- 底本
- Michael, In Librum Quintum Ethicorum Nicomacheorum Commentarium. Commentaria in Aristotelem Graeca XXII.3, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-72. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg006.humanitext-grc1:42.25-43.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ミカエルはアリストテレスが本来的な意味での正しさをポリス的正義(市民的正義)と同定した箇所を注解し、それが自由かつ均等な人々の共同関係に基づくものであること、また「比例に従う」と「数に従う」という区分が各種の政体(民主制・寡頭制・貴族制)や家庭内の正しさにどのように対応するかを説明する。
" Δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ζητούμενόν ἐστι καὶ τὸ ἁπλῶς δίκαιον." Τὸ ἁπλῶς ἀντὶ τοῦ κυρίως καὶ ἀληθῶς δίκαιον. δείξας ὅτι τοῦ δικαίου τὸ μὲν διανεμητικόν, τὸ δὲ διορθωτικόν, ὧν τὸ μὲν ἦν κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν, τὸ δὲ ἐπανορθωτικὸν κατὰ τὴν ἀριθμητικήν, ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ τὸ δίκαιον πολλαχῶς λέγεται, περὶ ποίας δικαιοσύνης καὶ ποίου δικαίου τὸν λόγον πεποίηται λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ·1 περὶ γὰρ τοῦ τοιούτου καὶ ἡ ζήτησις, οἷον πότερον ἡ πρᾶξις αὕτη δικαία ἢ οὔ, καὶ πότερον ἑκάστῳ δικαίως διανενέμηται ἡ γῆ ἢ τὰ χρήματα ἢ οὔ. περὶ τοῦ πολιτικοῦ οὖν δικαίου ὁ λόγος, ὅτι καὶ ἁπλῶς καὶ κυρίως τοῦτο δίκαιόν ἐστιν, ὃ καὶ περιγράφοντες καὶ ὑπ’ ὄψιν τιθέντες λέγομεν αὐτὸ εἶναι κατὰ κοινωνίαν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν, ἐλευθέρων καὶ ἴσων.2 εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν ἀνθρώπων ἐλευθέρων καὶ ἴσων βίου κοινωνούντων πρὸς τὸ εἶναι αὐτάρκειαν (κοινωνοῦντες γὰρ καὶ ἀνταλλαττόμενοι αὐτάρκεις γίνονται οἱ ἄνθρωποι) εἰπὼν δὴ ὅ τι ποτέ ἐστι τὸ πολιτικὸν δίκαιον ἐπήγαγεν3 ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμόν, διὰ μὲν τοῦ εἰπεῖν κατὰ ἀναλογίαν δηλώσας τὸ διανεμητικὸν δίκαιον, διὰ δὲ τοῦ κατὰ ἀριθμὸν τὸ ἐπανορθωτικόν· τοιοῦτον γὰρ τὸ πολιτικὸν δίκαιον. συντηρητικὸν γὰρ καὶ σωστικόν ἐστι τῆς τῶν ἐλευθέρων καὶ ἴσων κοινωνίας· σῴζεται γὰρ ἡ κοινωνία τῶν διανομῶν κατὰ ἀναλογίαν καὶ ἰσότητα γινομένων καὶ τῶν ἀδικημάτων ἐπανορθουμένων. καὶ σκόπει τὴν Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως διὰ τοῦ εἰπεῖν ἢ κατὰ ἀναλογίαν ἢ κατὰ ἀριθμὸν ἐνέφηνε τὰ εἴδη πασῶν τῶν πολιτειῶν, διὰ μὲν τοῦ κατὰ ἀριθμὸν τὸ τῆς δημοκρατίας εἶδος· ἴσοι γὰρ κατὰ ἀριθμὸν ἐν δημοκρατίᾳ οἱ κοινωνοί, ὡς ἐν ταῖς Πολιτείαις ἀκριβέστατα λέγει. πάντες γὰρ οἱ ἐν δημοκρατίᾳ ἴσους ἑαυτοὺς ὑπολαμβάνουσιν· ἐλευθερίᾳ γὰρ τὴν ἰσότητα κρίνουσιν. διὰ μὲν οὖν τοῦ κατ’ ἀριθμὸν τὴν δημοκρατίαν ἐδήλωσεν, διὰ δὲ τοῦ κατὰ ἀναλογίαν τὴν ὀλιγαρχίαν καὶ ἀριστοκρατίαν. εἰ δὴ τοῦτό ἐστι τὸ πολιτικὸν δίκαιον, ὅσοις μή ἐστι τοῦτο, τουτέστιν ὅσοις μή ἐστι τὸ κοινωνεῖν κατὰ ἀνταλλαγὴν ἢ διανομήν, ἐν τούτοις οὐκ ἔστι τὸ πολιτικὸν δίκαιον, ἀλλά τι δίκαιον καθ’ ὁμοιότητα, ὥσπερ πατρὸς πρὸς υἱόν, καὶ ἀνδρὸς πρὸς γυναῖκα, καὶ δούλου πρὸς δεσπότην· ἐν γὰρ τούτοις οὐκ ἔστι πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλὰ τὸ οἰκονομικὸν καὶ δεσποτικόν. τίνα δὲ ταῦτα τὰ δίκαια, εἶπεν ἐν ταῖς Πολιτείαις.
