← エフェソスのミカエル

アリストテレス『動物の進行について』注解

§135.2-136.10

動物の歩行論の目的と脚の屈曲の幾何学的解釈

ミカエルはアリストテレス『動物の歩行について』の目的と提示される諸問題を概説し、「人は凸周へ、鳥は凹部へ脚を曲げる」という難解な言明を解明するために人を円形に屈曲させた比喩的モデルを提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0#1

Τῆς προκειμένης πραγματείας τῆς Περὶ ζῴων πορείας ἐπιγραφομένης τὸν σκοπὸν τίς ποτέ ἐστι1 καὶ περὶ τίνων ἐνταῦθα δεῖ διαλαβεῖν, αὐτὸς εὐθὺς ἀρχόμενος τοῦ βιβλίου ἀνακηρύττει λέγων περὶ δὲ τῶν χρησίμων μορίων τοῖς ζῴοις πρὸς τὴν κατὰ τόπον κίνησιν ἐπισκεπτέον διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν τοιοῦτόν ἐστιν καὶ τίνος ἕνεκεν ὑπάρχει αὐτοῖς, ἔτι δὲ περὶ τῶν διαφορῶν τῶν πρὸς ἄλληλα τοῖς τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου μορίοις, καὶ πρὸς τὰ τῶν ἄλλων τῶν τῷ γένει, ἤτοι τῷ εἴδει διαφόρων. διαφέρει μὲν γὰρ πρὸς ἄλληλα τὰ μόρια τοῦ αὐτοῦ καὶ ἑνὸς τῷ ἀριθμῷ ζῴου, οἷον τοῦδε τοῦ ἵππου τῷ τὰ μὲν ἐμπρόσθια2 σκέλη κάμπτειν πρὸς τὰ ὀπίσθια, τὰ δὲ ὀπίσθια πρὸς τὰ ἐμπρόσθια· τῶν δὲ διαφόρων τῷ εἴδει διαφέρουσι τὰ μόρια, ὅτι ἃ ἐπ’ ἀνθρώπου χεῖρες, τοῦτο ἐπ’ ὄρνιθος πτέρυγες, ἐπὶ δὲ τῶν τετραπόδων τὰ ἐμπρόσθια σκέλη. καί εἰσιν αἱ χεῖρες καὶ αἱ πτέρυγες καὶ τὰ πρόσθια τῶν τετραπόδων σκέλη τῷ μὲν ἀνάλογον τὰ αὐτά, τῷ δ’ εἴδει ἕτερα. ἀλλὰ πῶς μὲν καὶ ποῦ τὴν κάμψιν τῶν σκελῶν ποιεῖται ἕκαστον τῶν ζῴων, μετ’ ὀλίγον ἐροῦμεν, ἐπὰν καὶ αὐτὸς περὶ τούτων λέγῃ. ταῦτα δὲ εἰπὼν λέγει ὅτι ληπτέον καὶ κεφαλαιωδῶς θετέον πάντα τὰ προβλήματα, περὶ ὅσων μέλλει τὴν ἐπίσκεψιν ποιήσασθαι. φησὶ δὲ ὅτι τούτων ἓν μέν ἐστιν ἐν πόσοις ἐλαχίστοις σημείοις τὰ ζῷα κινεῖται· δείξει δὲ ὅτι τὰ ἔναιμα τέτρασιν ἐλαχίστοις, τὰ δ’ ἄναιμα πλείοσιν. σαφῆ δὲ τὰ ἑξῆς. τὸ δὲ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δὲ ὄρνις ἐπὶ τὸ κοῖλον,3 ἀσαφὲς ὄντως ὂν καὶ αἰνίγματι ἐοικὸς οὕτως ἂν οἶμαι σαφὲς γένοιτο. νενοήσθω ἄνθρωπός τις ἐξ εὐθυωρίας καμφθεὶς εἰς κύκλον,4 ὥστε ἅπτεσθαι τῆς οἰκείας κεφαλῆς μετὰ τῶν δακτύλων τῶν οἰκείων ποδῶν, καὶ εἶναι τοῦ ἐκ τῆς κάμψεως αὐτοῦ ἀποτελεσθέντος κύκλου τὴν μὲν κυρτὴν περιφέρειαν τὸ ἰνίον, τὴν ῥάχιν πᾶσαν, τὰς γαστροκνημίας καὶ αὐτὰς τὰς πτέρνας, τὴν δὲ κοίλην τὸ βρέγμα, τὰ στέρνα, τὰ ἐμπροσθοκνήμια ἄχρι τῶν δακτύλων τῶν ἑαυτοῦ ποδῶν. τοῦτ’ οὖν νενοήσθω καὶ ἐπὶ τῶν ὀρνίθων. εἰ δὴ ὁ ἄνθρωπος ὁ ἐξ εὐθείας εἰς κύκλον καμφθεὶς κάμψει τοὺς οἰκείους πόδας ὡς πεφύκασι κάμπτεσθαι, δῆλον ὅτι πρὸς τῇ ὀσφύϊ καὶ τῇ ῥάχει καμφθήσονται. πρὸς γὰρ τῇ ὀσφύϊ καὶ τῇ ῥάχει κάμπτονται κατὰ φύσιν ἡμῶν καμπτόντων αὐτούς, ὥστε εἰ ὕπτιοι πεσόντες ἐπὶ πολὺ κάμψομεν αὐτούς, ἅπτονται αἱ πτέρναι τῆς ὀσφύος· ὥστε πρὸς αὐτῇ καὶ τῇ ῥάχει ἡ κατὰ φύσιν κάμψις γίνεται τῶν ποδῶν.

