれと一致する述語対格。Ἑλλάδος ἐκ πάσας(全ギリシアから)は分離・出所の前置詞句。

  5. 13.18κεντροραγὴς βαλοῦσα παῖδα

    κεντροραγής(拍車・突き棒によって突かれた)は牝馬(θοῆς πώλου)を指す関係代名詞 ἥτις の主格補語的形容詞。βαλοῦσα は βάλλω のアオリスト分詞で「(少年騎手を)振り落として」の意。パルメノーン自身の騎乗ではなく、馬が自ら走り切って勝利した劇的な状況を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:13.1-13.19