「しかし探求されている事柄は、無条件的[本来]の正しさでもあるということを看過してはならない。」 「無条件的に」とは、本来的にかつ真実の正しさということを意味している。正しさのうち一方は配分的であり他方は是正的であること、そしてこれらのうち前者は幾何学的比例に従い、他方である補整的なものは算術的比例に従うことを示したうえで、正義も正しさも多義的に言われるのであるから、自分がいかなる正義といかなる正しさについて議論をなしてきたのかを述べて、ポリス的[政治的]な正しさについてである、と彼は言う。なぜなら探求もまたそのような正しさに関わるものだからであり、例えば、この行為は正しいのか否か、あるいは各人に土地や金銭が正しく配分されたのか否か、といったことである。したがって議論はポリス的正しさについてなのであり、それというのも、これが無条件的かつ本来的に正しさであるからであり、これこそ我々が輪郭を描き目の前に提示しながら、自足が存在することを目指す、自由にして均等な者たちの生における共同関係に従うものである、と述べるものに他ならない。そこで、自由にして均等な人々が自足が存在することを目指して生の共同関係をもつこと(なぜなら人間は共同関係をもち交換し合うことによって自足的になるからである)に関わるものが正しさであると述べたうえで、ポリス的正しさが一体何であるかを述べたうえで、彼は「比例に従うか、あるいは数に従うか」と言葉を続けたが、「比例に従う」と言うことを通じて配分的正しさを明らかにし、「数に従う」ことを通じて補整的正しさを明らかにしたのである。なぜならポリス的正しさとはそのようなものだからである。実にそれは自由にして均等な者たちの共同関係を保持し救うものなのである。なぜなら配分が比例と均等さに従ってなされ、不正な行為が補整されることによって、共同関係は保たれるからである。そしてアリストテレスの明敏さに注目せよ。「比例に従うか、あるいは数に従うか」と言うことを通じて、彼がいかにしてすべての政体の種を示したかを見よ。すなわち「数に従う」ことを通じて民主制の種を示したのである。なぜなら民主制においては共同する者たちは数において均等だからであり、このことは『政治学』において極めて正確に述べられている通りである。民主制におけるすべての者は自分たちを互いに均等であると考えているからであり、自由によって均等さを判断するからである。したがって「数に従う」ことを通じて彼は民主制を明らかにし、「比例に従う」ことを通じて寡頭制と貴族制を明らかにしたのである。それゆえ、もしこれがポリス的正しさであるとするなら、これを持たない者たち、すなわち交換や配分に従う共同関係を持たない者たちの間にはポリス的正しさは存在せず、類似によるある種の正しさ、例えば父の息子に対する正しさ、夫の妻に対する正しさ、奴隷の主人に対する正しさのようなものが存在するのみである。なぜならこれらにおいては互いに対するポリス的正しさは存在せず、家政的正しさや主人家的正しさが存在するからである。そしてこれらの正しさが何であるかについては、彼は『政治学』において述べた。
- 1.46δείξας ὅτι τοῦ δικαίου τὸ μὲν διανεμητικόν... ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ τὸ δίκαιον πολλαχῶς λέγεται, περὶ ποίας δικαιοσύνης καὶ ποίου δικαίου τὸν λόγον πεποίηται λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ
分詞構文 δείξας から始まる長文の主節の骨格は λέγει, ὅτι περὶ τοῦ πολιτικοῦ[sc. τὸν λόγον πεποίηται](「…ポリス的正義について[議論をなしたのだ]と彼は言う」)である。先行する間接疑問節 περὶ ποίας δικαιοσύνης... τὸν λόγον πεποίηται は λέγει の目的語(何を語っているか)であり、ὅτι 節はその具体的な内容を補足して答えている。
- 1.46ἐλευθέρων καὶ ἴσων
名詞句 κοινωνίαν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν に後続する属格。共同関係の構成員を表す主格的属格ないし所属の属格(「自由にして均等な者たちの共同関係」)として κοινωνίαν に係ると取るのが自然である。直後の文(εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν ἀνθρώπων ἐλευθέρων καὶ ἴσων...)でも同様の結合関係が確認される。
- 1.46εἰπὼν δὴ ὅτι τὸ δίκαιόν ἐστιν... εἰπὼν δὴ ὅ τι ποτέ ἐστι τὸ πολιτικὸν δίκαιον ἐπήγαγεν
εἰπὼν δή の反復(epanalepsis)による構造。挿入節(κοινωνοῦντες γὰρ...)によって思考の流れが中断されたため、主動詞 ἐπήγαγεν(「付け加えた」)へと導くために分詞 εἰπὼν δή を再度繰り返して文意を整理している。