『動物の歩行について』と題された当面の論考の目的がいったい何であるか、またここで何について論ずるべきかを、彼自身が書の冒頭ですぐさま告げ知らせて、次のように言っている。すなわち、場所的な運動に関して動物にとって有用な諸部分について、それらの各々がどのような原因によってそのようであるか、また何のためにそれらに具わっているかを考察しなければならず、さらに、同一で一である動物の諸部分の相互の相違、および類において、あるいは種において異なる他の動物の諸部分に対する相違についても考察しなければならない、と。というのも、同一の数的に一である動物、たとえば特定のこの馬の諸部分は、前肢を後肢の方へ、後肢を前肢の方へと屈曲させることによって互いに相違している。また種において異なる動物の諸部分は相違しており、それは人において手であるものが、鳥においては翼であり、四足獣においては前肢であるからである。そして手と翼と四足獣の前肢とは、類比においては同じものであり、種においては別のものである。しかし、動物の各々がどのように、またどこで肢の屈曲を行うかは、彼自身もこれらについて語るとき、少しのちに述べることにしよう。そしてこれらを述べたのち、彼は、考察を行おうとする事柄のすべての問題を、把握して要約的に提示せねばならない、と言っている。そして彼が言うには、それらのうちの一つは、動物が最小でいくつの点において動くか、ということである。そして有血動物は最小で四つの[点]において、無血動物はより多くの[点]において動くことを彼は示すであろう。それに続く事柄は明瞭である。しかし、「人は外周の方へ肢を曲げるが、鳥は窪んだ内側へ曲げる」という箇所は、実に不明瞭であり謎に似ているが、次のようにすれば明瞭になるであろうと私は思う。ある人が直立した状態から円へと折り曲げられ、自分自身の頭に自分自身の足指で触れ、その人の屈曲から生じた円の凸の外周が後頭部、背骨全体、ふくらはぎ、そして踵そのものとなり、凹の内周が頭頂、胸、脛の前側から自分自身の足指に至るまでとなるように考えられたとせよ。そこで、このことが鳥についても考えられたとせよ。さて、もし直線的な状態から円へと折り曲げられた人が、自分自身の足を自然に曲がるように曲げるならば、それらは腰と背骨の方へ向かって曲げられるであろうことは明らかである。というのも、われわれがそれらを曲げるとき、自然に従えばそれらは腰と背骨の方へと曲げられるのであり、その結果、もしわれわれが仰向けに倒れてそれらを大きく曲げるなら、踵が腰に触れるほどである。したがって、自然に従った足の屈曲は腰と背骨の側へと生じるのである。

構文注4 件
  1. 1.0Τῆς προκειμένης πραγματείας τῆς Περὶ ζῴων πορείας ἐπιγραφομένης τὸν σκοπὸν τίς ποτέ ἐστι

    文頭の属格句(Τῆς προκειμένης πραγματείας...)は τὸν σκοπόν に係り、その対格 τὸν σκοπόν は間接疑問節 τίς ποτέ ἐστι の主語が主節側へ繰り出された先取り構文(prolepsis)であり、後続の動詞 ἀνακηρύττει の直接目的語となっている。

  2. 1.0τῷ τὰ μὲν ἐμπρόσθια σκέλη κάμπτειν πρὸς τὰ ὀπίσθια, τὰ δὲ ὀπίσθια πρὸς τὰ ἐμπρόσθια

    定冠詞中性単数与格 τῷ を伴う不定詞句が理由または様態(「…を屈曲させることによって」)を表し、直前の動詞 διαφέρει にかかっている。対格 τὰ μὲν ἐμπρόσθια σκέλη および τὰ δὲ ὀπίσθια はそれぞれ不定詞 κάμπτειν の意味上の直接目的語である。

  3. 1.0τὸ δὲ ὁ μὲν γὰρ ἄνθρωπος περὶ τὴν περιφέρειαν κάμπτει τὸ σκέλος, ὁ δὲ ὄρνις ἐπὶ τὸ κοῖλον

    文頭の中性定冠詞 τὸ は、直後に引用されるアリストテレスの文(ὁ μὲν γὰρ ἄνθρωπος...)全体を名詞句化して受けており、後続の分詞 ὄν の意味上の主語および主文の主語をなす主格である。

  4. 1.0νενοήσθω ἄνθρωπός τις ἐξ εὐθυωρίας καμφθεὶς εἰς κύκλον

    完了受動態命令法三人称単数 νενοήσθω(「…と考えられよ/想定されよ」)を用いた数学的・論証的な仮定表現。主語は ἄνθρωπός τις であり、後続の ὥστε 以下の二つの不定詞(ἅπτεσθαι および εἶναι)は結果を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4034.tlg005.humanitext-grc1:135.2-136.10