- 底本
- Michael, In librum de animalium incessu commentarium. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 135-170. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:167.21-168.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ミカエルは、トカゲなどの隙間に潜む四足卵生動物や昆虫などの多足類が、なぜ肢を側面に配置し外側や上向きに曲げるのかについてのアリストテレスの説明を敷衍し、穴への出入りや抱卵、身体の支持、中間肢の先後関係からその理由を解き明かす。
Μετὰ ταῦτα λέγει, διὰ τί τὰ τρωγλόδυτα καὶ εἰς τὰς ὀπὰς εἰσερχόμενα τῶν τετραπόδων καὶ ᾠοτόκων εἰς τὸ πλάγιον κάμπτουσι τοὺς πόδας, ὡς ἡμεῖς τοὺς βραχίονας. λέγει οὖν ὅτι ταῦτα πάντα οὐκ εἰς τὸ πρόσθεν καὶ ὄπισθεν ὡς οἱ ἵπποι καὶ τὰ λοιπὰ τῶν τετραπόδων καὶ ζῳοτόκων ἔχουσι προσπεφυκότας τοὺς πόδας, ἀλλ’ εἰς τὸ πλάγιον καὶ ἐπὶ τῇ γῇ τεταμένα, τουτέστι καὶ ἁπτόμενα τῆς γῆς (τοῦτο δὲ πρόσκειται πρὸς ἀντιδιαστολὴν τῶν πτερύγων· αὗται γὰρ καίπερ εἰς τὸ πλάγιον οὖσαι προσπεφυκυῖαι ὅμως οὐ τέτανται ἄχρι τῆς γῆς οὐδ’ ἅπτονται αὐτῆς) ἔχουσιν οὖν τοὺς πόδας εἰς τὸ πλάγιον καὶ κάμπτουσιν ὁμοίως ἤτοι εἰς τὸ πλάγιον· οὕτω γὰρ ἂν ῥᾷστα δύναιντο εἰσιέναι εἰς τὰς ὀπὰς καὶ τὰ ᾠὰ ἐφεδρεύειν τε καὶ φυλάττειν περικείμενα εἰς αὐτὰ ὡς καὶ αἱ ὄρνιθες ὅταν ἐπῳάζωσι. καὶ ἔξω δὲ τῶν ὀπῶν ὄντων τῶν τοιούτων ζῴων ἀναγκαῖον οὕτω κάμπτοντα προσστέλλειν1 τοὺς μηρούς, τουτέστιν ὑπὸ τὴν ἑαυτῶν γαστέρα τιθέναι αὐτοὺς καὶ οὕτω ποιεῖσθαι τὸν τοῦ σώματος μετεωρισμόν. πῶς δὲ ὑφ’ αὑτὰ καὶ ὑπὸ τὴν γαστέρα αὐτῶν ὑποβάλλοντα καὶ ὑποτιθέμενα τοὺς μηροὺς μετεωρίζουσι τὸ σφῶν σῶμα, ὁ βουλόμενος μαθεῖν ὁράτω τὰς σαύρας, τοὺς βατράχους, τοὺς ἀσκαλαβώτας. ἔστι δὲ ὁ ἀσκαλαβώτης ζῷον ὅμοιον σαύρῳ, βραχύτερον δὲ σαύρου καὶ ἐν τοῖς τοίχοις καὶ τείχεσι διατρῖβον τὰ πολλά. καὶ ἐπεὶ τὸν μηρὸν ὑφ’ ἑαυτὰ ὑποβάλλει, οὐχ οἷόν τε κάμπτειν ἀλλ’ ἢ ἔξω2 ὡς αἱ χεῖρες ἡμῶν. λέγει δὲ σαφῶς καὶ διὰ τί τὰ πολύποδα, οἷον μυῖαι, μέλιτται, τὰ ὅμοια, εἰς τὸ πλάγιον ἔχει προσπεφυκότα τὰ σκέλη καὶ ἄνω πρὸς τὸ τοῦ παντὸς ἄνω κάμπτοντα, πλὴν τῶν προσθίων καὶ ὀπισθίων· τούτους γὰρ εἶπεν ἐσχάτους. οἱ γὰρ πρόσθεν καὶ ὄπισθεν οὔτε εἰς τὸ πλάγιον προσπεφύκασιν οὔτε ἄνω κάμπτουσιν, ἀλλ’ ἔστιν ἡ τῶν πρόσθεν καμπὴ εἰς τὸ ἔμπροσθεν καὶ πρὸς τῷ στόματι, τῶν δ’ ὄπισθεν εἰς τοὔπισθεν. τίς δὲ καὶ οἵα ἥ τε ἄνω κάμψις καὶ ἡ βλαισή, ὁ γλιχόμενος μαθεῖν ὁράτω τὰς μυίας· οὐ γάρ ἐστι σπάνις τούτων. ὅτι δὲ τὰ μέσα τῶν τοιούτων ζῴων σκέλη καὶ ἡγούμενά ἐστι καὶ ἑπόμενα, δῆλον· ἡγούμενα γὰρ πρὸς τὰ ὄπισθεν, ἑπόμενα δὲ πρὸς τὰ ἔμπροσθεν. τὸ δὲ ταῦτα δ’ ὥσπερ πέφυκε μᾶλλον,3 τὰ μὲν ὡς ἑπόμενα τὰ δ’ ὡς ἡγούμενα ταὐτόν ἐστι τῷ τὰ μεταξὺ δὲ τῶν ἐσχάτων σκέλη, ταῦτα δέ ἐστι τὰ μέσα, πέφυκεν ἡγούμενα εἶναι καὶ ἑπόμενα. ἔτι δὲ καὶ κάμπτονται τὰ πολύποδα τὸν τρόπον τοῦτον διὰ τὸ τρωγλόδυτα αὐτῶν τὰ πλεῖστα εἶναι· οὐχ οἷόν τε δὲ τρωγλοδυτεῖν ἅμα καὶ ὑψηλὰ εἶναι.
