- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:26.1-27.3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
著者はアリストテレスに従い、反駁を「名辞に向けられたもの」と「思考に向けられた(反する)もの」に二分する説を批判し、両者が同一の事態を指していること、およびその区分がすべての誤推論を網羅しえないことを論じる。
10. Καὶ ἡμεῖς μὲν οὕτω τοὺς τῶν σοφιστῶν ἐλέγχους κατ’ εἴδη καὶ κατὰ γένος διῃρήκαμέν τε καὶ ἐδιδάξαμεν καὶ πρώτην αὐτῶν ἐκείνην καὶ κοινοτάτην διαίρεσιν πεποιήμεθα, καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν τοὺς δὲ ἐκτὸς τῆς λέξεως ὠνομάκαμεν. ἀλλ’ εἰσὶν οἳ τούτοις μὲν οὐ στοιχοῦσιν, ἑτέραν δὲ παρ’ αὐτῶν καὶ καινοτέραν τὴν ἀνωτάτω ποιοῦνται διαφοράν· τοὺς μὲν γάρ φασιν εἶναι πρὸς τοὔνομα τοὺς δὲ παρὰ τὴν διάνοιαν. ταῦτα δὲ εἰ μὴ ταὐτὰ ἀλλ’ ἕτερα, καὶ εἰ πάσας ἔχει τὰς ἀποδεδομένας τῶν σοφισμάτων ἰδέας, καὶ ἐπὶ πᾶσιν εἰ καλῶς οὕτω λέγεται καὶ διῄρηται, ἐπισκεψώμεθα λογικώτερον. καὶ πρῶτον μὲν ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν, ἀλλ’ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ἢ ὅταν1 μὴ χρῆται τῷ ὀνόματι ὁ ἐρωτῶν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ καὶ ἐφ’ ᾧ σημαινομένῳ ὁ ἐρωτηθεὶς διανοούμενος ἔδωκεν; τὸ δ’ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· ψιλὸν γὰρ ὥσπερ περιστρέφει τὸ ὄνομα διαφόροις ἐφαρμόττων πράγμασιν. ὡς ἂν δὲ σαφέστερα ἃ λέγομεν γένοιτο, ἐπὶ τῶν ὁμωνύμων γυμνάσωμεν. πρὸς γὰρ τὸν ἐρωτήσαντα ‘ἆρά γε ὁ κύων ὑλακτεῖ;’ ἢ ‘ὁ ἀετὸς πτηνόν;’ εἴ τις δώσει οἰόμενος ἐρωτᾶσθαι περὶ τοῦ χερσαίου ἢ τοῦ ἐν ἀέρι, ὁ δὲ μὴ ἐπὶ τούτοις χρῆται ἀλλὰ μεταφέρει τὸ ὄνομα ἐπὶ τοὺς θαλαττίους, εἶτα δεικνύει τὸν ἀποκριθέντα ψευδόμενον, εἰς ἓν τὰ εἰρημένα συνάγεται·2 ἥ τε γὰρ διάνοια ἑκατέρων διάφορος καὶ οὐ πρὸς τὸ αὐτό, καὶ τὸ μεταπῖπτον διὰ τὸ πλεῖστα σημαίνειν τὸ ὄνομα τῆς πλάνης αἴτιον. εἰ δὲ μὴ τὸ ὄνομα σημαίνει πλείω, ἢ καὶ σημαῖνον ὡς ἓν δηλοῦν ὑπὸ τοῦ ἐρωτῶντος καὶ ἀποκρινομένου ὑπολαμβάνεται, ἀπάτη μὲν οὐκ ἔσται, πάλιν δὲ ταὐτὸν ἔσται ἄμφω· οἷον τὸ ἓν καὶ τὸ ὂν ἴσως πολλὰ σημαίνει, ὁ μέντοι Παρμενίδης καὶ Ζήνων ἓν ἄμφω καὶ καθ’ ἑνὸς σημαινομένου τιθέμενοι εἰ ἕτερος ὑφ’ ἑτέρου προσηρωτᾶτο, εἰ ἓν τὸ ὂν καὶ μονοειδές, καὶ ὁ διδοὺς ἓν εἶναι Ζήνων καὶ ὁ λαμβάνων Παρμενίδης ἀμφότεροι καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ἀλλήλων διειλεγμένοι εἴησαν. εἰ δέ τις πολλὰ οἴεται σημαίνειν καὶ ἐρωτήσει, οὐ πρὸς τὴν διάνοιαν αὐτοῦ δῆλον ὅτι ἀπηντηκὼς ἔσται ὁ ἀποκριθεὶς ἕν, ὥς γε εἴρηται. καὶ τοῦτο μὲν οὕτως. ἔπειτα δὲ τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν οὐκ ἐπὶ πάντας φθάνει τοὺς παραλογισμούς, ἀλλὰ περὶ μόνους τούτους ὅσοι πλείω σημαίνουσιν. εἶεν δ’ ἂν τῶν ἐντὸς τῆς λέξεως μόνοι οἱ κατὰ τὸ ὁμώνυμον καὶ ἀμφίβολον οἵ τε παρὰ προσῳδίαν καὶ κατὰ τὴν ὁμοιοσχημοσύνην. ἄλλως τε οὐδ’ ἐν τούτοις αὐτοῖς ἀεὶ τὸ αἴτιον ἐν τῇ λέξει, ἵν’ ᾖ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, ἀλλ’ ἔστιν ὅτε πρὸς τὸ ποιὸν εἶναι τὸν ἐρωτῶντα ἢ ἀποκρινόμενον. οἰηθείη γὰρ ἄν τις τό τε μονοειδὲς πολύσημον καὶ τὸ ἔμπαλιν, ὡς δὲ ἔχει, καὶ δώσει καὶ ἀπολήψεται. ἔτι εἰ ἀποδέδεικται τοὺς αὐτοὺς εἶναι τοὺς παρὰ τὴν διάνοιαν τοῖς πρὸς τοὔνομα, πάντας δὲ ἐκεῖνοι τῇ διαιρέσει συνέχειν ᾤοντο, ἔσονται πάντες πρὸς ἓν τοῦτο συγκεκλεισμένοι τὸ κατὰ τὸ ὄνομα. ἀλλὰ μὴν τοῦτο ἐν τοῖς ἐντὸς τῆς λέξεως παραλογισμοῖς ἐθεωρεῖτο μόνοις καὶ τούτοις οὐ πᾶσι.
10. そしてわれわれはこのようにしてソフィストたちの論駁を種および類に従って区分して教授し、それらのあの最初の、最も共通な区分を行い、それらのうちあるものを表現によるもの、他のものを表現の外にあるものと名づけた。しかし、これらに従わず、自らによる別の、より新しい最上位の差異を設ける人々がいる。というのも彼らは、ある[論駁]は名辞に向けられたものであり、他の[論駁]は思考に反するものであると言うからである。そこで、これらが同じものではなく別のものであるのか、また提示された詭弁のすべての形相を含んでいるのか、そしてすべての[詭弁]に対してこのように語られ区分されることが適切であるのかを、より論理的に考察しよう。まず第一に、名辞に向けられた議論と、思考に反する議論とが別々にあって同一のものではないと想定することは不条理である。なぜなら、思考に向けられていないこととは、質問者が、問われた者が考えて認めたあの概念および意味において名辞を用いない場合以外の何であろうか。しかし、このまさに同じことが名辞に向けられたことでもある。というのも、彼は名辞を様々な事柄に当てはめて、いわば単なる名辞を転がしているからである。われわれの述べていることがより明瞭になるよう、同音異義語において練習してみよう。実際、「犬は吠えるか」あるいは「鷲は飛ぶ鳥か」と問うた者に対して、ある人が陸の[犬]や空中の[鷲]について問われていると思って[「そうだ」と]認め、他方で質問者がこれらに関して[名辞を]用いるのではなく海のものへと名辞を転じ、その上で回答者が偽りを言っていると示すなら、述べられた事柄は一つのことに帰着する。なぜなら、両者の思考は異なっていて同一のものに向かっていないし、名辞が極めて多くのものを意味することによって移り変わることが誤認の原因だからである。だが、もし名辞が複数のものを意味しないか、あるいは意味するとしても、一つのことを明らかにしていると質問者と回答者によって想定されているなら、欺きは生じないであろうが、やはり両者は同一のことになるであろう。例えば、「一」や「有」はおそらく多くのことを意味するが、パルメニデスとゼノンは両者とも一であり単一の意味において[語られる]としており、もし一方が他方によって「有は一であり単一の形相のものか」と問われたなら、一であると認めるゼノンとこれを受け取るパルメニデスの双方は、互いの名辞に対しても思考に対しても論じ合っていたことになるであろう。しかし、もしある人が多くのことを意味していると考えて問いかけるなら、一と答えた者は、すでに述べられたように、明らかに質問者の思考に応えていないことになる。そしてこのことはこの通りである。さらに次に、名辞に向けられていることと思考に反していることとは、すべての誤推論に及ぶのではなく、複数のものを意味するこれら[の議論]のみに関わる。そしてそれは、表現の内部にあるもののうち、同音異義と曖昧文によるもの、および高低アクセントによるものと語形の類似によるものだけであろう。その上、これら自体においても、名辞に向けられ思考に反するものとなるための原因が常に表現の中にあるわけではなく、質問者や回答者がどのような者であるかに関わることが時としてある。というのも、ある人は単一の形相のものが多義的であると思ったり、その逆と思ったりするかもしれず、[自らが]どう受け取っているかに応じて[前提を]与えもすれば受け取りもするからである。さらに、もし思考に反する議論が名辞に向けられた議論と同一であることが証明されており、しかも彼らがあの区分によってすべてを包摂していると考えていたとするなら、すべては名辞に基づくこの一つのものへと閉じ込められることになるであろう。だが実際には、このことは表現の内部にある誤推論においてのみ、しかもそれらのすべてにおいてではなく考察されていたのである。
- 1.10τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλ’ ἢ ὅταν
修辞的疑問文における慣用語法「τί ... ἀλλ’ ἤ」(〜以外に何があろうか)の構文。「ὅταν μὴ χρῆται...」節全体が「ἀλλ’ ἤ」に導かれる例外規定・実質的内容として「τί」に対する答え(述語的要素)となっている。
- 1.10πρὸς γὰρ τὸν ἐρωτήσαντα ... συνάγεται
長文の構文骨格。「πρὸς ... τὸν ἐρωτήσαντα」の前置詞句が条件節内の動詞「δώσει」等と対置され、条件節「εἴ τις δώσει ... ὁ δὲ μὴ ἐπὶ τούτοις χρῆται ... εἶτα δεικνύει ...」の中で回答者と質問者の行動が対比された後、「εἰς ἓν τὰ εἰρημένα συνάγεται」が帰結的主節となっている。