これらのことの後に彼は、四足で卵生の動物のうち洞穴に住み隙間に入り込むものが、われわれが腕を[曲げる]ように、なぜ肢を横方向へ曲げるのかを述べる。すなわち彼は、これらすべてが、馬やその他の四足で胎生の動物のように前や後ろに向けて肢を生え出させて持っているのではなく、横方向へ、かつ地上へ伸びたもの、つまり地面に触れるものとして持っているからである、と述べる(このことは翼との区別のために付加されている。翼は横方向に生え出てはいるものの、地面まで伸びてはおらず、地面に触れもしないからである)。したがってそれらは肢を横方向に持ち、同様に、すなわち横方向へと曲げるのである。というのも、そのようにすればそれらは最も容易に隙間に入り込むことができ、鳥類が抱卵するときのように、卵の上に身を横たえて卵の上に座し、かつ保護することができるからである。また、そのような動物が隙間の外にいるときにも、このように曲げながら大腿を引き寄せ、すなわち大腿を自らの腹の下に置き、そのようにして身体を持ち上げることが必然的である。大腿を自らの下、すなわち腹の下に差し入れ配置することで、いかにそれらが自らの身体を持ち上げるかについては、知りたいと思う者はトカゲやカエル、ヤモリを見るがよい。ヤモリとはトカゲに似た動物であるが、トカゲよりも短く、多くの時間を家屋の壁や町の城壁で過ごすものである。そして大腿を自らの下に差し入れる以上、われわれの手[腕]のように外側に向かって曲げる以外には曲げようがないのである。また彼は、ハエやハチ、それに類する多足動物が、前肢と後肢を除いて、なぜ肢を横方向に生え出させ、宇宙の上方へ向かって上向きに曲げているのかをも明白に述べる。というのも、彼はこれらを端の肢と呼んだからである。前肢と後肢は横方向に生え出てもおらず、上向きに曲がりもしない。むしろ前肢の屈曲は前方へ、口の側へ向かい、後肢の屈曲は後方へ向かうのである。上向きの屈曲や外反の屈曲がいかなるものであり、どのような性格のものかは、知ることを熱望する者はハエを見るがよい。これらに事欠くことはないからである。また、そのような動物の中間の肢が先行するものでもあり追従するものでもあることは明白である。後肢に対しては先行するものであり、前肢に対しては追従するものであるからである。そして「これらはむしろ本性に即したあり方として、あるものは追従するものとして、あるものは先行するものとして」という文言は、「端の肢の間にある肢、すなわち中間の肢は、先行するものかつ追従するものであるのが本性である」ということと同じである。さらに、多足動物がこのように曲げるのは、それらの大部分が洞穴に住むものであるからでもある。洞穴に住むことと、同時に背が高い[高い位置にある]こととは両立し得ないからである。
- 1.19τῶν ὀπῶν ὄντων τῶν τοιούτων ζῴων ἀναγκαῖον οὕτω κάμπτοντα προσστέλλειν
ἔξω τῶν ὀπῶν ὄντων τῶν τοιούτων ζῴων は属格独立構文。それに続く不定詞 προσστέλλειν の意味上の主語を指示する分詞 κάμπτοντα は中性複数対格であり、先行する属格名詞句(τῶν τοιούτων ζῴων)の意味内容を対格として受けて非人称構文 ἀναγκαῖον [ἐστι]に係っている。
- 1.19ἀλλ’ ἢ ἔξω
οὐχ οἷόν τε に続く否定表現の後の ἀλλ’ ἤ は「〜を除いて」「〜のほかには…ない(other than / except)」を意味する慣用句。ここでは外側に曲げる以外の曲げ方が不可能であることを示している。
- 1.19τὸ δὲ ταῦτα δ’ ὥσπερ πέφυκε μᾶλλον
冠詞 τὸ は、直後のアリストテレス本文からの引用句全体(ταῦτα δ’ ὥσπερ πέφυκε μᾶλλον, τὰ μὲν ὡς ἑπόμενα τὰ δ’ ὡς ἡγούμενα)を名詞化して主語とし、述語の ταὐτόν ἐστι τῷ...(〜と同一である)に結びついている。
